← 辛普里丘

亚里士多德《物理学》注释

§304.19-305.36

主导性技艺对质料的认识与自然学的探究范围

辛普里丘注解了亚里士多德关于主导性技艺(使用技艺与统摄性制作技艺)同样认识并支配质料的论述(194a36起),以及由质料是相对于形式的关系者且不同形式具有不同近阶质料出发、确立自然学必同时考察形式、质料与缺失的论证(194b8起)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.19

" Δύο δὴ αἱ ἄρχουσαι τῆς ὕλης καὶ αἱ γνωρίζουσαι τέχναι ἕως τοῦ ἄλλῳ γὰρ εἴδει ἄλλη ὕλη." Εἰπὼν ὅτι ἔνιαι τῶν τεχνῶν καὶ ποιοῦσι τὴν ὕλην, καὶ οὐ μόνον γνωρίζουσι, νῦν δείκνυσιν ὅτι καὶ αἱ ἀρχιτεκτονικαὶ τῶν τεχνῶν αἱ μάλιστα δοκοῦσαι πρὸς τὸ εἶδος ὁρᾶν οὐδὲ αὗται τὴν ὕλην ἀγνοοῦσι. δύο δέ φησιν εἶναι τὰς ἀρχιτεκτονικάς. τὴν χρωμένην οἷον τὴν κυβερνητικήν, ἥτις ὁποῖόν τι τὸ εἶδος εἶναι χρὴ τοῦ πηδαλίου γνωρίζει, τό τε σχῆμα καὶ τὸ μέγεθος ἐπιτάττων καὶ τὴν ὕλην ὁρίζων,1 ὅτι καὶ ξύλον εἶναι χρὴ μήτε ἀπόσκληρον μήτε πάνυ λυγιζόμενον. ἑτέρα δέ ἐστιν ἀρχιτεκτονικὴ τῶν κατὰ μέρος ποιητικῶν τεχνῶν τά τε εἴδη καὶ τὰς ὕλας ὁρίζουσα, οἵα ἡ κοινῶς λεγομένη ναυπηγικὴ πολλῶν περὶ τὴν ναῦν τεχνῶν ἀσχολουμένων αὕτη πρὸς τὴν τοῦ ὅλου χρείαν πάντα ἀναφέρουσα τό τε εἶδος τοῦ ξύλου ἀφ’ οὗ χρὴ γενέσθαι τὸ πηδάλιον ὁρίζει, ὅτι ἀπὸ κυπαρίσσου εἰ τύχοι τὰς τοίας καὶ τοίας κινήσεις ὑπομενούσης, ὡς ὥρισεν ὁ κυβερνήτης. ἀλλ’ εἰ ὁ κυβερνήτης ὁποῖόν τι τὸ εἶδος τοῦ πηδαλίου γνωρίζει καὶ ἐπιτάττει, πῶς ἄρχειν καὶ τῆς ὕλης λέγεται; ὁ μὲν οὖν Ἀλέξανδρός φησιν ὅτι “ἀναγκαῖον καὶ τούτῳ γνωρίζειν τὴν ὕλην χρωμένῳ τῇ νηὶ οὐχ ἁπλῶς εἴδει οὔσῃ ἀλλὰ μετὰ ὕλης τοιᾶσδε”. μήποτε δὲ καὶ τὸ εἶδος καὶ ἡ ὕλη τοῦ πηδαλίου ὕλη τοῦ χρωμένου ἐστί.2 διὸ τὸ εἶδος τοῦ πηδαλίου γνωρίζοντα καὶ ἐπιτάττοντα τῆς ὕλης ἄρχειν αὐτόν φησι. δυνατὸν δὲ καὶ ὅτι κἂν τὸ προσεχὲς μὴ οἶδεν, ὅτι κυπαρίττινον εἶναι χρὴ τὸ πηδάλιον, ἀλλὰ τό γε κοινότερον οἶδεν, ὅτι εὐκαμπὲς ἀλλ’ οὔτε ἀπόσκληρον οὔτε εὐλύγιστον εἶναι χρὴ τὸ ξύλον τοῦ πηδαλίου. εἰδὼς οὖν καὶ ἐπιτάττων τοῦτο εἰκότως ἄρχειν καὶ οὗτος τῆς ὕλης λέγεται. καὶ τὴν χρωμένην ἀρχιτεκτονικήν πως εἶναί φησι, καθ’ ὅσον ἐπιτάττει καὶ αὕτη, ὁποῖον εἶναι χρὴ τὸ πηδάλιον. ἡ γὰρ ἐπιτάττουσα ἀρχιτεκτονικὴ τῆς ποιούσης ἐστί. καὶ ὁ χρώμενος οὖν οὐ μόνον τὴν χρείαν οἶδε τέλος οὖσαν, ἀλλὰ καὶ τὰ πρὸς τὴν χρείαν, οἵα ἐστὶν ἡ ὕλη, καὶ ὁποῖον τὸ τέλος, τουτέστι τὸ εἶδος· καὶ οὗτος τὰ πρὸς τὸ τέλος γινώσκει προσεχέστερον. εἰπὼν δὲ ὅτι τινὲς τέχναι καὶ ποιοῦσι τὴν ὕλην, ἐπέστησε καλῶς, ὅτι ὡς ἐν τοῖς κατὰ τέχνην ἡ ὕλη ὑπὸ τῆς τέχνης γίνεται, οὕτως καὶ ἐφ’ ὧν οὐ γίνεται ἀλλ’ ἔστιν, ὡς ἐπὶ τῶν φυσικῶν, τοῦ εἴδους ἕνεκέν ἐστι. μήποτε δὲ οὐ τοῦτο λέγει, ὅτι ἐν μὲν τοῖς κατὰ τέχνην ἡ τέχνη τὴν ὕλην ποιεῖ, ἐν δὲ τοῖς φυσικοῖς οὐ ποιεῖ (μᾶλλον γὰρ ἡ φύσις τὴν ὕλην ποιεῖ ἤπερ ἡ τέχνη), ἀλλ’ ὅτι ὁ φυσιολόγος οὐ ποιεῖ τὴν ὕλην, ἀλλ’ οὖσαν θεωρῶν ἀνάγεται καὶ αὐτὸς πρὸς τὸ εἶδος ὥσπερ οἱ ποιοῦντες αὐτήν.

