← 辛普里丘

亚里士多德《物理学》注释

§299.13-301.14

形式与质料的认识及早期哲学家的观点

针对亚里士多德《物理学》卷二第二章(194a12–15)关于自然哲学家依形式认识形式与质料两者的论点,辛普里丘探讨了前苏格拉底哲学家对质料与形式的把握(尤其是恩培多克勒、德谟克利特,以及亚里士多德为何略去阿那克萨戈拉的理智),并阐述了自然哲学家应当同时认识两种自然的技术归纳论证的引入。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.15

" Ἐπεὶ δὲ ἡ φύσις διχῶς, τό τε εἶδος καὶ ἡ ὕλη ἕως τοῦ οὔτε κατὰ τὴν ὕλην." Εἰπὼν ὅτι τῶν μαθηματικῶν ἐπιστημῶν αἱ μὲν χωρίζουσαι τῆς ὕλης τά τε πέρατα καὶ τὰ συμβεβηκότα οὕτως αὐτὰ σκοποῦσιν (ὡς ἡ γεωμετρία περὶ γραμμῆς φυσικῆς ζητεῖ ἀλλ’ οὐχ ᾗ φυσική), αἱ δὲ τοῖς χωριστοῖς μὲν τῆς ὕλης χρῶνται (οἷον μαθηματικῇ γραμμῇ, ἀλλ’ οὐχ ᾗ μαθηματική, ἀλλ’ ᾗ φυσική) ὥσπερ ἡ ὀπτική, εἰκότως ἐπάγει πῶς ἡ φυσικὴ γινώσκει τὰ φυσικά. καί φησιν ὅτι ὡς σύνθετα μὲν αὐτὰ ἐξ ὕλης καὶ εἴδους γινώσκει, ἀλλ’ οὐχὶ κατὰ τὴν ὕλην ἀλλὰ κατὰ τὸ εἶδος, ὡς ὁ τὸ σιμὸν γινώσκων γινώσκει μὲν μετὰ τῆς ῥινός, ἀλλὰ κατὰ τὴν κοιλότητα. καὶ τοῦτο εἰκότως. ὁ γὰρ φυσικὸς τῆς φύσεώς ἐστι θεωρός. διχῶς δὲ ἡ φύσις κατά τε τὴν ὕλην καὶ κατὰ τὸ εἶδος, καὶ κυριώτερον κατὰ τὸ εἶδος. εἰκότως οὖν τὸ συναμφότερον γινώσκει κατὰ τὸ εἶδος. καὶ εἴπερ ἡ μὲν ὕλη κατὰ ἀναλογίαν ἐστὶ γνωστή, τὸ δὲ εἶδος κατὰ ἐπέρεισιν, εἰκότως κατὰ τὸ εἶδος ἡ τοῦ συνθέτου γνῶσις ἐπιτελεῖται.

“既然自然有双重含义,既作为形式亦作为质料”至“亦非依照质料”。 在阐述了数学诸科学中,有的将界限和偶性从质料中分离出来并以此进行考察(例如几何学探究自然的线,但不是作为自然的线来探究),而有的则使用从质料中分离之物(例如数学的线,但不是作为数学的线,而是作为自然的线来使用),正如光学那样之后,[亚里士多德]合理地引出自然学如何认识自然事物。他说,自然学将自然事物作为由质料与形式构成的复合体来认识,但不是依照质料,而是依照形式,正如认识朝天鼻的人连同鼻子一同认识,却是依照凹曲性来认识一样。这也是合乎情理的。因为自然哲学家是自然的观照者。而自然依质料和依形式有双重含义,且更本义地是依照形式。因此,他依照形式来认识这两者的复合体是合乎情理的。而且,如果质料是通过类比而被认知的,而形式是通过直接把握而被认知的,那么复合体的知识依照形式而达成就是合乎情理的。

