- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:310.18-311.37
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对亚里士多德提出的作为第二种原因的形式因与范型因(194b26),辛普里丘大段引用亚历山大的注疏,阐明自然虽为缺乏理性与抉择的能力,却如木偶的连锁运动般依循秩序指向被限定的形式,因而该形式被称为范型。
" Ἄλλον δὲ τὸ εἶδος καὶ τὸ παράδειγμα ἕως τοῦ καὶ τὰ μέρη τὰ ἐν τῷ λόγῳ." Δεύτερον αἴτιον τὸ κατὰ τὸ εἶδος παραδίδωσιν· αἴτιον γὰρ ἡ ἐνυπάρχουσα ὑγίεια τοῦ ὑγιαίνειν καὶ ἡ συμμετρία τοῦ σύμμετρον εἶναι. εἶδος δὲ οὐ τὸ κατὰ τὴν ἐπιπόλαιον μορφὴν μόνον, ἀλλὰ τὸ κατὰ τὸν λόγον. καλεῖ δὲ παράδειγμα τὸ εἶδος οὐχ ὡς οἱ τὰς ἰδέας λέγοντες αὐτὴν καθ’ αὑτὴν εἰδικὴν οὐσίαν ὑποτιθέμενος, πρὸς ἣν τὰ ἐνθάδε ἀφομοιοῦται. “οὐδὲ γὰρ τὰ φύσει ποιοῦντα, φησὶν Ἀλέξανδρος, πρῶτον νοήσαντα ἃ ποιεῖ οὕτως ποιεῖ, ἵνα τις εἴπῃ τὸ νόημα παράδειγμα τῶν γινομένων κατ’ αὐτόν, ὡς ἐπὶ τῶν τεχνῶν ἔχει, ἀλλὰ τὸ γινόμενον περὶ τῇ ὕλῃ εἶδος τοῦτο καλεῖ παράδειγμα διὰ τὸ τὴν φύσιν τούτου ἐφιεμένην ποιεῖν ἃ ποιεῖ πάντα. δῆλον δὲ ἐκ τοῦ γενομένου τούτου παύεσθαι τῆς ποιήσεως, ὡς ὡρισμένου τινὸς ὄντος τοῦ εἴδους καὶ οἷον σκοποῦ προκειμένου, εἰς ὃν τέταται ἡ φύσις, καὶ παράδειγμα διὰ τοῦτο λεγομένου. οὐχ ὁμοίως δέ, φησὶν Ἀλέξανδρος, ἐν τοῖς ἕνεκά του ποιοῦσι πᾶσιν ἔχει τὸ τέλος καὶ τὸ παράδειγμα, ἀλλ’ ὅσα μὲν κατὰ προαίρεσιν καὶ τέχνην καὶ λόγον ποιεῖ,1 ἐπὶ τούτων τὸ τέλος ἀνάγκη οὗ χάριν τὰ ἄλλα γίνεται πρῶτον νοηθὲν ὑπὸ τοῦ ποιοῦντος τοῦτο σκοπὸν ἐκκεῖσθαι καὶ παράδειγμα τῶν ἐσομένων, ἐπὶ δὲ τῶν φύσει γινομένων οὐχ ὁμοίως. οὐ γὰρ κατὰ προαίρεσιν ἡ φύσις ἐργάζεται οὐδὲ κατὰ τὸν ἐν αὐτῇ λόγον. ἄλογος γάρ, φησί, δύναμις ἡ φύσις. ἀλλ’ ἀρχῆς καταβληθείσης τῆς πρώτης ἐν ὕλῃ τῇ δεκτικῇ καὶ τῆς ἀρχῆς καὶ τῶν ὑπ’ αὐτῆς τε καὶ ἐξ αὐτῆς ἐσομένων, τοῦτο τὸ πρῶτον αὐτὸ καταβληθὲν αὐτὸ μὲν ἐποίησε τοῦτο, οὗ ἐστιν αὐτὸ ποιητικὸν ὄντος ὡρισμένου, τὸ δὲ ἐκ τούτου γενόμενον ἄλλο· ἕκαστον γὰρ αὐτῶν τοῦ μεθ’ ἑαυτὸ ποιητικόν τε καὶ κινητικόν ἐστι, εἰ μηδὲν ἐμποδίζοι· καὶ τοῦτο μέχρι τέλους τινὸς καὶ εἴδους τοῦ φυσικοῦ, οὗ ἦν ἀρχὴ τὸ πρῶτον ἐν τῇ ὕλῃ καταβληθέν, ὥσπερ ἐν τοῖς νευροσπαστουμένοις τὴν