- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:312.1-313.13
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘评析了亚历山大对形式与范型的诠释,论证亚里士多德所说的范型是指内在的、构成要素性的形式,而非制造者的形式或目的本身。进而,他批判了亚历山大关于各生成阶段依次制造下一阶段的自然生成说,指出不完满之物绝不可能成为更完满之物的制造因,只有预先存在的现实形式(父母的自然或大地中的理性法则)才是真正的制造因。
Ταῦτα τοῦ Ἀλεξάνδρου λέγοντος, ὅτι μὲν παράδειγμα τὸ εἶδος καλεῖ οὐ τὸ κατὰ τὴν ἰδέαν ὁ Ἀριστοτέλης, πρόδηλον. τὸ γὰρ ἔνυλον εἶδος ὡς αἴτιον λαμβάνει, καθὸ τὸ τί ἦν εἶναι ἔχει τὸ σύνθετον. δηλοῖ δὲ καὶ ἐν τοῖς ἑξῆς τὴν ὕλην καὶ τὸ εἶδος τοῦτο ἐν τοῖς στοιχείοις καταριθμῶν. πῶς δὲ περὶ τοῦ στοιχειώδους εἴδους λέγοντος αὐτοῦ καὶ τοῦτο παράδειγμα καλέσαντος δυνατὸν παράδειγμα τὸ τοῦ ποιοῦντος εἶδος ἀκούειν νῦν;1 κἂν γὰρ τὸ αὐτό πώς ἐστι τῷ γινομένῳ, διότι ἄνθρωπος ἐξ ἀνθρώπου, ἀλλὰ τὸ γινόμενον νῦν καλεῖ παράδειγμα, καὶ οὐχὶ τὸ ποιοῦν. τὸ γὰρ γινόμενόν ἐστι τὸ στοιχειῶδες εἶδος, καθὸ τὸ τί ἦν εἶναι ἔχει τὸ σύνθετον. πρός τι δὲ ὡρισμένον καὶ ὅμοιον γίνεται τὸ φυσικόν. εἰ μὲν γὰρ πρὸς τὸ ποιοῦν, τὸ ποιοῦν ἂν εἴη τὸ παράδειγμα. καὶ πρῶτον μέν, ὅπερ εἶπον, οὐκ ἐκεῖνο ἐκάλεσε παράδειγμα ὁ Ἀριστοτέλης, ἀλλὰ τὸ γινόμενον. ἔπειτα πῶς ἔτι δυνατὸν λέγειν, ὅτι τὰ φυσικὰ οὐ γίνεται πρὸς παράδειγμα, εἴπερ συγχωροῦμεν παράδειγμα τὸ ποιοῦν εἶναι τοῦ γινομένου ὡς πρὸς ἐκεῖνο γινομένου ὡρισμένον τε καὶ ὅμοιον ὑπάρχον τῷ γινομένῳ. εἰ δὲ διὰ τοῦτο λέγεται παράδειγμα τὸ εἶδος διὰ τὸ τὴν φύσιν τούτου ἐφιεμένην ποιεῖν πάντα, τέλος ἂν εἴη διὰ τοῦτο καὶ οὐ παράδειγμα· τὸ γὰρ ἐφετὸν καὶ οὗ ἕνεκα γίνεται τὰ γινόμενα τέλος ἂν εἴη καὶ οὐ παράδειγμα. ἔτι δὲ καὶ τὰ περὶ τῆς γενέσεως τῶν φυσικῶν εἰρημένα ἐπιστάσεως ἄξιά μοι δοκεῖ. εἰ γὰρ τὸ πρῶτον καταβληθὲν αὐτὸ μὲν ἐποίησε τοῦτο οὗ ἐστιν αὐτὸ ποιητικόν, τὸ δὲ ἐκ τούτου γενόμενον ἄλλο, καὶ ἕκαστον τοῦ μεθ’ ἑαυτὸ ποιητικόν ἐστι καὶ κινητικὸν μέχρι τοῦ τέλους καὶ τοῦ εἴδους τοῦ φυσικοῦ, οὗ ἦν ἀρχὴ τὸ πρῶτον