- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:301.15-302.25
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普利丘阐释了亚里士多德关于自然学必须同时认识质料与形式的论证,这一论证源于技术的类比以及关于目的与朝向目的之手段的知识的同一性。他进一步论述了作为连续运动之极点的形式如何作为最善者成为真正的目的(为了什么),而诸如死亡之类的单纯终局或结果仅是终极而非目的。
εἰ γὰρ ἡ τέχνη μιμεῖται τὴν φύσιν, καὶ ἔστι τῆς αὐτῆς τέχνης τό τε εἶδος γινώσκειν καὶ τὴν ὕλην, καὶ τῆς φυσικῆς ἂν εἴη τὸ γνωρίζειν ἀμφοτέρας τὰς φύσεις. καὶ ὅτι μὲν ἡ τέχνη μιμεῖται τὴν φύσιν ὡς ἐναργὲς παρέλαβεν, ὅτι δὲ τῆς αὐτῆς ἐστι τέχνης τήν τε ὕλην γινώσκειν καὶ τὸ εἶδος, ἔκ τε τῆς ἰατρικῆς καὶ τῆς οἰκοδομικῆς ἐπιστώσατο. δευτέρῳ δὲ χρῆται ἐπιχειρήματι τοιούτῳ· εἰ τῆς αὐτῆς ἐστιν ἐπιστήμης τὸ τέλος καὶ τὸ οὗ ἕνεκα γινώσκειν καὶ τὰ πρὸς τὸ τέλος, οἷον οἰκοδομικῆς τὴν ὀροφὴν καὶ τοὺς τοίχους, ἡ δὲ φύσις καὶ τὸ εἶδος τέλος ἐστὶ καὶ τὸ οὗ ἕνεκα, δῆλον ὅτι καὶ τῆς φυσικῆς ἄν εἴη μὴ μόνον τὴν ὕλην γινώσκειν, ὡς οἱ παλαιοὶ φυσικοὶ λέγουσιν, ἀλλὰ καὶ τὸ εἶδος· ἢ μὴ μόνον τὸ εἶδος, ὅπερ ἐστὶν ἡ κυρίως φύσις, ἀλλὰ καὶ τὴν ὕλην· οὕτως γὰρ ὁ Ἀλέξανδρος ἀκούει. δυνατὸν δὲ ἀμφοτέρως. ἀλλ’ ἡ μὲν ἀπόδειξις τοῦ καὶ τοῦ εἴδους εἶναι τὴν φυσικὴν ὀρθῶς ἔχει ὡς πρὸς τοὺς φυσικοὺς λεγομένη, ἡ δὲ τοῦ καὶ τῆς ὕλης πρὸς τὰ ἐφεξῆς ἐπαγόμενα. Ὁ δὲ ὅλος σκοπὸς τῶν λεγομένων ἔοικε τείνειν εἰς τὸ καὶ τοῦ εἴδους καὶ τῆς ὕλης εἶναι γνωστικὴν τὴν φυσικήν. ὅτι δὲ τὸ εἶδος καὶ ἡ κατὰ τοῦτο φύσις τέλος ἐστὶ τῆς ὕλης, δείκνυσι δυνάμει οὕτως· ἡ ὕλη καὶ ἡ φυσικὴ κίνησις τῆς ὕλης συνεχής ἐστι· τῆς συνεχοῦς κινήσεώς ἐστί τι τέλος τὸ εἶδος, οὗ ἕνεκα ἡ κίνησις, καὶ εἰς ὃ ἐλθοῦσα παύεται. ἡ ἄρα ὕλη καὶ ἡ φυσικὴ ταύτης κίνησις τέλος ἔχει τὸ εἶδος. καὶ γὰρ ἡ ὕλη τῆς μορφῆς ἕνεκα πέφυκε καὶ οὐχ ἡ μορφὴ τῆς ὕλης. τελειοῦται γὰρ τὸ ὑποκείμενον καὶ ἔστι κυρίως, ἐπειδὰν τὸ εἶδος λάβῃ. ὅτι δὲ ἡ συνεχὴς κίνησις εἴς τι τέλος βλέπει, δῆλον ἐξ ὧν ἡ ἄσκοπος κίνησις καὶ μὴ εἰς τέλος ὡρισμένον βλέπουσα, οὐκ ἔστι συνεχὴς ἀλλὰ διακεκομμένη καὶ ἄτακτος. ἐπειδὴ δὲ οὐ πᾶν πέρας καὶ ἔσχατόν τινος τὸ οὗ ἕνεκά ἐστιν, ἀλλὰ τὸ βέλτιστον μόνον (καὶ γὰρ τῆς ἀσκόπου κινήσεως1 καὶ τῶν κατὰ ἀσθένειαν φύσεως γινομένων ἔστι τι τέλος ὡς ἔσχατον, ἀλλ’ οὐκ ἤδη τοῦτο τὸ οὗ ἕνεκά ἐστιν), εἰκότως καὶ τοῦτο διορίζεται. καὶ γελοῖον εἶναί φησι τὸν εἰπόντα ποιητήν· ἔχει τελευτὴν ἧσπερ οὕνεκ’ ἐγένετο. καὶ γὰρ ἡ τοῦ βίου τελευτὴ ἔσχατον μέν ἐστι καὶ πέρας, οὐ μέντοι τέλος ὡς τὸ οὗ ἕνεκα. οὐ γὰρ ἡ γένεσις καὶ αὔξησις τοῦ θανάτου ἕνεκα ἐγένετο, ἀλλὰ τοῦ εἴδους καὶ τῆς τελειότητος τοῦ αὐξομένου, ἐφ’ ἣν τὸ αὐξόμενον κινεῖται συνεχῶς, καὶ γενόμενον ἐν αὐτῇ παύεται τῆς εἰς τὸ πρόσθεν προόδου. καίτοι εἰ εἰς τέλος τὸν θάνατον ἔβλεπεν ἡ φύσις, ἅμα τῷ πληρωθῆναι τὸ ζῷον ἐφθάρη ἄν. νῦν δὲ καὶ μετὰ τὸ ἀπολαβεῖν τὸ οἰκεῖον μέγεθος σῴζεται πολλάκις. εἰ μὴ ἄρα πρόχειρον λέγειν,2 ὅτι οὐ μόνον τῆς διαπλάσεως ἀλλὰ καὶ τοῦ φυσικοῦ βίου τέλος ἐστὶν ὁ θάνατος. πλὴν ὁ θάνατος τέλος καὶ ἔσχατον οὐχ ὡς σκοπός, ἀλλ’ ὡς ἀναγκαῖον σύμπτωμα τῆς τοιαύτης οὐσίας. ὁ δὲ Ἀλέξανδρος ἄμεινόν φησι γεγράφθαι ὧν γὰρ συνεχοῦς τῆς κινήσεως οὔσης ἔστι τι ἔσχατον, τοῦτο τέλος καὶ οὗ ἕνεκα, ἐπεὶ μὴ πᾶν ἔσχατον τέλος. καίτοι καὶ αὐτὸς Ἀριστοτέλης ὁμολογεῖ, μὴ πᾶν τὸ ἔσχατον εἶναι τέλος. μήποτε οὖν μεταγράφειν οὐκ ἀνάγκη τὴν λέξιν. ὧν γὰρ συνεχοῦς, φησί, οὔσης τῆς κινήσεως, τουτέστι τεταγμένης καὶ εἰς σκοπὸν βλεπούσης, ἔστι τι τέλος ὡς πέρας καὶ ἔσχατον, τοῦτο τὸ ἔσχατον τέλος ἐστὶν ὡς τὸ οὗ ἕνεκα καὶ οὐχ ἁπλῶς ἔσχατον, οἷον ἂν εἴη καὶ τῆς ἀορίστου κινήσεως.