ἀρχὴν τῆς κινήσεως ἐνδόντος τοῦ τεχνίτου τῷ πρώτῳ τοῦτο τοῦ μετ’ αὐτὸ κἀκεῖνο τοῦ ἐφεξῆς κινητικὸν γίνεται, ἕως ἂν διὰ πάντων ἡ κίνησις διέλθῃ, ἂν μή τι ἐμποδίσῃ, οὐ κατὰ λόγον τινὰ καὶ προαίρεσιν τὴν ἐν ἑαυτοῖς τοῦ πρὸ αὐτοῦ τὸ μετ’ αὐτὸ κινοῦντος.2 οὕτως δὲ καὶ ἡ συγκαταβληθεῖσα τῷ σπέρματι φύσις τε καὶ δύναμις ἐν τῇ οἰκείᾳ ὕλῃ γενομένη κινητικὴ ταύτης οὖσα κινεῖ καθάπερ πέφυκε τὸ μὲν κινεῖν, ἡ δὲ κινεῖσθαι. ἡ δὲ ἐγγενομένη δύναμις ἐκ τῆς πρώτης κινήσεως ἄλλην πάλιν κίνησιν ἐμποιεῖ καὶ δύναται, ἕως οὗ ὅμοιον ποιήσῃ τῷ ἀφ’ οὗ κατεβλήθη, καὶ ταὐτὸν ἢ εἴδει ἢ γένει. ὡς ἐπὶ τῶν ἐξ ἀνομοίων ζῴων γεννωμένων, ὁποῖαι αἱ ἡμίονοι. τῷ γὰρ γένει αἱ αὐταὶ τοῖς ποιήσασι. καὶ αὕτη ἡ διαδοχὴ κατά τινας ἀριθμοὺς καὶ τάξιν γίνεται μέχρι τοῦ τελειωθῆναι κατὰ τὸ εἶδος τὸ γινόμενον, εἰ μή τι γένοιτο ἐμποδών. τοῦτο δὲ οὐ κατὰ λόγον καὶ προαίρεσιν τὴν ἐν τοῖς κινοῦσί τε καὶ ποιοῦσιν, ὡς προείρηται. ἀλλ’ οὐκ ἐπεὶ μὴ τοῦτο, διὰ τοῦτο ἤδη κατὰ τύχην ποιεῖ, καὶ οὐχὶ ἕνεκά του. τὸ γὰρ ἕνεκά του οὐ λογικῆς καὶ προαιρετικῆς γενέσεώς ἐστιν ὄνομα, ἀλλὰ πᾶν τὸ γινόμενον κατὰ τάξιν τινὰ καὶ ἄλλου χάριν ἕνεκά του γίνεται. καὶ τοῦτο ὁμοίως, ἄν τε κατὰ προαίρεσιν καὶ λόγον ἄν τε καὶ χωρὶς λόγου, ὡς ἐπὶ τῆς φύσεως ἡμεῖς λέγομεν. κἂν γὰρ ἐπακολουθῇ τοῖς φυσικοῖς τινα κατὰ τὰς ὑλικὰς ἀνάγκας οὐκ ἔχοντα τὴν ἀναφορὰν ἐπί τι3 (ὡς ἐπὶ τῶν μασχαλῶν λέγονται τρίχες, εἴπερ μὴ καὶ αὗται χρείαν παρέχονταί τινα), οὐ δεῖ διὰ ταῦτα τὸ μὴ ἕνεκά του ποιεῖν τὴν φύσιν κατασκευάζειν. παράδειγμα οὖν τὸ εἶδος, διότι ἐπὶ τοῦτο νένευκεν ἡ φύσις οὐ προαιρέσει, ἀλλὰ μᾶλλον ὡς τὰ νευροσπαστούμενα. εἴη δὲ ἄν, φησί, παράδειγμα ἐν τοῖς φύσει γινομένοις καὶ τὸ τοῦ ποιοῦντος εἶδος ταὐτὸν ὂν τῷ τοῦ γινομένου εἴδει ἢ γένει. καὶ καθόλου ἐπεὶ οἱ πρὸς παράδειγμα ποιοῦντες πρὸς ὡρισμένον τι ποιοῦσι, καὶ ἔστιν ἴδιον τοῦ πρὸς παράδειγμα γινομένου τὸ πρὸς ὡρισμένον τε γίνεσθαι καὶ ὅμοιον ἐκείνῳ, καὶ εἴ τι πρὸς ὡρισμένον γίνεται καὶ ὅμοιον ἐκείνῳ, πρὸς παράδειγμα ἂν εἴη γινόμενον· οὕτως δὲ γίνεται τὰ γινόμενα φύσει· πρὸς παραδείγματα ἄρα”.