ἐν τῇ ὕλῃ καταβληθέν, εἰ οὖν οὕτως ἡ γένεσις ἀποτελεῖται,2 πρῶτον μὲν εἰ ὁ πυρὸς τὴν βοτάνην ποιεῖ καὶ ἡ βοτάνη τὴν καλάμην καὶ ἡ καλάμη τὸν ἄσταχυν, πῶς τὰ ἀτελέστερα ποιητικὰ τῶν τελειοτέρων; ἀτελεστέρα γὰρ ἡ βοτάνη τῆς καλάμης καὶ ἡ καλάμη τοῦ ἀστάχυος. ἔπειτα τί τὸ τοῦ ὅλου αἴτιον, οὐκ ἔχομεν λέγειν. ἑνὸς δὲ ὄντος τοῦ εἴδους ἔδει καὶ ἓν αἴτιον εἶναι πρὸ τῶν κατὰ μέρος. ὅλως δὲ εἰ ἀλλοιουμένων τῶν προτέρων γίνεται τὰ ἐφεξῆς, ὑλικὰ ἂν εἴη μᾶλλον τὰ πρότερα καὶ οὐ ποιητικά· οὐδέποτε γὰρ τὸ ποιητικὸν αἴτιον ἀλλοιούμενον γίνεται τὸ ἀποτέλεσμα. ἔτι δὲ εἰ μὴ τὸ τυχὸν ἐκ τοῦ τυχόντος γίνεται, ἀλλ’ ἐκ τοῦ δυναμένου, δῆλον ὅτι ἡ βοτάνη δυνάμει καλάμη ἐστί· πᾶν δὲ τὸ δυνάμει ὑλικόν ἐστιν ἀλλ’ οὐ ποιητικόν· ὥστε ὕλη μὲν τῆς καλάμης εἰκότως ἂν λέγοιτο ἡ βοτάνη, ποιητικὸν δὲ αἴτιον οὐδαμῶς. ἔπειτα πᾶν τὸ ἐκ τοῦ δυνάμει γενόμενον ἐνεργείᾳ ὑπὸ τοῦ ἐνεργείᾳ προάγεται εἰς τὸ ἐνεργείᾳ. εἰ οὖν ἡ βοτάνη ἐνεργείᾳ καλάμη οὐκ ἔστιν, οὐκ ἂν ποιήσοι τὴν ἐνεργείᾳ καλάμην. ὅλως δὲ εἰ ἡ ἑκάστου φύσις ἀρχὴ οὖσα καὶ αἰτία κινήσεως ποιητική ἐστι τοῦ ἑαυτῇ ὑποκειμένου καὶ οὐκ ἄλλου, δῆλον ὅτι ἡ μὲν τοῦ σπέρματος φύσις τὸ σπέρμα ποιήσει, ἡ δὲ τοῦ ἀνθρώπου τὸν ἄνθρωπον. πῶς δὲ ἂν ποιήσοι κυρίως ἄνθρωπον ἡ ἐν τῷ σπέρματι ἡ μήπω οὖσα ἀνθρώπου φύσις πρὶν γενέσθαι τὸν ἄνθρωπον; ἤ, ὡς εἴρηται πρότερον, ἅμα τῷ καὶ αὐτὴ γίνεσθαι ποιεῖ3 διὰ τὸ εὐφυέστερον καὶ διὰ τὸ ζωή τις εἶναι ἐξανισταμένη καὶ διανισταμένη εἰς εἶδος, ἐπεὶ τὸ τοῦ ἄρρενος σπέρμα καὶ τὸ τῆς θηλείας φύσιν ἔχει τὴν τοῦ σπέρματος μεταβολὴν καὶ τελειοῦσθαι πεφυκυῖαν εἰς ζῷον. τὸ δὲ ποιητικὸν κυρίως καὶ προσεχῶς αἴτιον ἐπὶ μὲν τῶν ζῴων ἡ μητρικὴ φύσις ἐστὶ καὶ ἡ πατρική, ἐπὶ δὲ τῶν φυτῶν ἡ τοῦ πυροῦ καὶ τῆς γῆς, τοῦ εἴδους ἐνεργείᾳ προυπάρχοντος ἔν τε τῷ πατρὶ καὶ τῇ μητρὶ καὶ ἐν τοῖς τῆς γῆς κατ’ ἐνέργειαν ἑστῶσι λόγοις, καθ’ οὓς τὰ δυνάμει εἰς ἐνέργειαν ἄγεται.