“支配质料并认识质料的技艺有二……直到‘因为不同的质料属于不同的形式’。” 在谈及某些技艺不仅认识质料而且也制造质料之后,他现在表明,即使是那些最被认为着眼于形式的主导性技艺,也绝不无知于质料。并且他[亚里士多德]说主导性技艺有两种:一种是使用性的技艺,例如舵手术,它知晓舵应当具有怎样的形式,[舵手]指挥其形状和大小并规定质料,指出木料必须既不过硬也不完全柔韧。另一种是统摄各局部制作技艺的主导性技艺,它既规定形式也规定质料,正如通常所称的造船术;在围绕船只忙碌的诸多技艺中,造船术将一切归结于整体的功用,并规定造舵所需的木料形式,指出它应当(假定而言)由能够承受各种运动的柏木制成,正如舵手所规定的那样。但是,如果舵手知晓并指挥舵应当具有怎样的形式,他怎么又被称为支配质料呢?亚历山大说:“对于使用船只的人而言,认识质料也是必然的,因为船只并非单纯是形式,而是伴随着某种质料的。”然而或许,舵的形式和质料对于使用者而言本身就是质料。因此他[亚里士多德]说舵手因知晓并指挥舵的形式而支配质料。或者这也是可能的:即使他不知道近阶的事实(即舵必须由柏木制成),但他至少知道更普遍的事实(即舵的木料应当具有柔性,但既不可过硬也不可过分易弯)。因此,他既然知晓并指挥这一点,自然也合理地被称为支配质料。并且他[亚里士多德]说使用性的技艺在某种意义上也是主导性的,只要它也指挥舵应当是怎样的;因为指挥性的技艺是统摄制作性技艺的主导性技艺。因此,使用者不仅知晓作为目的的功用,而且知晓朝向功用的事物(即质料是怎样的),以及目的(即形式)是怎样的;而这个人更加直接地认识朝向目的之物。在谈及某些技艺也制造质料之后,他适切地提醒道:正如在依凭技艺的事物中质料由技艺生成,在那些〔质料〕并非生成而是已经存在的事物中,例如在自然事物中,质料同样也是为了形式而存在。但或许他说的并不是在技艺事物中技艺制造质料而在自然事物中不制造(因为自然比技艺更能制造质料),而是说自然学者并不制造质料,而是观照作为现成存在的质料,他自己也如同那些制造质料的人一样被引向形式。