因为如果技术模仿自然,并且认识形式与质料属于同一门技术,那么认识这两种自然亦当属于自然学。而且,技术模仿自然这一前提他视为自明,而认识质料与形式属于同一门技术,他则是从医学和建筑术中得到证实的。他又使用了如下的第二条论证:如果认识目的与为了什么,以及朝向目的之物属于同一门科学(正如建筑术认识屋顶与墙壁),而自然与形式乃是目的与为了什么,那么显然,自然学的任务不仅在于认识质料——如古代自然哲学家们所说——而且亦在于认识形式;或者不仅在于认识形式——即本义上的自然——而且亦在于认识质料;因为亚历山大便是这样理解的。然而两种理解皆有可能。不过,证明自然学亦关乎形式这一论证,针对自然学者而言是正确的;而证明它亦关乎质料这一论证,则是针对后文所引出的内容而言是正确的。但所论述内容的总体意图,似乎在于指明自然学乃是对形式与质料二者的认知。至于形式以及依照形式的自然乃是质料的目的,他潜在地作了如下展示:质料以及质料的自然运动是连续的;连续运动有某种目的,即形式,运动是为了它而存在,并且运动到达它便停止。因此,质料及其自然运动以形式为目的。因为质料本性上是为了形状而存在,而不是形状为了质料。因为基质在接受形式时才得以完全,并且成为本义上的存在。连续运动着眼于某一目的,这一点从无目的的、不着眼于确定目的的运动并不是连续的而是中断且无序的这一事实中显而易见。但是,既然并非某物的每一个界限和终极之物都是为了什么,而只有最善者才是(因为即使是无目的的运动以及因自然的衰弱而发生的事物,亦有作为终极的某种终结,但这并不随即就是为了什么),他合理地对此作了界定。他说,那位说出“他迎来了他为其而生的终局”的诗人是可笑的。因为生命的终局确实是终极与界限,然而并不是作为为了什么的目的。因为生成与生长并不是为了死亡而发生,而是为了形式以及生长者的完善性,生长者连续地向着这一完善性运动,并且一旦达到它便停止向前推进。然而,如果自然将死亡视作目的,动物在达到圆满时便会立刻消亡。但事实上,在获得固有的大小之后它往往仍得以保存。除非人们顺理成章地说,死亡不仅是构形、而且亦是自然生命的终结。然而死亡作为终结与终极并不是作为目标,而是作为这种实体的必然附随属性。不过亚历山大说,这样写更好:“因为凡是运动连续、且有某种终极之物的事物,这终极之物就是目的和为了什么”,因为并非所有终极之物都是目的。然而亚里士多德本人亦承认并非所有终极之物都是目的。因此,或许没有必要更改文本。因为他说:凡是在运动连续——即有条理并着眼于目标——的事物中,若有作为界限和终极的某种目的,这一终极之物便是作为为了什么的目的,而非仅仅是那种亦属于非确定运动的终极之物。
- 2.16ὧν γὰρ συνεχοῦς, φησί, οὔσης τῆς κινήσεως
关系代名词 ὧν 是中性复数属格,作为部分属格(“在……之中”)依附于主句的 ἔστι τι τέλος,其后紧接着插入了属格绝对结构 συνεχοῦς τῆς κινήσεως οὔσης。针对亚历山大主张将引文中的 τέλος 校改为 ἔσχατον 的提案,辛普利丘指出 ὧν 结合属格绝对结构的限定功能(将其限定于有序且连续的运动),足以说明亚里士多德的原文无需改动即可通畅理解。
- 2.16εἰ μὴ ἄρα πρόχειρον λέγειν
连词短语 εἰ μὴ ἄρα 表达一种保留或反讽性的让步(“除非顺理成章/轻易地主张……”)。它紧承前文的反事实推论(即动物若以死亡为目的则一旦成熟便当死亡,而事实并非如此),提出一种将死亡视作生命终点的常识性假设,随后立即在下一句中通过“然而死亡作为终结……并不是作为目标”将其否定。
