← 辛普里丘

亚里士多德《物理学》注释

§307.23-308.37

工匠比喻与达到目的因的形式探究界限

辛普利丘考察并批判了亚历山大和忒密斯提乌关于亚里士多德将自然学者知晓限度比作工匠之文句的解释。他提出自己的观点,论证青铜和筋腱并非作为质料而是作为技艺的对象/形式被提及,自然学者对形式的探究应当推进至目的因(最善者),并划定了与第一哲学的界限。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.21#2

τίνος γὰρ ἕνεκα ἕκαστον τῶν φύσει γινομένων γίνεται, ὅ ἐστι τὸ φυσικὸν εἶδος καὶ ἡ τῶν φύσει γινομένων τελειότης, θεωρεῖ· περὶ τοῦ τοιούτου οὖν εἴδους, οὗ χάριν ἕκαστον τῶν γινομένων ὑπὸ τῆς φύσεως γίνεται, καὶ περὶ τούτων τῶν εἰδῶν, ἅ ἐστι χωριστὰ μὲν τῷ λόγῳ τῆς ὕλης, ἐν ὕλῃ μέντοι ἡ ὑπόστασις αὐτοῖς, οὐκέτι τὴν γνῶσιν ἐκτείνων ἐπὶ τὰ ἄυλα καὶ χωριστὰ εἴδη”. καὶ εἶχεν ἂν καλῶς ἡ ἐξήγησις, εἰ1 μέχρι τινὸς περὶ τῆς ὕλης ὁ φυσικὸς θεωρεῖ προθέμενος εἰπεῖν ἐπήγαγε ‘μέχρις ὅσου ὁ χαλκεὺς περὶ χαλκῶν καὶ ὁ ἰατρὸς περὶ νεύρων’. νῦν δὲ εἰπὼν μέχρι δὴ πόσου τὸν φυσικὸν δεῖ εἰδέναι τὸ εἶδος καὶ τὸ τί ἐστιν ἐπήγαγεν ἢ ὥσπερ ἰατρὸν νεῦρον ἢ χαλκέα χαλκόν. καὶ ἄλλην δὲ ἐξήγησιν πρὸς τὴν τοιαύτην ἔνστασιν ὑπαντῶσαν ἐπάγει ὡς ἁρμόδιον τῇ γραφῇ τῇ λεγούσῃ ἢ ἰατρὸν νεῦρον ἢ χαλκέα χαλκὸν μέχρι τίνος ἕνεκα. “εἴη γὰρ ἄν, φησί, τὸ λεγόμενον· ὡς ὁ ἰατρὸς καὶ ὁ χαλκεὺς μέχρι τοσούτου περὶ εἴδους λέγουσι καὶ περὶ τούτου, οὗ ἕνεκέν ἐστιν ἡ ὕλη περὶ ἣν καταγίνονται (περὶ γὰρ τοῦ εἴδους τούτου λέγουσιν, οὗ χάριν ὁ μὲν περὶ νεῦρα καὶ σάρκας ὁ δὲ περὶ χαλκὸν καταγίνεται, τοῦ γὰρ ἐν τούτοις γινομένου εἴδους ἀλλ’ οὐ περὶ ἄλλου τινός), οὕτως χρὴ καὶ τὸν φυσικὸν περὶ τοῦ τοιούτου εἴδους λέγειν, οὗ ἐστιν ἡ ὕλη ὕλη καὶ οὗ χάριν ἐστί. τοῦτο δέ ἐστι τὸ ἔνυλον. καὶ περὶ ταῦτα ἅ ἐστι χωριστὰ μὲν εἴδη ἐν ὕλῃ δέ, τουτέστι καὶ περὶ τῶν τοιούτων εἰδῶν, πραγματεύσεται καὶ τὰ τοιαῦτα θεωρήσει”. δοκεῖ δέ μοι ἐν τούτοις μὴ ἀποδοῦναι, μέχρι πόσου οἱ τεχνῖται περὶ τοῦ εἴδους λέγουσιν, οὗ ἕνεκέν ἐστιν ἡ ὕλη περὶ ἣν καταγίνονται. εἰ μὴ ἄρα βούλεται εἰπεῖν μέχρι τοῦ ἔνυλα εἶναι. τοῦτο γὰρ ἐπὶ τοῦ φυσικοῦ σαφέστερον εἶπε. καὶ ἔοικε καὶ ὁ Θεμίστιος οὕτω νοῆσαι· παραφράζων γὰρ τουτὶ τὸ χωρίον “περὶ δὲ αὐτοῦ τοῦ εἴδους φησὶν ἄχρι τίνος, ἢ ὥστε μὴ χωρίζειν αὐτὸ τῆς ὕλης, ἀλλ’ ὥσπερ ὁ ἰατρὸς νεῦρον ἐξετάζει, οὕτως ὁ φυσικὸς ἄνθρωπον”. μήποτε οὖν οὐ συμφωνεῖ2 τούτῳ τὸ ἑξῆς ἐπαγόμενον τὸ τινὸς γὰρ ἕνεκα ἕκαστον. οὐ γὰρ τείνει τοῦτο εἰς τὴν ὡς ἐνύλου γνῶσιν, ἀλλὰ περὶ εἴδους μέν ἐστιν ἡ ζήτησις, μέχρι πόσου δεῖ εἰδέναι τὸ φυσικὸν εἶδος τὸν φυσικόν, περὶ ὃ καταγίνεται. λέγει δὲ ὅτι μέχρις ὅσου τὸν χαλκὸν οἶδεν ὁ χαλκεὺς καὶ τὸ νεῦρον ὁ ἰατρός, οὐχ ὡς ὕλην ταῦτα τῶν τεχνῶν τούτων παραθείς, ἀλλ’ ὡς εἴδη περὶ ἃ καταγίνονται αἱ τέχναι, ὡς ἡ φυσικὴ περὶ τὸ φυσικὸν εἶδος. καταγίνονται δὲ αἱ μὲν τέχναι πρακτικῶς, ἡ δὲ φυσικὴ γνωστικῶς περὶ τὸ οἰκεῖον ὑποκείμενον. ὡς οὖν αἱ τέχναι τὰ ὑποκείμενα αὐταῖς περὶ ἃ ἐνεργοῦσι μέχρι τοσούτου γινώσκουσι, μέχρι τῆς χρείας ἣν παρέχονται τοῖς ἀποτελέσμασι, δι’ ἃ παραλαμβάνονται, οὕτως καὶ ἡ φυσικὴ μέχρις ἐκείνου γνώσεται τὸ φυσικὸν εἶδος, μέχρι τῆς χρείας ἧς ἕνεκα γίνεται καὶ ἔστι. καὶ γὰρ πᾶσα μὲν ἐκ τῶν αἰτίων γνῶσις οἰκειοτάτη πρὸς ἐπιστήμην ἐστίν, ἡ δὲ ἐκ τοῦ τελικοῦ αἰτίου πασῶν ἐστι κυριωτάτη. καὶ ἔοικε τῷ ἐν Φαίδωνι Σωκράτει κατακολουθῶν Ἀριστοτέλης μέχρι τοῦ τελικοῦ αἰτίου προστάττειν τῷ φυσικῷ προάγειν τὴν τῆς αἰτίας ζήτησιν. λέγει γὰρ ἐν ἐκείνοις ὁ Σωκράτης· “εἰ οὖν τις βούλοιτο τὴν αἰτίαν εὑρεῖν περὶ ἑκάστου, ὅπῃ γίνεται καὶ ἀπόλλυται ἢ ἔστι, τοῦτο δεῖν περὶ αὐτοῦ εὑρεῖν, ὅπῃ βέλτιστον αὐτῷ ἐστιν ἢ εἶναι ἢ ἄλλο ὁτιοῦν πάσχειν ἢ ποιεῖν”. τοῦτο δέ ἐστι τὸ οὗ ἕνεκα γίνεται ἢ ἔστιν ἕκαστον. εἰπὼν δὲ ὅτι ὁ φυσικὸς περὶ τὰ τῷ λόγῳ μὲν χωριστὰ τῇ δὲ ὑποστάσει ἔνυλα πραγματεύεται, εἰκότως ἐπάγει ὅτι· τὸ τῇ ὑποστάσει χωριστὸν εἶδος πῶς ἔχει πρὸς τὸ ἔνυλον εἶδος καὶ καθ’ αὑτό· καὶ τί ἐστι, φιλοσοφίας ἔργον ἐστὶ διορίσαι τῆς πρώτης, ἣν ἐν τῇ Μετὰ τὰ φυσικὰ πραγματείᾳ παραδίδωσιν.