§2.20

"Ἔτι τῶν πρός τι ἡ ὕλη· ἄλλῳ γὰρ εἴδει ἄλλη ὕλη." Καὶ ἐκ τοῦ πρός τι εἶναι τὴν ὕλην πρὸς τὸ εἶδος δείκνυσιν, ὅτι τοῦ αὐτοῦ ἐστι τό τε εἶδος καὶ τὴν ὕλην γνωρίζειν. καὶ ὅτι μὲν πρός τι ἡ ὕλη δείκνυσιν ἐκ τοῦ ἄλλην ἄλλου εἴδους εἶναι κατὰ οἰκειότητα τὴν πρὸς τὸ εἶδος τῆς ὕλης λαμβανομένης,3 ὥστε ἥδε ἂν ἡ ὕλη τοῦδε τοῦ εἴδους εἴη ὕλη καὶ τόδε τὸ εἶδος τῆσδε τῆς ὕλης εἶδος. εἰ δὲ τοῦτο, ἀναγκαῖον τῷ τὸ ἕτερον εἰδότι καὶ θάτερον εἰδέναι. ἀλλὰ πῶς ἄλλη ὕλη ἄλλῳ εἴδει, εἴπερ μία ἡ κοινὴ πάντων ὕλη; ἢ δῆλον ὅτι ἡ προσεχὴς ἄλλη. ὡς δὲ ἑκάστη τούτων ἔχει πρὸς τὸ καθ’ αὑτὴν εἶδος, οὕτως ἡ κοινὴ πάντων πρὸς τὸ ἁπλῶς εἶδος. ὁ οὖν τὸ εἶδος τὸ φυσικὸν ὡς φυσικὸν εἰδὼς καὶ γνωρίζων καὶ τὴν ὕλην εἴσεται τὴν τῷ τοιούτῳ εἴδει τῷ ἐνύλῳ ὑποκειμένην. ἔστιν ἄρα καὶ περὶ τὸ εἶδος καὶ περὶ τὴν ὕλην ἡ φυσική, ἀλλὰ μὴν καὶ περὶ τὴν στέρησιν· τῆς αὐτῆς γὰρ τὰ οὕτως ἀντικείμενα.4

“此外,质料属于关系者;因为不同的质料属于不同的形式。” 他也从质料与形式相对而言属于关系者这一事实出发,表明认识形式与认识质料属于同一个人。至于质料是关系者,他是从当质料按照其对形式的亲和性被把握时“不同的质料属于不同的形式”这一点中予以表明的,以至于这特定的质料是这特定形式的质料,这特定的形式也是这特定质料的形式。如果确实如此,知晓其一者必然也知晓另一者。但是,倘若万物的共同质料是唯一的,怎么会有不同的质料属于不同的形式呢?显然,这是因为近阶的质料是不同的。而正如这些近阶质料中的每一个与其自身的形式相关,万物的共同质料也与单纯的形式相关。因此,知晓并认识作为自然的自然形式的人,也将认识奠定在此类具质料之形式下的质料。由此可见,自然学既关涉形式也关涉质料,不仅如此,它还关涉缺失;因为这样对立的事物[之认识]属于同一种学问。

语法注4 条
  1. 2.19ἥτις ὁποῖόν τι τὸ εἶδος εἶναι χρὴ τοῦ πηδαλίου γνωρίζει, τό τε σχῆμα καὶ τὸ μέγεθος ἐπιτάττων καὶ τὴν ὕλην ὁρίζων

    分词 ἐπιτάττων 与 ὁρίζων 为阳性单数主格,而关系从句的主语 ἥτις 是阴性。这是由于作者在意义上指向了操舵术的施行者即舵手(ὁ κυβερνήτης),属于按意义一致(constructio ad sensum)的语法现象。

  2. 2.19μήποτε δὲ καὶ τὸ εἶδος καὶ ἡ ὕλη τοῦ πηδαλίου ὕλη τοῦ χρωμένου ἐστί

    μήποτε 在此作副词性用法,表达委婉的提议或推测(“或许……不是吗”)。主语是由 καὶ... καὶ... 连接的复合主语(καὶ τὸ εἶδος καὶ ἡ ὕλη),而系动词 ἐστί 采用单数形式是受到单数表语名词 ὕλη 的吸引。

  3. 2.20κατὰ οἰκειότητα τὴν πρὸς τὸ εἶδος τῆς ὕλης λαμβανομένης

    τῆς ὕλης λαμβανομένης 是属格独立结构(“当质料被把握时”)。短语 κατὰ οἰκειότητα τὴν πρὸς τὸ εἶδος(“按照其对形式的亲和性”)作为状语修饰分词 λαμβανομένης。

  4. 2.20τῆς αὐτῆς γὰρ τὰ οὕτως ἀντικείμενα

    属于省略句,属格 τῆς αὐτῆς 补足省略的 [ἐπιστήμης ἐστὶ θεωρεῖν](“属于同一门科学之考察”)。主语为中性复数 τὰ οὕτως ἀντικείμενα(“如此对立的事物”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:304.19-305.36