§2.16#1

"Καὶ γὰρ δὴ καὶ περὶ τούτου ἀπορήσειεν ἄν τις ἕως τοῦ ἀλλὰ τὸ βέλτιστον." Εἰπὼν ὅτι διχῶς ἡ φύσις καὶ ὅτι περὶ ἀμφοῖν εἰπεῖν τοῦ φυσικοῦ, κατὰ τὴν κυριωτέραν μέντοι, καὶ τοῦτο ἀποφηνάμενος ἄνευ ἀποδείξεως, ὡς ἂν τῷ ἐπιπολαίως ἀκούοντι δόξειεν, ἐπεὶ αὐτὸς τὴν ἀπόδειξιν ἐνεδείξατο (εἰ γὰρ διχῶς ἡ φύσις, καὶ ἡ ἑτέρα τῆς ἑτέρας κυριωτέρα καὶ γνωριμωτέρα), περὶ ἀμφοῖν ἂν εἴη τοῦ φυσικοῦ λέγειν κατὰ τὴν κυριωτέραν, πλὴν ὡς ἀναποδείκτως εἰρημένου ἀπορίας ἄξιον εἶναί φησιν, εἴπερ δύο αἱ φύσεις αἱ στοιχειώδεις, περὶ ποτέρας ἂν εἴη τοῦ φυσικοῦ. καὶ ἐκ διαιρέσεώς πως προάγει τὴν ζήτησιν. ἢ γὰρ περὶ τῆς ἑτέρας ἢ περὶ ἑκατέρας ἢ περὶ τοῦ ἐξ ἀμφοῖν. καὶ εἰ περὶ τοῦ ἐξ ἀμφοῖν δῆλον ὅτι καὶ περὶ ἑκατέρας. ἀδύνατον γὰρ τὸ σύνθετον γινώσκειν ἀγνοοῦντα τὰ ἁπλᾶ. εἰ δὲ περὶ ἑκατέρας τῆς τε ὕλης καὶ τοῦ εἴδους, ἆρα τῆς αὐτῆς ἐστιν ἑκατέραν γνωρίζειν ἢ ἑτέρας καὶ ἑτέρας, ἐν δὴ τῇ τοιαύτῃ διαιρέσει τὸ ἑκατέρας τμῆμα καθ’ αὑτὸ παρῆκεν ὡς μέλλων αὐτὸ μετὰ τοῦ συναμφοτέρου παραδιδόναι. οὕτως οὖν τὴν ζήτησιν διελὼν δείκνυσιν ὅτι οἱ ἀρχαῖοι φυσικοὶ περὶ τὴν τοῦ ἑτέρου ζήτησιν διέτριβον τοῦ κατὰ τὴν ὕλην, ἐπὶ σμικρὸν τοῦ Ἐμπεδοκλέους καὶ τοῦ Δημοκρίτου τῆς κατὰ τὸ εἶδος φύσεως ἁψαμένων. Ἐμπεδοκλῆς μὲν γὰρ τὸ νεῖκος καὶ τὴν φιλίαν ὡς εἰδοποιοὺς αἰτίας ἐν ταῖς ἀρχαῖς ἀποθέμενος, Δημόκριτος δὲ τὸ σχῆμα καὶ τὴν θέσιν καὶ τὴν τάξιν, τὸ εἶδος οἶμαι κατὰ τὸν λόγον ἀφορίζει,1 καθ’ ὃν ἕκαστα ἐποίουν· καὶ γὰρ λόγῳ τινὶ ποιεῖ σάρκας καὶ ὀστοῦν καὶ τῶν ἄλλων ἕκαστον. λέγει γοῦν ἐν τῷ πρώτῳ τῶν Φυσικῶν· ἡ δὲ Χθὼν ἐπίηρος ἐν εὐτύκτοις χοάνοισι τὰ δύο τῶν ὀκτὼ μερέων λάχε Νήστιδος αἴγλης, τέτταρα δ’ Ἡφαίστοιο. τὰ δ’ ὀστέα λευκὰ γένοντο Ἁρμονίης κόλλησιν ἀρηρότα θεσπεσίηθεν, τουτέστιν ἀπὸ τῶν θείων αἰτίων καὶ μάλιστα τῆς Φιλίας ἤτοι Ἁρμονίας· ταῖς γὰρ ταύτης κόλλαις ἁρμόζεται. “Ἀναξαγόρου δέ, φησὶν Ἀλέξανδρος, οὐκ ἐμνημόνευσε καίτοι τὸν νοῦν ἐν ταῖς ἀρχαῖς τιθέντος, ἴσως, φησίν, ὅτι μὴ προσχρῆται αὐτῷ ἐν τῇ γενέσει”.2 ἀλλ’ ὅτι μὲν προσχρῆται, δῆλον, εἴπερ τὴν γένεσιν οὐδὲν ἄλλο ἢ ἔκκρισιν εἶναί φησι, τὴν δὲ ἔκκρισιν ὑπὸ τῆς κινήσεως γίνεσθαι, τῆς δὲ κινήσεως αἴτιον εἶναι τὸν νοῦν. λέγει γὰρ οὕτως Ἀναξαγόρας· “καὶ ἐπεὶ ἤρξατο ὁ νοῦς κινεῖν, ἀπὸ τοῦ κινουμένου παντὸς ἀπεκρίνετο, καὶ ὅσον ἐκίνησεν ὁ νοῦς, πᾶν τοῦτο διεκρίθη· κινουμένων δὲ καὶ διακρινομένων ἡ περιχώρησις πολλῷ μᾶλλον ἐποίει διακρίνεσθαι.” ἀλλὰ διὰ τοῦτο τοῦ Ἀναξαγόρου οὐκ ἐμνήσθη, ὅτι τὸν νοῦν ὁ Ἀναξαγόρας οὐκ ἔλεγεν εἶδος ἔνυλον, οἷον ἦν τὸ νῦν ζητούμενον, ἀλλὰ διακριτικὸν καὶ κοσμητικὸν αἴτιον χωριστὸν ἀπὸ τῶν κοσμουμένων καὶ ἄλλης ὂν ὑποστάσεως παρὰ τὰ κοσμούμενα. “νοῦς, γάρ φησιν, ἐστὶν ἄπειρον καὶ αὐτοκρατὲς καὶ μέμικται οὐδενὶ χρήματι, ἀλλὰ μόνος αὐτὸς ἐφ’ ἑαυτοῦ ἐστι.” καὶ τὴν αἰτίαν τούτου προστίθησι. μήποτε δὲ καὶ διὰ τοῦτο οὐκ ἐμνημόνευσεν Ἀναξαγόρου, ὅτι ὁ παρ’ αὐτῷ νοῦς οὐ ποιεῖν ἀλλὰ διακρίνειν ὄντα τὰ εἴδη δοκεῖ. δῆλον δὲ ὅτι ἡ ἀπὸ τῆς ἡνωμένης ὑποστάσεως, καθ’ ἣν ὁμοῦ πάντα χρήματα ἦν, διάκρισις ἡ νοερὰ ποίησις ἦν. Ταῦτα δ’ οὖν εἰπὼν ἐπάγει λοιπὸν ἀποδεικτικοὺς λόγους τοῦ δεῖν τὸν φυσικὸν ἀμφοτέρας γνωρίζειν τὰς φύσεις τήν τε κατὰ τὴν ὕλην καὶ τὴν κατὰ τὸ εἶδος, καὶ οὐ μόνον τὴν κατὰ τὴν ὕλην, ὡς οἱ πολλοὶ τῶν φυσικῶν ἐνόμιζον. καὶ ἔστιν ὁ πρῶτος λόγος ἀπὸ τῆς τῶν τεχνῶν ἐπαγωγῆς.

