← 辛普里丘

亚里士多德《物理学》注释

§302.26-304.18

技艺对质料的准备与自然学家的质料认识

辛普里丘就亚里士多德《物理学》卷二第二章(194a33–194a34)进行注解,借助技艺制作与准备质料的类比,以及目的的双重含义(目标本身与作为受益者的人)和使用活动,论证自然学家不仅必须认识形式,也必须认识质料。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.17

" Ἐπεὶ καὶ ποιοῦσιν αἱ τέχναι τὴν ὕλην αἱ μὲν ἁπλῶς αἱ δὲ εὐεργόν." Ταῦτα δοκεῖ συνηγορεῖν τῷ καὶ τὰ πρότερον εἰρημένα δεικτικὰ εἶναι τοῦ καὶ τῆς ὕλης γνωστικὴν ὀφείλειν εἶναι τὴν φυσικήν. μήποτε δὲ πάντα τὰ λεγόμενα, ὡς καὶ πρότερον εἶπον, εἰς τοῦτο τείνει1 εἰς τὸ τὴν φυσικὴν πραγματείαν καὶ τῆς ὕλης καὶ τοῦ εἴδους εἶναι θεωρὸν καὶ τοῦ συναμφοτέρου κατὰ τὸ εἶδος. ὡς γὰρ ὁμολογούμενον ἔχων ὅτι περὶ τοῦ εἴδους, οὕτως νῦν ὅτι καὶ περὶ τῆς ὕλης εἰπεῖν τοῦ φυσικοῦ ἀπὸ τῆς τῶν τεχνῶν πάλιν ὁμοιότητος κατασκευάζει καὶ ἐκ τοῦ μᾶλλον τὴν ἐπιχείρησιν ποιούμενος. εἰ γὰρ αἱ τέχναι μιμούμεναι τὴν φύσιν οὐ μόνον γινώσκουσι τὴν ὕλην, ἀλλὰ καὶ παρασκευάζουσιν αἱ μὲν καὶ ποιοῦσαι αὐτὴν ἁπλῶς ὡς ἡ οἰκοδομικὴ τὰς πλίνθους καὶ ἡ ἰατρικὴ τὰ φάρμακα καὶ ἡ κεραμευτικὴ τὸν πηλὸν καὶ ἡ γραφικὴ τὰ μικτὰ τῶν χρωμάτων, αἱ δὲ εὐεργὸν ποιοῦσαι ὡς ἡ πλαστικὴ μαλάττουσα τὸν κηρὸν καὶ ἡ ἀνδριαντοποιητικὴ τὸν χαλκοῦν εὔρουν ποιοῦσα καὶ ἡ οἰκοδομικὴ τὰς πλίνθους προσχηματίζουσα, πολλῷ μᾶλλον τὸν φυσικὸν ἀνάγκη θεωρὸν γοῦν εἶναι τῆς ὑποβεβλημένης ὕλης τοῖς φυσικοῖς,2 εἴπερ αἱ τέχναι μιμούμεναι τὴν φύσιν, οὕτως γνωρίζουσι τὴν ὕλην ὡς καὶ παρασκευάζειν αὐτήν. ἢ εἰ ἐν ταῖς ποιητικαῖς τέχναις ἡ ποιοῦσα τὸ εἶδος τέχνη καὶ τὴν ὕλην ποιεῖ, καὶ ἐν ταῖς θεωρητικαῖς ἡ τοῦ εἴδους τοῦ ἐνύλου θεωρητικὴ ἐπιστήμη εἴη ἂν καὶ τῆς ὑποβεβλημένης αὐτῷ ὕλης. τάχα δὲ καὶ τὸ μᾶλλον ἡ ἐπιχείρησις ἂν ἔχοι, εἰ λέγοιμεν ὅτι εἰ μᾶλλον ἡ φύσις τὴν ὕλην ποιεῖ ἤπερ ἡ τέχνη, μᾶλλον ὤφειλεν ὁ φυσικὸς γνωρίζειν τὴν ὕλην ἤπερ ὁ τεχνίτης. δεῖξαι οὖν προθέμενος ἐκ τοῦ συνηρτῆσθαι ἀλλήλαις τὰς γνώσεις τοῦ τέλους καὶ τῶν πρὸς τὸ τέλος, ὅτι καὶ τοῦ εἴδους καὶ τῆς ὕλης ἐστὶν ἡ φυσικὴ θεωρός, ὅτι μὲν τέλος ὡς τὸ οὗ ἕνεκα τὸ εἶδός ἐστιν, ἔδειξε διὰ 〈τὸ〉 τὴν συνεχῆ κίνησιν τῆς φύσεως εἰς τὸ εἶδος τελευτᾶν, ὅτι δὲ πρὸς τὸ εἶδος ὡς πρὸς τέλος ἡ ὕλη, μετ’ ὀλίγον ὑπομιμνήσκει. νῦν δὲ ὅτι καὶ τῆς ὕλης θεωρὸς ἐκ τοῦ μᾶλλον ἔδειξεν, ὡς εἴρηται, οὐκ ἀρκεσθεὶς τῇ τῶν ἀρχαίων μαρτυρίᾳ.

