- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:309.1-310.17
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘针对《物理学》第二卷第三章开端(194b16–194b23)进行注解,结合此前关于质料、形式与目的因的讨论,阐明在自然学中对四原因进行系统枚举的依据,并分析作为第一种原因的内在质料因的特质、它与缺乏及形式的区别,以及直接质料及其各个类属。
" Διωρισμένων δὲ τούτων ἐπισκεπτέον περὶ τῶν αἰτίων." Τῆς πραγματείας οὔσης περὶ τῶν ἀρχῶν καὶ αἰτίων τῶν φυσικῶν, διότι ὡς αὐτὸς ἀρχόμενος εἶπε “τότε οἰόμεθα γινώσκειν ἕκαστον, ὅταν τὰ αἴτια γνωρίσωμεν τὰ πρῶτα καὶ τὰς ἀρχὰς τὰς πρώτας καὶ μέχρι τῶν στοιχείων”, περὶ τῶν ἀρχῶν τῶν ὡς στοιχείων πρῶτον προέθετο σκοπεῖν καὶ τάς τε τῶν παλαιῶν δόξας περὶ τούτων προὐβάλετο καὶ τὰ ἑαυτῷ δοκοῦντα προέθηκε, συμφωνοῦντας αὑτῷ τρόπον τινὰ καὶ τοὺς παλαιοὺς φυσιολόγους ἀποδείξας, διότι καὶ ἐκεῖνοι τἀναντία ἐτίθεντο ἀρχάς· οὕτω τε τὴν ὕλην καὶ τὸ εἶδος καὶ τὴν στέρησιν ὡς στοιχειώδεις ἀρχὰς ὑποθέμενος τῶν φυσικῶν, καὶ τί ἐστιν ἡ φύσις ἀποδείξας, ὅτι ἀρχὴ ὅθεν ἡ κίνησις, καὶ τί τὸ φύσει καὶ κατὰ φύσιν, καὶ διορίσας ποσαχῶς ἡ φύσις λέγεται, καὶ ὅτι τὸ εἶδος καὶ ἡ ὕλη φύσις, καὶ ὅτι περὶ ἀμφοῖν πρόκειται τῷ φυσικῷ ζητεῖν, καὶ μέχρι πόσου ὅτι μέχρι τοῦ τελικοῦ αἰτίου, καὶ συμπληρώσας τὸν ὅλον περὶ τῶν αἰτίων λόγον, εἴπερ καὶ περὶ τῶν ὡς στοιχείων εἶπε τῆς τε ὕλης καὶ τοῦ εἴδους, καὶ περὶ τοῦ ποιητικοῦ, ὅπερ ἦν ἡ φύσις, καὶ περὶ τοῦ τελικοῦ, ἐπειδὴ πολλὰ μεταξὺ τῆς τῶν αἰτίων πρὸς ἄλληλα συντάξεως ἐρρήθη, ἀναλαβὼν τὸν λόγον ἐφεξῆς αὐτὰ ἀπαριθμήσεται1 τοὺς προσήκοντας ἑκάστοις ἐπάγων διορισμοὺς καὶ μετὰ τὰ καθ’ αὑτὸ αἴτια καὶ τὰ κατὰ συμβεβηκὸς ὑπ’ ὄψιν ἄγων. κἀνταῦθα δὲ τὴν χρείαν πάλιν ἡμᾶς τοῦ περὶ τῶν ἀρχῶν ὑπομιμνήσκει λόγου συλλογιζόμενος καὶ νῦν δυνάμει οὕτως· ἡ φυσικὴ πραγματεία θεωρητική ἐστιν, ἀλλ’ οὐχὶ πρακτικὴ ὡς ἡ ἠθική· ἡ θεωρητικὴ τέλος ἔχει τὸ εἰδέναι· ἡ τέλος ἔχουσα τὸ εἰδέναι τὴν τῶν αἰτίων γνῶσιν προλήψεται, εἰς ἃ ἕκαστα ἀναφέρουσα ἕξει τὴν γνῶσιν αὐτῶν· ὥστε τῇ φυσικῇ πραγματείᾳ οἰκεῖος ὁ περὶ τῶν αἰτίων λόγος, ὅπως ἂν καὶ περὶ γενέσεως καὶ φθορᾶς καὶ πάσης τῆς ἄλλης φυσικῆς μεταβολῆς τῆς τε κατὰ τόπον καὶ κατὰ ἀλλοίωσιν, ἴσως δὲ καὶ τῆς κατὰ αὔξησιν, περὶ ὧν τῷ φυσικῷ πρόκειται σκοπεῖν, ἀποδιδόναι τὰς αἰτίας δυνώμεθα. διὰ τί γὰρ τοῦτον ἔχει τὸν τρόπον ἕκαστον τῶν κατ’ αὐτὰ ζητουμένων, λύομεν ἀνάγοντες εἰς τὰς αἰτίας αὐτῶν καὶ τὰς ἀρχάς. ἢ γὰρ διότι ἐκ τοιοῦδε ἢ διότι τοιόνδε ἢ διότι ὑπὸ τοιοῦδε ἢ διότι οὕτως ἄμεινον δεικνύντες ἀποδιδόναι τὰς αἰτίας δόξομεν.