“因为确实有人亦会对这一问题产生疑惑”至“而是最善的”。 在指出自然有双重含义,且自然哲学家的任务是论述这两者、但要依照更本义者来论述,并且在未加证明的情况下表明了这一点——正如浅尝辄止的听者可能认为的那样,因为他本人已经暗示了证明(因为如果自然具有双重含义,且其中一方比另一方更本义且更易知,那么自然哲学家的任务就应当是依照更本义者来论述两者)——之后,他说,鉴于这一点被作为未经证明之论提出,那么如果基本的自然有两种,自然哲学家的任务究竟涉及哪一种,是值得疑惑的。他通过某种划分推进了这一探究。因为要么是关于其中一种,要么是关于每一种,要么是关于由两者结合而成者。如果是关于由两者结合而成者,显然亦是关于每一种;因为不可能在对简单组成要素无知的情况下认识复合体。但如果是关于质料与形式的每一种,那么认识每一种究竟是属于同一门科学,还是属于不同的科学呢?在这样的划分中,他略去了单独考察每一种的部分,因为他打算将其与复合体一同讲授。这样划分探究之后,他指出了古代自然哲学家们专注于依质料的那一方面的探究,而恩培多克勒和德谟克利特仅微弱地触及了依形式的自然。因为恩培多克勒将争吵与友爱作为造就形式的原因列入本原之中,而德谟克利特则列入了形状、位置与次序,但我认为[恩培多克勒]是依照他们制作每一事物的理路来界定形式的;因为他确实依据某种理路制作了肌肉、骨骼以及其他各项事物。他在《论自然》第一卷中写道:“而仁爱的大地在制作精良的熔炉中,从奈斯提斯的闪光中分得八份中的两份,从赫菲斯托斯那里分得四份;这些便成为白色的骨骼,通过哈耳摩尼亚的胶合凭借神圣的力量契合在一起”,即源于神圣的诸原因,尤其是友爱即哈耳摩尼亚;因为骨骼正是由她的胶合而得以调和的。“而关于阿那克萨戈拉,”亚历山大说,“虽然他将理智(努斯)置于本原之中,他[亚里士多德]却没有提及他,这或许是因为,”他说,“他[阿那克萨戈拉]在生成中并没有进一步使用它。”然而,如果他主张生成无非是分离,而分离是通过运动产生的,运动的原因是理智,那么显然他是使用了它的。因为阿那克萨戈拉是这样说的:“当理智开始推动时,分离便从一切被推动者中发生,凡理智所推动的,这一切都被分离出来;而随着它们被推动与分离,旋转运动便使分离更为加剧。”但他[亚里士多德]之所以没有提及阿那克萨戈拉,是因为阿那克萨戈拉并没有把理智说成是当前所探求的那种质料中的形式,而是说成与被秩序化者分离的、具有不同于被秩序化者的实存的分离与秩序化原因。因为他说:“理智是无限的、自主的,且不与任何事物相混合,唯独自身独立存立。”并且他补充了其原因。或者,也许亦是因为在他那里的理智看起来并不是制作形式,而只是分离业已存在的诸形式,所以他才没有提及阿那克萨戈拉。但显然,从“万物混杂在一起”的统一实存中所作出的分离,正是理智性的制作。无论如何,在陈述了这些之后,他接着引出论证性的理路,证明自然哲学家必须同时认识依质料的自然与依形式的自然这两种自然,而不是像多数自然哲学家所认为的那样仅认识依质料的自然。而第一条理路乃是来自各种技术的归纳。