“因为诸技艺也制造质料,有的无条件地制造,有的使其易于加工。” 这些话似乎支持了前述诸说也是为了表明自然学应当认识质料这一论点。但正如我此前所言,所说的一切或许都旨在说明:自然学的探究既是对质料又是对形式的观照,并且是按照形式对两者的复合体的观照。因为他既然把关于形式是已经公认的事实把握在手,现在便再次从技艺的相似性出发,并且通过从更甚程度(举轻明重)进行的论证,确立了谈论质料也是自然学家的职责。因为,如果技艺模仿自然,不仅认识质料,而且准备质料——有的甚至无条件地制造质料(如建筑术制造砖块,医术制造药物,陶艺制造黏土,绘画术制造混合颜料),有的则使其易于加工(如塑形术软化蜡,雕像术使青铜易于流动,建筑术预先塑造砖块的外形)——那么,倘若技艺模仿自然而认识质料到了甚至能准备它的地步,自然学家就更有必要至少成为自然事物的基础质料的观照者。或者,如果在制造性的诸技艺中制造形式的技艺也制造质料,那么在理论性的诸学问中,关于具质料之形式的理论科学也应当是关于其基础质料的科学。或许,如果我们说:如果自然比技艺更能制造质料,那么自然学家就应当比匠人更认识质料,这样论证就会具有更甚程度的力量。因此,既然他旨在从目的与朝向目的之物的认识彼此相连这一事实出发,表明自然学是对形式和质料两者的观照者,那么关于形式是作为“所为者”的目的,他已通过自然的连续运动归结于形式而予以说明;至于质料是朝向作为目的的形式,他稍后将会提醒。而现在,正如所说,他不满足于古人的见证,而是通过更甚程度的论证表明了[自然学]也是质料的观照者。