“这些既然已经确定,就必须考察诸原因。” 既然[自然学的]探讨是关于自然事物的本原和原因的——因为正如他自己开篇时所说,“当我们认识了最初的原因和最初的本原,直到构成元素时,我们才认为认识了每一事物”——他最初便打算考察作为构成元素的本原,既提出了古人关于这些本原的意见,也阐明了自己所赞同的见解,并证明古代的自然哲学家们在某种程度上也与他相一致,因为他们也是把对立物设定为本原的。就这样,他把质料、形式与缺乏设定为自然事物的构成性本原,证明了自然是什么,即运动所由之而来的本原,说明了什么是出于自然的和依照自然的,界定了自然有几种说法,指出形式和质料都是自然,并且自然学者的任务是对这两者都进行探究,以及探究到何种限度——即直到目的因;由于他谈论了作为构成元素的质料和形式,也谈论了动力因(这也就是自然)以及目的因,从而完成了关于原因的整个论说,但由于在诸原因彼此之间的系统排列之间夹叙了许多内容,他便重新提起论题,依序枚举它们,为每一者附上恰当的界说,并在自身原因之后将偶性原因也置于眼前。在这里,他又提醒我们关于本原的论说的功用,如今他在潜能上是这样进行推论的:自然学的探讨是理论性的,而不像伦理学那样是实践性的;理论性探讨以认知为目的;以认知为目的的探讨预先把握诸原因的知识,把各个事物归纳于原因,从而获得对它们〔各个事物〕的知识;因此,关于原因的论说对自然学的探讨是固有的,以便我们能够就生成与毁灭、以及空间运动、质变乃至或许还包括生长在内的所有其他自然变化给出原因,而考察这些正是自然学者的任务。因为关于按照这些变化所探究的每一事物为何具有这种状态,我们是通过将其归纳到它们的原因和本原中来解决的。因为,无论指出是因为出自这样的东西,还是因为是这样的东西,还是因为由这样的东西所致,亦或是因为这样更好,我们都将被认为给出了原因。
"Ἕνα μὲν οὖν τρόπον αἴτιον λέγεται τὸ ἐξ οὗ ἕως τοῦ καὶ τὰ τούτων γένη." Τέτταρας τρόπους αἰτίων ἀποδόσεως τοὺς πάντας λέγων πρῶτον ἀποδίδωσι τὸ ἐξ οὗ γίνεταί τι ἐνυπάρχοντος. τοῦτο δέ ἐστι τὸ ὑλικὸν καὶ ὑποκείμενον, ὅπερ κατὰ μὲν τὸ ἐξ αὐτοῦ γίνεσθαί τι τῇ στερήσει ἐπικοινωνεῖν δοκεῖ, κατὰ δὲ τὸ ἐνυπάρχοντος τούτου διαφέρει·2 ἐξ ἐκείνης μὲν γὰρ ὡς μετ’ ἐκείνην καὶ ὡς ἐξισταμένης ἐκείνης γίνεται τὸ γινόμενον, ἐκ δὲ τῆς ὕλης ὡς ἐνυπαρχούσης καὶ μεταβαλλούσης ἐξ ἄλλης διαθέσεως εἰς ἄλλην· ὥστε ὁμώνυμον εἶναι τὸ ἐξ οὗ. τοῦ δὲ εἴδους ἡ ὕλη διαφέρει καὶ αὐτοῦ ἐνυπάρχοντος, ὅτι οὐκ ἐκ τοῦ εἴδους γίνεται τὸ γινόμενον· οὔτε γὰρ ἐξισταμένου οὔτε μεταβάλλοντος, ἀλλὰ κατὰ τὸ εἶδος. πρώτην δὲ αὐτὴν ὠνόμασεν ἐν τοῖς αἰτίοις, διότι πάντων ὡς εἰπεῖν οἱ ἀρχαιότεροι τὰς αἰτίας εἰς