← 辛普里丘

亚里士多德《物理学》注释

§28.23-30.14

早期哲学家关于本原见解的调和

辛普利丘总结了原子论者关于本原的学说,并指出古希腊哲学家之间的见解分歧并非相互矛盾而是和谐一致的,进而阐明克塞诺芬尼、巴门尼德与梅利索如何从界限与圆满性或无限性与不竭性的不同维度共同论述了同一可知本原。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.2#9

διὸ καί φασι μόνοις τοῖς ἄπειρα ποιοῦσι τὰ στοιχεῖα πάντα συμβαίνειν κατὰ λόγον. καὶ τῶν ἐν ταῖς ἀτόμοις σχημάτων ἄπειρον τὸ πλῆθός φασι διὰ τὸ μηδὲν μᾶλλον τοιοῦτον ἢ τοιοῦτον εἶναι. ταύτην γὰρ αὐτοὶ τῆς ἀπειρίας αἰτίαν ἀποδιδόασι. καὶ Μητρόδωρος δὲ ὁ Χῖος ἀρχὰς σχεδόν τι τὰς αὐτὰς τοῖς περὶ Δημόκριτον ποιεῖ, τὸ πλῆρες καὶ τὸ κενὸν τὰς πρώτας αἰτίας ὑποθέμενος, ὧν τὸ μὲν ὄν, τὸ δὲ μὴ ὂν εἶναι· περὶ δὲ τῶν ἄλλων ἰδίαν τινὰ ποιεῖται τὴν μέθοδον. αὕτη μὲν ἡ σύντομος περίληψις τῶν ἱστορημένων περὶ ἀρχῶν οὐ κατὰ χρόνους ἀναγραφεῖσα, ἀλλὰ τὴν τῆς δόξης συγγένειαν. Οὐ χρὴ δὲ τοὺς τοσαύτης ἀκούοντας διαφορᾶς νομίζειν ἐναντιολογίας εἶναι ταύτας τῶν φιλοσοφησάντων, ὅπερ τινὲς ταῖς ἱστορικαῖς μόναις ἀναγραφαῖς ἐντυγχάνοντες καὶ μηδὲν τῶν λεγομένων συνιέντες ὀνειδίζειν ἐπιχειροῦσι, καίτοι μυρίοις σχίσμασιν αὐτοὶ κατεσχισμένοι οὐ περὶ τὰς φυσικὰς ἀρχάς (τούτων γὰρ οὐδὲ ὄναρ ἐπαΐουσιν), ἀλλὰ περὶ τὴν καθαίρεσιν τῆς θείας ὑπεροχῆς. οὐδὲν δὲ ἴσως χεῖρον ὀλίγον παρεκβάντα τοῖς φιλομαθεστέροις ἐπιδεῖξαι, πῶς καίτοι διαφέρεσθαι δοκοῦντες οἱ παλαιοὶ περὶ τὰς τῶν ἀρχῶν δόξας, ἐναρμονίως ὅμως συμφέρονται. καὶ γὰρ οἱ μὲν περὶ τῆς νοητῆς καὶ πρώτης ἀρχῆς διελέχθησαν, ὡς Ξενοφάνης τε καὶ Παρμενίδης καὶ Μέλισσος, ὁ μὲν Ξενοφάνης καὶ Παρμενίδης ἓν λέγοντες καὶ πεπερασμένον. ἀνάγκη γὰρ τὸ ἓν τοῦ πλήθους προυπάρχειν καὶ τὸ πᾶσιν ὅρου καὶ πέρατος αἴτιον κατὰ τὸ πέρας μᾶλλον ἤπερ κατὰ τὴν ἀπειρίαν ἀφορίζεσθαι καὶ τὸ πάντῃ τέλειον τὸ τέλος τὸ οἰκεῖον ἀπειληφὸς πεπερασμένον εἶναι, μᾶλλον δὲ τέλος τῶν πάντων, ὡς καὶ ἀρχή· τὸ γὰρ ἀτελὲς ἐνδεὲς ὂν οὔπω πέρας ἀπείληφεν. πλὴν ὁ μὲν Ξενοφάνης ὡς πάντων αἴτιον καὶ πάντων ὑπερανέχον καὶ κινήσεως αὐτὸ καὶ ἠρεμίας καὶ ὡς πάσης ἀντιστοιχίας ἐπέκεινα τίθησιν, ὥσπερ καὶ ὁ Πλάτων ἐν τῇ πρώτῃ ὑποθέσει Παρμενίδου· ὁ δὲ Παρμενίδης τὸ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχον αὐτοῦ καὶ πάσης μεταβολῆς, τάχα δὲ καὶ ἐνεργείας καὶ δυνάμεως, ἐπέκεινα θεασάμενος ἀκίνητον αὐτὸ ἀνυμνεῖ καὶ μόνον ὡς πάντων ἐξῃρημένον οἷον, ἀκίνητον τελέθει, τῷ πάντ’ ὄνομ’ εἶναι.1 Μέλισσος δὲ τὸ μὲν ἀμετάβλητον ὁμοίως καὶ αὐτὸς ἐθεάσατο, κατὰ δὲ τὸ ἀνέκλειπτον τῆς οὐσίας καὶ τὸ ἄπειρον τῆς δυνάμεως ἄπειρον αὐτὸ ἀπεφήνατο ὥσπερ καὶ ἀγένητον· δηλοῖ δὲ ἡ περὶ τῆς ἀπειρίας ἀπόδειξις κατὰ ταύτην γενομένη τὴν ἔννοιαν. φησὶ γάρ· “Ὅτε τοίνυν οὐκ ἐγένετο2 ἔστι τε καὶ ἀεὶ ἦν καὶ ἔσται καὶ ἀρχὴν οὐκ ἔχει οὐδὲ τελευτήν, ἀλλ’ ἄπειρόν ἐστιν· εἰ μὲν γὰρ ἐγένετο, ἀρχὴν ἂν εἶχεν (ἤρξατο γὰρ ἄν ποτε γινόμενον) καὶ τελευτήν (ἐτελεύτησε γὰρ ἄν). ὅτε δὲ μήτε ἤρξατο μήτε ἐτελεύτησεν ἀεί τε ἦν, οὐκ ἔχει ἀρχὴν οὐδὲ τελευτήν [ἀλλὰ ἄπειρον].” οὕτως μὲν οὖν εἰς τὸ κατὰ χρόνον ἄναρχον καὶ ἀτελεύτητον καὶ ἀεὶ ὂν ὁ Μέλισσος ἀπιδὼν ἄπειρον ἀπεφήνατο. τὸ δὲ τοιοῦτον καὶ ὁ Παρμενίδης αὐτῷ μαρτυρεῖ λέγων δι’ αὐτῶν σχεδὸν τῶν ῥημάτων ὡς ἀγένητον ἐὸν καὶ ἀνώλεθρόν ἐστιν, οὖλον μουνογενές τε καὶ ἀτρεμὲς ἠδ’ ἀτέλεστον, οὐδέ ποτ’ ἦν οὐδ’ ἔσται, ἐπεὶ νῦν ἔστιν ὁμοῦ πᾶν. οὕτω μὲν οὖν καὶ οὗτος ὡς ἀνέκλειπτον καὶ ὡς ἀγένητον καὶ ἄπειρον εἶναί φησι. τὴν δὲ τοῦ πέρατος ἔννοιαν δι’ ἐκείνων ἐδήλωσε τῶν ἐπῶν ταὐτόν τ’ ἐν ταὐτῷ τε μένον καθ’ ἑαυτό 〈τε〉 κεῖται. οὕτω ἔμπεδον αὖθι μένει· κρατερὴ γὰρ ἀνάγκη πείρατος ἐν δεσμοῖσιν ἔχει, τό μιν ἀμφὶς ἐέργει, οὕνεκεν οὐκ ἀτελεύτητον τὸ ἐὸν θέμις εἶναι·3 ἔστι γὰρ οὐκ ἐπιδευές· † μὴ ἐὸν δὲ ἂν παντὸς ἐδεῖτο. εἰ γὰρ ὄν ἐστι καὶ οὐχὶ μὴ ὄν, ἀνενδεές ἐστιν, ἀνενδεὲς δὲ ὂν τέλειόν ἐστι, τέλειον δὲ ὂν ἔχει τέλος καὶ οὐκ ἔστιν ἀτελεύτητον, τέλος δὲ ἔχον πέρας ἔχει καὶ ὅρον. οὕτως μὲν οὖν οὐδεμία κατὰ τὰς ἐννοίας τῶν ἀνδρῶν τούτων γέγονεν ἐναντίωσις ἐν οἷς περὶ τοῦ αὐτοῦ λέγουσι.