§2.18

"Καὶ χρώμεθα ὡς ἡμῶν ἕνεκα πάντων ὑπαρχόντων ἕως τοῦ εἴρηται δὲ ἐν τοῖς Περὶ φιλοσοφίας." Ὅτι συνήρτηται ἀλλήλοις τὸ τέλος καὶ τὰ πρὸς τὸ τέλος, δείκνυσι καὶ ἐκ τοῦ ἡμᾶς τέλη ὄντας χρῆσθαι ἐκείνοις τοῖς ἡμῶν ἕνεκα παραλαμβανομένοις. καὶ δῆλον ὅτι καὶ τὸ ἐπὶ τῶν τεχνῶν εἰρημένον καὶ τὸ ἐπὶ τῶν τελῶν κατ’ ἐπίτασιν δείκνυσι τὸ προκείμενον· περιττεύει γὰρ τὸ ποιεῖν καὶ χρῆσθαι τοῦ γινώσκειν μόνον. ἀλλὰ πῶς ἡμεῖς τέλη καὶ πῶς χρώμεθα πᾶσιν; ἢ ὅτι διχῶς τὸ τέλος τὸ μὲν ὡς τὸ οὗ ἡ ἔφεσις (ὅπερ σκοπὸν οἱ νεώτεροι καλοῦσιν, οἷον ἡ ὑγίεια ἧς ὁ ἰατρὸς στοχάζεται) τὸ δὲ ἐν ᾧ τοῦτό ἐστι καὶ ᾧ περιγίνεται,3 ὥσπερ ὁ ὑγιαίνων. τοῦτό ἐστι τέλος ὡς τὸ ᾧ, ὃ καὶ ἡμεῖς ἐσμεν. τέλος γὰρ τοῦ ἰατροῦ ὁ ἄνθρωπος οὐχ ὡς τὸ οὗ στοχάζεται οἷον ἡ ὑγίεια, ἀλλ’ ὡς τὸ ᾧ βούλεται αὐτὴν περιποιῆσαι. γέγονε δὲ ἡ διαίρεσις αὐτῷ ἐν τοῖς Νικομαχείοις ἠθικοῖς, ἃ Περὶ φιλοσοφίας καλεῖ φιλοσοφίαν ἰδιαίτερον καλῶν πᾶσαν τὴν ἠθικὴν πραγματείαν. διχῶς οὖν τοῦ τέλους λεγομένου τοῦ τε οὗ καὶ τοῦ ᾧ δείξας ἐπὶ τοῦ προτέρου τὴν τῆς ὕλης γνῶσιν συνημμένην τῇ τοῦ τέλους γνώσει, νῦν ἔδειξε καὶ ἐπὶ τοῦ ἑτέρου τέλους τοῦ ᾧ τοῦτο οὕτως ἔχον. ἡμεῖς γὰρ ὄντες οὕτως τέλη οὐ μόνον ἴσμεν τὰ ἡμῶν χάριν ὄντα, ἀλλὰ καὶ χρώμεθα αὐτοῖς. πάντα δὲ ἡμῶν ἕνεκα ὑπάρχειν λέγει, οὐχὶ τὰ ὄντα πάντα, ἀλλὰ τὰ πρὸς τὴν σωτηρίαν τὴν ἡμετέραν πάντα, οἷά ἐστι τὰ τῶν τεχνῶν ἀποτελέσματα. τούτοις γὰρ χρώμεθα. καὶ ἐσμὲν τέλη τῶν κατὰ τὰς τέχνας γινομένων ἡμεῖς ὡς ἡμῖν ὑπαρχόντων καὶ ἐφ’ ἡμᾶς τὴν ἀναφορὰν ἐχόντων καὶ συνέζευκται ταῦτα τοῖς τέλεσι. καὶ οὐ μόνον ἴσμεν αὐτά, ἀλλὰ καὶ χρώμεθα αὐτοῖς, ὅπερ ἐπὶ πλέον ἐστί. καὶ καθόλου οὗ τὸ τέλος γινώσκειν ἐστί, τούτου καὶ τὰ τοῦ τέλους ἕνεκεν· ὥστε εἰ τοῦ φυσικοῦ ἐστι τὸ εἶδος ὡς τέλος γινώσκειν, τοῦ αὐτοῦ ἂν εἴη καὶ τὸ τοῦ εἴδους ἕνεκεν γινώσκειν, ὅπερ ἐστὶν ἡ ὕλη. εἰ γὰρ “τῶν πρός τι ἐστὶ πρὸς τὸ εἶδος ἡ ὕλη,” ὡς αὐτὸς ἐρεῖ, τῶν δὲ πρός τι ἅμα ἡ γνῶσις, δῆλον ὅτι καὶ τούτων ὁ τὸ ἕτερον εἰδὼς εἴσεται καὶ τὸ ἕτερον.