τὴν ὕλην ἀναφέροντες ἀπεδίδοσαν. κάτω γὰρ ἔφασαν τὸν κύβον φέρεσθαι, ὅτι χαλκοῦς· καὶ πολυχρονιώτερον εἶναι τὸν λέβητα τοῦ κεράμου, διότι ὁ μὲν χαλκοῦς, ὁ δὲ ὀστράκινος. καὶ διὰ τοῦτο δὲ πρώτην ὠνόμασεν, ὅτι κάτωθεν ἐπὶ τὸ ἄνω τὴν πρόοδον ἐποιήσατο. οὐ μόνον δὲ ἡ προσεχὴς ὕλη αἰτία τοῦ γινομένου ἐστίν, ἀλλὰ καὶ τὰ ταύτης γένη. οὐ γὰρ μόνον ὅδε ὁ χαλκὸς τοῦ ἀνδριάντος αἴτιος καὶ ὅδε ὁ ἄργυρος τῆς φιάλης, ἀλλὰ καὶ χαλκὸς ἁπλῶς καὶ ἄργυρος. καὶ εἰ ὕδωρ ταῦτά ἐστι, καὶ τὸ ὕδωρ καὶ ἀνωτέρω τὸ σῶμα.
“因此,在一种意义上,事物从中生成的东西被称为原因”直到“以及它们的类”。 在指出给出原因的方式总共有四种之后,他首先指出了内在其中、事物从中生成的东西。这就是质料性的和基底性的东西;就某物从中生成而言,它似乎与缺乏有相通之处,但就其内在存在而言,则与[缺乏]不同。因为从缺乏中生成的事物,乃是作为在它之后且在它退让时而生成的;而从质料中生成的事物,乃是作为它内在存在并且从一种状态转变为另一种状态而生成的;因此,“从中”一词是同名异义的。而质料也不同于形式,尽管形式本身也内在存在,这是因为生成之物并不是从形式中生成的;因为形式既不退让也不转变,而是依照形式[生成的]。他在诸原因中首先提到质料,是因为更早的学者可以说将一切事物的原因都归纳于质料来给出。因为他们说立方体向下运动是因为它是青铜的,而铜锅比陶罐更耐久是因为前者是青铜的而后者是陶制的。他首先提到它,还因为他采取了自下而上的进程。不仅直接质料是生成之物的原因,而且它的各个类也是原因。因为不仅这块青铜是雕像的原因、这块银是酒杯的原因,而且单纯的青铜和银也是原因;而如果这些是水,那么水也是原因,更上层的物体也是原因。
- 2.22Τῆς πραγματείας οὔσης ... ἀπαριθμήσεται
从开头的独立属格结构(Τῆς πραγματείας οὔσης...)延伸至末尾主句谓语动词(ἀπαριθμήσεται)的长句。主语为承前省略的亚里士多德。在通过前半部分的主句动词(προέθετο, προὐβάλετο, προέθηκε)、从句(如 ἐπειδὴ... ἐρρήθη)和多个分词结构(ἀποδείξας, ὑποθέμενος, διορίσας, συμπληρώσας, ἀναλαβὼν)总结了前文的论述之后,句子落入核心主干 ἀναλαβὼν τὸν λόγον ἐφεξῆς αὐτὰ ἀπαριθμήσεται(“重新提起论题,依序枚举它们”)。
- 2.23κατὰ δὲ τὸ ἐνυπάρχοντος τούτου διαφέρει
在 κατὰ δὲ τὸ ἐνυπάρχοντος τούτου 中,中性定冠词 τὸ 将其后的独立属格结构(ἐνυπάρχοντος τούτου)整体名词化,充当前置词 κατά 的宾语(意为“就此物内在存在而言”)。这与前面的 κατὰ μὲν τὸ ἐξ αὐτοῦ γίνεσθαί τι(定冠词 τὸ 名词化不定式短语)形成平行对比。