“因为他[自然学者]观照由自然生成之物中的每一件是为了什么而生成的,这正是自然的形式和由自然生成之物的完成态;因此,关于由自然生成之物中的每一件为了它而生成的当真那样的形式,并且关于这些在定义上脱离质料、但其存立却在质料之中的形式,他将进行考察,而不再把认识扩展到非质料且分离的形式。” 而且,如果他[亚里士多德]在打算指出自然学者在多大程度上观照质料之后,接着加上“正如铜匠谈论青铜,医生谈论筋腱达到那样的限度”,那么这种解释本是妥当的。但实际上,在说了“那么,自然学者应当在何种程度上认识形式及其是什么”之后,他接着加上的是“或者正如医生认识筋腱,铜匠认识青铜”。因此,他[亚历山大]又引入了另一种回应这一反驳的解释,认为它符合这样一种读法,即“或者医生认识筋腱,或者铜匠认识青铜,直到为了什么”。 “因为所说的意思大概是,”他[亚历山大]说,“正如医生和铜匠在这样一个限度内谈论形式、以及他们所从事的质料是为了什么而存在的当真事物(因为他们所谈论的乃是这形式,其中一人为了它而从事筋腱和肌肉,另一人为了它而从事青铜;因为他们所谈论的是在这些[质料]中生成的形式,而不是任何其他的形式),自然学者同样应当谈论这样一种形式,质料乃是它的质料,且为了它而存在。而这就是具质料者。并且关于这些虽可分离、但却在质料之中的形式,即关于这类形式,他将进行探讨,并观照此类事物。”但在我看来,在这些话中,他并未说明工匠们在多大程度上谈论他们所从事的质料是为了什么而存在的形式——除非他确实意在表达“以具质料为限度”。因为关于自然学者,他把这一点说得更为清楚。看起来忒密斯提乌也是这样理解的;因为在对这段文句进行意译时,他说:“关于形式本身达到何种限度?或者达到不使它脱离质料的程度,正如医生检验筋腱,自然学者亦如此检验人。”然而,接下来补充的“因为每一事物都是为了某种目的”这句话,恐怕与此并不相合。因为这句话并非指向将其作为具质料者的认识,相反,探究关涉的是形式,即自然学者应当在何种程度上认识他所从事的自然形式。他说“正如铜匠认识青铜,医生认识筋腱达到那样的限度”,并不是把这些作为这些技艺的质料列举出来,而是作为技艺所从事的形式列举出来的,正如自然学从事于自然形式一样。技艺是以实践的方式、而自然学是以认知的方式从事其固有的基底。因此,诸技艺在多大程度上认识它们所从事的基底,即达到它们为其被采用所为了的成果提供有用性的限度,自然学也将在同样的限度内认识自然形式,即达到〔自然形式〕为了它而生成和存在的有用性的限度。因为固然一切源于原因的认识都最适于科学知识,但源于目的因的认识在一切之中乃是最首要的。亚里士多德追随《斐多篇》中的苏格拉底,似乎指示自然学者将原因的探究推进至目的因。因为苏格拉底在那些篇幅中说:“因此,若有人想要寻找关于每一事物的因由,即它是如何生成、毁灭或存在的,他就应当探寻关于它的这一点:它如何存在,或者遭受或从事任何其他事情,对它而言才是最好的。”而这正是每一事物为了它而生成或存在的目的。在指出自然学者探讨在定义上可分离、但在存立上具质料的事物之后,他[亚里士多德]理所当然地接着说:在存立上分离的形式相对于具质料的形式以及就其自身而言处于何种状态,以及它是什么,乃是第一哲学的工作来界定的,而他在《形而上学》这部著作中传授了第一哲学。

语法注2 条
  1. 2.21καὶ εἶχεν ἂν καλῶς ἡ ἐξήγησις, εἰ

    此句是由归结句中带有 ἄν 的未完成过去时直陈式(εἶχεν ἄν)与条件从句中带有 εἰ 的不定过去时直陈式(ἐπήγαγε)构成的与过去事实相反的虚拟条件句。辛普利丘借此反驳指出,如果亚里士多德事先打算论述质料然后才加上工匠的比喻,亚历山大的第一种解释本可成立,但现实中文句是紧接在对形式的探究之后提出的。

  2. 2.21μήποτε οὖν οὐ συμφωνεῖ

    由 μήποτε 引导直陈式现在时 συμφωνεῖ 构成的惯用表达,表示委婉的断定或质疑(“恐怕……并不相合”)。其主语是紧随其后的中性实体化词组 τὸ ἑξῆς ἐπαγόμενον τὸ τινὸς γὰρ ἕνεκα ἕκαστον(即“接下来补充的‘因为每一事物都是为了某种目的’这句话”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:307.23-308.37