“并且我们使用[一切事物],仿佛一切都为了我们而存在……直到‘而在《论哲学》中已有论述’。” 目的与朝向目的之物彼此相连,他也从我们作为目的而使用那些为了我们的缘故而取得的事物这一事实中予以表明。显然,在技艺的情形中所说的与在目的的情形中所说的,都是通过强化程度来证明所设定的论题;因为制造与使用比起单纯的认识是更为过剩[更进一步]的。然而,我们怎么是目的,又怎么使用一切事物呢?这是因为目的有两种说法:一种是作为欲望的对象(较晚近的人称之为标靶,例如医生所瞄准的健康),另一种则是此标靶在其中并且为其而得以获得的,例如健康的人。这就是作为“为其者(受益者)”的目的,而我们自己就是这种目的。因为医生的目的乃是人,不是作为他所瞄准的对象(如健康),而是作为他希望为其获取健康的那个对象。这一划分在他那里见于《尼各马可伦理学》,他将该书称为《论哲学》,因为他把全部伦理学探究特称为哲学。因此,既然目的被分为“所为者(目标本身)”与“为其者(受益者)”这两种,他在前一种情形中展示了对质料的认识与对目的的认识相联结,现在他又在另一种目的(即“为其者”)的情形中表明了同样如此。因为我们以这种方式作为目的,不仅知晓那些因我们而存在的事物,而且使用它们。他说“一切都为了我们而存在”,并非指所有存在的事物,而是指为了我们的保全所需的一切事物,例如诸技艺的成果。因为我们正是使用这些事物。并且我们是依照技艺生成的事物的目的,因为它们属于我们并以我们为归宿,而且这些事物与它们的目的相结合。我们不仅知晓它们,而且使用它们,这是更为进一层的。普遍而言,凡是认识目的属于其职责者,认识为了目的的事物也属于同一人的职责;因此,如果认识作为目的的形式属于自然学家,那么认识为了形式的事物(即质料)也应当属于同一个人。因为,正如他自己将要说的,“质料在朝向形式上属于关系者”,而对关系者的认识是同时的,显而易见,在这些事物中,知晓其一者也必将知晓另一者。

语法注3 条
  1. 2.17μήποτε δὲ πάντα τὰ λεγόμενα, ὡς καὶ πρότερον εἶπον, εἰς τοῦτο τείνει

    μήποτε 作副词用,引出带有委婉或审慎语气的断言(“或许”或“难道不是……”),其后直接搭配直陈式动词 τείνει。在此标明辛普里丘对前述解释的修正与自身见解。

  2. 2.17πολλῷ μᾶλλον τὸν φυσικὸν ἀνάγκη θεωρὸν γοῦν εἶναι τῆς ὑποβεβλημένης ὕλης τοῖς φυσικοῖς

    πολλῷ μᾶλλον 引出条件从句(εἰ γὰρ αἱ τέχναι...)的主句中的举轻明重(a fortiori)推论。与无人称动词 ἀνάγκη [ἐστί] 配合,由“宾格不定式结构” τὸν φυσικὸν ... εἶναι 充当主语。τοῖς φυσικοῖς 是受分词 ὑποβεβλημένης 支配的与格(“处于自然事物之基础的”)。

  3. 2.18τὸ μὲν ὡς τὸ οὗ ἡ ἔφεσις ... τὸ δὲ ἐν ᾧ τοῦτό ἐστι καὶ ᾧ περιγίνεται

    阐释目的之双重含义的短语。τὸ οὗ 中的属格关系代词表达目标(“对其产生渴望的对象”,即目标本身)。而后半部分的 ἐν ᾧ 和 ᾧ 则分别表示宿主与受益者,尤其是 ᾧ 作为利益与格(dative of advantage)起作用(“为其获取该目标的受益人”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:302.26-304.18