“在另一种意义上则是形式和范型”直到“以及在说明中的各部分”。 [亚里士多德]提出了按照形式的原因作为第二种原因;因为内在的健康是处于健康状态的原因,而适度是对称均衡的原因。并且形式不仅是按照表面形态而言的,而且是按照说明[定义]而言的。他把形式称为范型,并不是像主张理念论的人们那样,将其假定为自身独立的形式实体、这里的诸事物被同化于其上。“因为出于自然而行动的事物,”亚历山大说,“并不像技术的情形那样,在先思想了它们所制造的东西之后再这样制作,以至于人们能够按照他把思想内容称为生成的事物的范型;相反,他把在质料中生成的形式称为范型,乃是因为自然向往着这一形式而制造其所制造的所有事物。这一点从以下事实中显而易见:当这一形式生成时,[自然]便停止了制造活动,因为形式乃是某种被限定的东西,正如被放置在前的目标那样,自然正是向它伸展张力的,并因此被称为范型。然而,”亚历山大说,“在所有为了某目的而制造的事物中,目的和范型的状况并非完全相同;相反,凡是按照抉择、技术和理性而行动的事物,在这些事物中,其他事物为了它而生成的那个目的,在首先被制造者所思想之后,这必然作为将要生成之物的目标和范型而被提出;但在出于自然而生成的事物上,情况则非如此。因为自然并不是按照抉择来运作的,也不是按照其自身的理性来运作的。因为自然,”他说,“是一种非理性的能力。相反,当最初的本原被投入到既能接纳该本原又能接纳由其所致并出自其之物的质料中时,这一被投入的最初本原自身便制造了它自身为其制造因的那个被限定的东西,而从这之中生成出来的东西又制造另一物;因为若无任何阻碍,它们中的每一者对于在它之后的事物而言都是制造性的和推动性的;而这一过程一直持续到某个终点即自然形式为止,在质料中被投入的第一物就是该形式的本原——正如在木偶戏中,当工匠把运动的起点赋予第一个部分时,只要没有任何阻碍,这就成为在它之后部分的推动者,而那一部分又成为其后继者的推动者,直到运动贯穿全部部分,位于其前的部分并不是按照在它们自身之内的某种理性与抉择来推动位于其后的部分。同样地,与种子一同被投入的自然和能力在进入适宜的质料中时,作为该质料的推动者,正如一者生来适于推动、另一者生来适于被推动那样推动着[质料]。而由最初运动所产生的潜能,又再次引发另一种运动并行使能力,直到造出与投下它的源头相似的事物,即在种或属上同一的事物为止——正如在由不相似的动物所生育的事物中,如骡子那样;因为它们在属上与产生它们者相同。若无任何阻碍发生,这种相继延续便按照某些数目与秩序进行,直到生成之物在形式上得以完成。然而正如前述,这并不是按照推动者与制造者之内的理性与抉择进行的。但并不能因为不是出于这二者,就因此直接得出它是出于偶然并且不是为了某目的而行动。因为‘为了某目的’并不是理性的和抉择的生成的名称,相反,凡按照某种秩序且为了另一事物而生成的东西,都是为了某目的而生成的。这一点同样适用于无论是按照抉择与理性,还是没有理性,正如我们在自然的情形中所说的那样。因为即使某些无所指向的东西按照质料的必然性伴随着自然事物(正如腋下的毛发被说的那样,如果它们并非也提供某种功用的话),也不应因为这些就论证自然不是为了某目的而行动。因此形式是范型,因为自然并非出于抉择、而是更像木偶那样倾向于此。并且,”他说,“在出于自然而生成的事物中,制造者的形式也可能是范型,只要它与生成之物的形式在种或属上同一。总的说来,既然按照范型制造的人是按照某种被限定的事物而制造的,并且按照某种被限定的事物生成且与其相似乃是按照范型生成之物的固有属性,那么,若某物按照某种限定之物生成且与其相似,它便应当是按照范型而生成的;而出于自然生成的事物正是这样生成的;因此,[它们是]按照范型[生成的]。”
- 2.24ἀλλ’ οὐκ ἐπεὶ μὴ τοῦτο, διὰ τοῦτο ἤδη κατὰ τύχην ποιεῖ
这是一个否定因果推理的句式:οὐκ 否定了从原因从句 ἐπεὶ μὴ τοῦτο(因为不是这个[理性或抉择])推导出的主句 διὰ τοῦτο ἤδη...(就因此直接……)。它表达了否定性的逻辑推论:并非没有理性和抉择就意味着必然出于偶然。
- 2.24οὐ κατὰ λόγον τινὰ καὶ προαίρεσιν τὴν ἐν ἑαυτοῖς τοῦ πρὸ αὐτοῦ τὸ μετ’ αὐτὸ κινοῦντος
属格独立结构 τοῦ πρὸ αὐτοῦ τὸ μετ’ αὐτὸ κινοῦντος(在其前的部分推动在其后的部分)由介词短语 οὐ κατὰ λόγον τινὰ καὶ προαίρεσιν τὴν ἐν ἑαυτοῖς(并非按照它们自身内的某种理性与抉择)所修饰,说明木偶各部分仅仅是机械式地传导动作,而不具有任何内在的主动抉择。
- 2.24κἂν γὰρ ἐπακολουθῇ τοῖς φυσικοῖς τινα κατὰ τὰς ὑλικὰς ἀνάγκας οὐκ ἔχοντα τὴν ἀναφορὰν ἐπί τι
由让步连词 κἂν(καὶ ἐάν)引导的从句,中性复数主格 τινα 为主语,搭配虚拟式动词 ἐπακολουθῇ,分词短语 οὐκ ἔχοντα... 作 τινα 的定语。构成让步条件:“即使某些按照质料必然性而不指向任何目的的事物(如腋毛)随之产生”。