语法注2 条
  1. 2.16Ἐμπεδοκλῆς μὲν γὰρ τὸ νεῖκος καὶ τὴν φιλίαν ὡς εἰδοποιοὺς αἰτίας ἐν ταῖς ἀρχαῖς ἀποθέμενος, Δημόκριτος δὲ τὸ σχῆμα καὶ τὴν θέσιν καὶ τὴν τάξιν, τὸ εἶδος οἶμαι κατὰ τὸν λόγον ἀφορίζει

    该句存在结构上的破格(破格句):在分词从句“Ἐμπεδοκλῆς μὲν ... ἀποθέμενος”以及对偶成分“Δημόκριτος δὲ ...”之后,紧接着使用了单数限定动词“ἀφορίζει”。从下文引用恩培多克勒关于骨骼混合比例的文意来看,其逻辑主语回到了恩培多克勒身上,指其根据制作事物的理路来界定形式。

  2. 2.16ἴσως, φησίν, ὅτι μὴ προσχρῆται αὐτῷ ἐν τῇ γενέσει

    插入词“φησίν”的主语是前面刚提到的阿佛洛狄西亚的亚历山大(Ἀλέξανδρος)。它起到了标注引文说话者的作用,引介的是注疏家亚历山大的推测(ἴσως),而非亚里士多德本人的陈述。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:299.13-301.14