在亚历山大述说这些事情之际,亚里士多德所说的范型是指形式,而非按照理念的形式,这一点是显而易见的。因为他是将内在质料的形式作为原因来把握的,复合实体正是因其而具有“作为其所是的存在”[本质]。并且他在后文中将质料与这一形式列入构成要素之中,也表明了这一点。但是,既然他[亚里士多德]所谈论的是作为构成要素的形式并将其称为范型,现在又怎么可能把制造者的形式理解为范型呢?因为即便它在某种程度上与生成之物相同(由于人出自人),但他现在称之为范型的乃是生成之物,而非制造者。因为生成之物才是作为构成要素的形式,复合实体正是因其而具有“作为其所是的存在”。然而自然事物是朝向某种被限定且相似的事物生成的。因为如果它是朝向制造者[生成],制造者就将是范型了。首先,正如我所说的,亚里士多德称之为范型的不是那个[制造者],而是生成之物。其次,如果我们承认制造者是生成之物的范型,既然生成之物是朝向制造者生成的,且制造者对于生成之物而言存在为某种被限定且相似的事物,那么怎么还能说自然事物不是朝向范型生成的呢?另一方面,如果形式被称为范型是因为自然向往着它而制造万物,那么它就因此将是目的而非范型;因为所向往之物、以及生成之物为了它而生成者,将是目的而非范型。此外,关于自然事物的生成所说的那番话,在我看来也是值得仔细考量的。因为,如果被投入的第一物自身制造了它自身为其制造因之物,而从这之中生成出来的东西又制造另一物,并且每一者直到自然目的和自然形式(在质料中被投入的第一物就是该形式的本原)为止对于其后之物都是制造性的和推动性的——如果生成果真以这种方式得以完成,那么首先,如果麦粒制造嫩草,嫩草制造麦秆,麦秆制造麦穗,那么更不完满的事物怎么会是更完满事物的制造因呢?因为嫩草比麦秆更不完满,麦秆比麦穗更不完满。其次,我们无法说明全体的原因是什么。既然形式是单一的,在部分的原因之前也应当存在一个单一的原因。总的说来,如果后继之物是由于前导之物的变质而生成的,那么前导之物就更应当是质料性的,而非制造性的;因为制造因绝不会通过变质而成为结果。此外,既然不是任意之物出自任意之物,而是出自具备潜能之物,那么显而易见,嫩草在潜能上就是麦秆;凡是潜能之物都是质料性的,而非制造性的;因此,嫩草可以合情合理地被称为麦秆的质料,但绝不是制造因。再次,凡是从潜能生成为现实之物,都是由现实之物引导至现实的。因此,如果嫩草在现实上不是麦秆,它就不可能制造现实上的麦秆。总的说来,如果每一事物的自然作为运动的本原与原因,是它自身基底的制造者而非其他东西的制造者,那么显然,种子的自然将制造种子,而人的自然将制造人。可是在人生成之前,种子中那尚未是人的自然的东西,怎么能真正本义地制造人呢?或者,正如前文所说,它是在自身生成的同时进行制造的,这是由于它具有更好的秉赋,并且由于它是奋发而起并挺立进入形式的某种生命,因为雄性的种子和雌性的种子具有接纳种子的转变且生来适于完满成为动物的自然?但是,本义且直接的制造因,在动物身上是母方的自然和父方的自然,而在植物身上则是麦粒的自然和大地的自然,形式作为现实预先存在于父亲与母亲之中,以及现实地确立在大地的诸说明[理性法则]之中,潜能之物正是按照这些而被引导至现实的。
- 2.24πῶς δὲ περὶ τοῦ στοιχειώδους εἴδους λέγοντος αὐτοῦ καὶ τοῦτο παράδειγμα καλέσαντος δυνατὸν παράδειγμα τὸ τοῦ ποιοῦντος εἶδος ἀκούειν νῦν;
περὶ τοῦ στοιχειώδους εἴδους λέγοντος αὐτοῦ καὶ τοῦτο παράδειγμα καλέσαντος 为独立属格结构,其中代词 αὐτοῦ 指亚里士多德。主句为 δυνατὸν [ἐστι] 引出不定式 ἀκούειν 的无人称句式,ἀκούειν 以 τὸ τοῦ ποιοῦντος εἶδος 为直接宾语,παράδειγμα作宾语补足语(即“把制造者的形式理解为范型”)。
- 2.24εἰ γὰρ τὸ πρῶτον καταβληθὲν ... εἰ οὖν οὕτως ἡ γένεσις ἀποτελεῖται
在转述前一语段中亚历山大的长篇前提(εἰ γὰρ τὸ πρῶτον καταβληθὲν ... καταβληθέν)之后,由于句式过长,作者通过带有小词 οὖν 的条件分句(εἰ οὖν οὕτως ἡ γένεσις ἀποτελεῖται)进行了条件前提的重述与复指(epanalepsis)。其对应的归结从句则体现为 πρῶτον μέν ... πῶς τὰ ἀτελέστερα ποιητικὰ τῶν τελειοτέρων; 这一反问句。
- 2.24ἅμα τῷ καὶ αὐτὴ γίνεσθαι ποιεῖ
ἅμα τῷ 后接定冠词不定式 γίνεσθαι,构成表示时间同时性的句式(“在其自身生成的同时”)。主语承接前句的 ἡ ἐν τῷ σπέρματι [φύσις],主动词 ποιεῖ 在上下文中隐含有宾语(即生成的人等成果)。
