- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:306.1-307.23
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
关于亚里士多德所谓自然学者应在何种程度上认识形式这一问题(194b9),辛普里丘阐明自然学者的考察对象是具有目的论限度的具质料形式,审视了文句的重音与异文,并提出了亚历山大针对工匠类比中青铜与筋腱实为质料而非形式这一疑难所作的解释。
" Μέχρι δὴ πόσου τὸν φυσικὸν δεῖ εἰδέναι ἕως τοῦ φιλοσοφίας ἔργον διορίσαι τῆς πρώτης." Δείξας ὅτι τοῦ φυσικοῦ ἐστι καὶ τὸ εἶδος γινώσκειν καὶ τὴν ὕλην, εἰκότως ἐφεξῆς προείλετο λέγειν μέχρι πόσου τούτων ἑκάτερον ἔδει τὸν φυσικὸν ζητεῖν. ἀλλὰ περὶ μὲν τῆς ὕλης ἤδη δοκεῖ διωρικέναι, ὅτι μέχρι τοσούτου ὁ φυσικὸς ἐπισκέψεται, ὥστε τὴν περὶ αὐτὴν θεωρίαν εἰς τὸ εἶδος ἐπαναφέρειν. διὸ λοιπὸν μέχρι πόσου τὸ εἶδος καὶ τὸ τί ἐστι δεῖ εἰδέναι ζητεῖ. ἀλλὰ καὶ εἰπὼν τῷ φυσικῷ τὸν περὶ τοῦ εἴδους λόγον προηγούμενον ἔσεσθαι, οὐκ ἄνευ μέντοι τῆς ὕλης, εἰκότως νῦν διαπορεῖ, μέχρι πόσου τῷ φυσικῷ ὡς φυσικῷ ἡ τοῦ εἴδους γνῶσις προσήκει δηλονότι τοῦ φυσικοῦ. ἔστι γάρ τινα εἴδη καὶ ὑπὲρ τὰ φυσικά, περὶ ὧν οὐκ ἔστιν εἰπεῖν τοῦ φυσικοῦ. καὶ λέγει ὅτι ὁ φυσικὸς περὶ τοῦ φυσικοῦ εἴδους ὡς φυσικὸς μέχρι τόσου ἐρεῖ, μέχρις ὅσου καὶ ὁ χαλκεὺς περὶ χαλκοῦ καὶ ὁ ἰατρὸς περὶ νεύρου. ἑκάτερος δὲ τούτων ἐρεῖ μέχρι τοσούτου, μέχρις ὅσου χρήσιμον ἕκαστον τούτων εἰς τὴν οἰκείαν τέχνην ἐστί, τὰς πρώτας ἀρχὰς τοῦ νεύρου καὶ τοῦ χαλκοῦ οὐδέτερος αὐτῶν πολυπραγμονῶν. καὶ ὁ φυσικὸς οὖν περὶ τοῦ φυσικοῦ εἴδους ἐρεῖ, μέχρι τίνος τόδε τι τοῦτό ἐστι. καὶ γὰρ ἕκαστον τῶν φύσει γινομένων τινὸς ἕνεκα καὶ γίνεται καὶ ἔστιν, ὅπερ τέλος ἐστὶ τοῦ πράγματος. καὶ ὁ τοῦτο εὑρὼν εἰς τέλος ἦλθε τῆς θεωρίας τῆς περὶ τῶν φυσικῶν εἰδῶν περὶ ταῦτα τὴν σκέψιν ποιούμενος, ἅ ἐστι χωριστὰ μὲν τῷ λόγῳ εἴδη, ἔνυλα δέ· ὥστε καὶ περὶ τοῦ ἐνύλου εἴδους, ἀλλ’ οὐχὶ παντὸς εἴδους, καὶ μέχρι τοῦ τίνος ἕνεκα ἔστι τοῦτο ἢ γίνεται, ὁ φυσικὸς ἐπισκέψεται. καί μοι δοκεῖ κατάλληλος ἡ λέξις φαίνεσθαι, ἐὰν καὶ ἐπὶ μὲν τοῦ μέχρι τίνος βαρύνωμεν τὸ τίνος (ταὐτὸν γάρ ἐστι τῷ μέχρι πόσου) καὶ ἐπὶ τοῦ τίνος γὰρ ἕνεκα ἕκαστον βαρυτόνως προενέγκωμεν τὸ τίνος (δηλοῖ γὰρ τὸ ἄχρι τοῦ τέλους τὸ ἄχρι τοῦ τίνος ἕνεκα)· καὶ δὴ καὶ εἰ γράφοιτο μέχρι τίνος ἕνεκα, τινὸς γὰρ ἕνεκα ἕκαστον (λέγει γὰρ καὶ τοιαύτην γραφὴν ὁ Ἀλέξανδρος) τὸ μὲν πρῶτον τίνος βαρυνοῦμεν, τὸ δὲ δεύτερον ὀξυνοῦμεν.1 εἰπὼν δὲ ὅτι περὶ τὰ ἔνυλα εἴδη ὁ φυσικὸς ἕξει καὶ τοῦτο μέχρι τοῦ τέλους προβήσεται, ὅτι ἔνυλα τὰ φυσικὰ εἴδη ἐστί, δείκνυσιν ἐκ τοῦ καὶ τὰ αἴτια αὐτῶν τά τε προσεχῆ καὶ τὰ ἀναβεβηκότα καὶ αὐτὰ ἔνυλα εἶναι. καὶ γὰρ τὸ προσεχῶς γεννῶν τὸν ἄνθρωπον ἄνθρωπός ἐστιν ἔνυλος καὶ αὐτὸς ὤν, καὶ τὸ ἐπαναβεβηκὸς τούτων ποιητικὸν πάντων τῶν γινομένων κατὰ φύσιν αἴτιον ὁ ἐμφανὴς ἥλιος εἶδος καὶ αὐτὸς ἔνυλον. “καθόλου δέ, φησὶν ὁ Ἀλέξανδρος, τὸ γινόμενον φύσει δοκεῖ αὐτὸ ὑπὸ τοῦ αὐτοῦ γίνεσθαι ἢ εἴδει ἢ γένει ἢ ὅλως ὑπὸ ἐνεργείας. ὑπὸ ἡλίου γοῦν οὕτως τὰ γινόμενα γίνεται ὡς ὑπὸ ἐνεργείας· θερμαινόμενα γὰρ καὶ ψυχόμενα ὑπὸ τῆς ἐνεργείας τῆς ἐκείνου. καὶ δῆλον μὲν ὅτι καὶ τὰ κατὰ τέχνην γινόμενα, ὑπὸ ἐνεργείας γίνεται ἀλλ’ οὐ φυσικῆς”. μήποτε δὲ ἄνθρωπος μὲν ἐξ ἀνθρώπου ὑπὸ τοῦ αὐτοῦ τῷ εἴδει γίνεται, ὑφ’ ἡλίου δὲ ὑπὸ τοῦ αὐτοῦ τῷ γένει, ὡς ἔνυλος ἐξ ἐνύλου. σημειοῦται δὲ ὁ Ἀλέξανδρος καὶ ἐκ τῶν ἐνταῦθα λεγομένων, ὅτι κατὰ Ἀ̓ριστοτέλην συνῆπται τῷ θείῳ σώματι ἡ τῶν ἐνταῦθα γένεσις καὶ οὐκ ἀπήρτηται ἀπ’ αὐτοῦ. Ἀλλὰ πῶς ζητῶν μέχρι πόσου τὸν φυσικὸν δεῖ εἰδέναι τὸ εἶδος καὶ τὸ τί ἐστι μέχρι τινός, φησίν, ὥσπερ ἰατρὸν νεῦρον, ἢ χαλκέα χαλκόν;2 ὁ γὰρ χαλκὸς ὡς ὕλη τῷ χαλκεῖ ὑποβέβληται καὶ τὸ νεῦρον τῷ ἰατρῷ. τούτοις γὰρ ἐπάγουσι τὰ ἀπὸ τῆς τέχνης εἴδη, ὁ μὲν χαλκεὺς τῷ χαλκῷ τὸ τοῦ ἀμφορέως εἰ τύχοι, ὁ δὲ ἰατρὸς τῷ νεύρῳ τὸ τῆς ὑγιείας. πῶς οὖν μέχρις ὅσου περὶ τῆς ὕλης οἱ τεχνῖται ζητοῦσι, μέχρι τοσούτου περὶ τοῦ εἴδους τὸν φυσικόν φησι ζητεῖν; ταύτην δὴ τὴν ἔνστασιν ἐννοήσας ὁ Ἀλέξανδρος καὶ ἄλλην ἐξήγησιν ἐπάγει γράφων οὕτως· ‘ἢ εἰπὼν πρῶτον μέχρι τινὸς ἐρεῖ ὁ φυσικὸς περὶ τῆς ὕλης ὥσπερ καὶ οἱ τεχνῖται (καὶ γὰρ οὗτοι μέχρι τινὸς περὶ τῆς ὑποκειμένης ὕλης αὐτοῖς θεωροῦσιν) ἑξῆς πάλιν περὶ τοῦ εἴδους λέγει, μέχρι πόσου καὶ περὶ ποίου εἴδους ὁ φυσικὸς θεωρεῖ.
“那么,自然学者应当在何种程度上认识[形式及其是什么]……直到‘界定这是第一哲学的工作’。” 在表明认识形式和认识质料皆属于自然学者之后,他理所当然地接着着手论述自然学者应当在何种程度上探究这两者中的每一项。然而关于质料,他[亚里士多德]似乎已经规定过,自然学者将考察它到这样一种程度,即把对它的观照引回形式。因此,剩下要探究的就是应当在何种程度上认识形式及其是什么。但是,在指出关于形式的论述对自然学者而言是首要的、然而绝非脱离质料之后,他现在合乎情理地提出疑难:作为自然学者的自然学者,对形式的认识在何种程度上属于他——显然是自然的形式。因为也存在着某些超越自然事物的形式,谈论这些形式并不属于自然学者。并且他[亚里士多德]说,作为自然学者的自然学者谈论自然形式,将达到这样一个程度,犹如铜匠谈论青铜,医生谈论筋腱。而这两者中的每一位谈论这些事物,都是以每一事物对其固有的技艺有用为限度,他们中没有一人去深究筋腱和青铜的第一原理。因此,自然学者谈论自然形式,也将达到这特定之物作为什么而存在的限度。因为由自然生成的事物中的每一件,其生成和存在都是为了某种目的,而这正是该事物的终极目的。找到这一点的人,便达到了对自然形式之观照的极点,其探究所针对的是那些在定义上可分离、然而具质料的形式;因此,自然学者所考察的乃是具质料的形式,而非一切形式,且考察将达到此事物的存在或生成是为了什么这一限度。在我看来,如果我们在“直到什么”(μέχρι τίνος)中把 τίνος 读作低音(因为这与“达到何种程度”相同),并在“因为每一事物是为了什么”中同样将 τίνος 低音发音(因为“直到终极目的”表明了“直到为了什么”),文句就显得很通顺;尤其是如果写成“直到为了什么,因为每一事物是为了某种目的”(亚历山大也提到了这样一种异文),我们就会把第一个 τίνος 读作低音,而把第二个 τινός 读作高音。在指出自然学者将关涉具质料的形式且这一考察将推进至终极目的之后,他从自然形式的近阶原因和上位原因本身也具质料这一事实出发,表明自然形式是具质料的。因为直接生成人的是人,他自身也是具质料的,而生成依凭自然生成之万物的上位动力因,即可见的太阳,其自身也是具质料的形式。“总体而言,”亚历山大说,“依凭自然生成的事物,似乎要么由在形式上相同者生成,要么由在属上相同者生成,要么完全由现实活动生成。至少由太阳生成的事物,其生成的方式正如由现实活动生成一样;因为它们受其现实活动的加热和冷却。显然,依凭技艺生成的事物也是由现实活动生成的,但不是自然现实活动。”但或许人由人生成是由形式上相同者生成,而由太阳生成则是由属上相同者生成,即具质料者由具质料者生成。亚历山大还根据这里的说法指出,按照亚里士多德,此界事物的生成是与神圣天体相联结的,并未与它割裂开来。但是,既然探究的是自然学者应当在何种程度上认识形式及其是什么,他[亚里士多德]怎么会说“达到某个限度,正如医生认识筋腱,或铜匠认识青铜”呢?因为青铜作为质料奠定在铜匠之下,筋腱对医生亦是如此。因为他们是将来自技艺的形式施加于这些[质料]之上,铜匠将双耳罐的形式(假定而言)施加于青铜,医生将健康的形式施加于筋腱。那么,他怎么会说工匠在多大程度上探究质料,自然学者就在多大程度上探究形式呢?察觉到这一反驳之后,亚历山大引入了另一种解释,写道:“或者,在首先指出自然学者将如工匠一样在某个限度内谈论质料之后(因为工匠也是在某个限度内观照奠定在他们之下的质料),他接着又反过来谈论形式,即自然学者在何种程度上以及关于何种形式进行观照。”
- 2.21βαρύνωμεν τὸ τίνος ... βαρυτόνως προενέγκωμεν ... ὀξυνοῦμεν
古代希腊语语法中的重音术语用法。在古代语法体系中,锐音不在末音节上的词(此处为倒数第二音节带锐音的疑问/关系代词 τίνος)被归入广义的“低音/平调”(βαρύτονος)。相对地,重音在末音节上的不定代词 τινός 则称为“高音/锐音”(ὀξύτονος)。辛普里丘在此通过重音的区分来判定亚里士多德原文究竟应当解读为疑问/关系结构(“直到何物”、“为了何物”)还是不定结构(“为了某物”)。
- 2.21Ἀλλὰ πῶς ζητῶν μέχρι πόσου τὸν φυσικὸν δεῖ εἰδέναι τὸ εἶδος καὶ τὸ τί ἐστι μέχρι τινός, φησίν, ὥσπερ ἰατρὸν νεῦρον, ἢ χαλκέα χαλκόν;
该句的核心骨架为“πῶς [...] [τοῦτο] φησίν”(他如何能说出这番话?),疑问词 πῶς 统摄分词短语“ζητῶν μέχρι πόσου...”(在探究自然学者应在何种程度上认识形式及其是什么的同时),其所引述的内容为“μέχρι τινός, ὥσπερ ἰατρὸν νεῦρον, ἢ χαλκέα χαλκόν”(达到某个限度,正如医生认识筋腱,或铜匠认识青铜)。该句将亚里士多德的原文嵌套进责难性的反问中,突显出青铜和筋腱对工匠而言实为质料而非形式这一构文与逻辑上的冲突。