因此他们也说,唯有对于将元素设为无限的人而言,一切事物才会合乎理路地产生。他们还说原子中形状的数量是无限的,因为没有任何事物宁可是这样而不是那样;因为他们自己便将此举为无限性的原因。希俄斯的墨特罗多洛也确立了几乎与德谟克利特派相同的本原,将充实与虚空设定为首要原因,其中前者是存在,后者是非存在;但在其他方面他则采取了某种独特的探究方法。这便是关于本原所记载事项的简短概括,不是按年代顺序记录,而是按见解的亲缘性记录的。但听到如此巨大差异的人,不应认为这些是从事哲学探讨者之间的相互矛盾,正如某些仅接触历史性记录却对所言内容一无所知的人试图以此加以责难的那样,尽管他们自己被无数的分裂所割裂,不是关于自然本原(因为对此他们连做梦都未曾领会),而是关于贬低神圣的卓越性。然而,为了那些好学者,稍微偏离主线来展示古人虽然在关于本原的见解上看似分歧,却如何在和谐中趋于一致,或许绝非坏事。因为有些人论述了可知且首要的本原,正如克塞诺芬尼、巴门尼德和梅利索所做的那样:克塞诺芬尼与巴门尼德称其为一且有限。因为一必然在先于多数而存在,作为万物界限和终局的原因,必须依照限界而非依照无限性来界定,而且完全圆满者获得了自身固有的终极,必须是有限的,或者更确切地说是万物的终极,正如它也是本原一样;因为不圆满者既然有所亏缺,便尚未获得界限。只不过克塞诺芬尼将它设为万物的原因,超越万物,并且在运动和静止之外,亦在一切对应关系之外,正如柏拉图在《巴门尼德篇》的第一假设中所做的那样;而巴门尼德在观照到它依循自身而始终如一的状态,并超越一切变化、或许亦超越现实与潜能时,赞颂它为不动者且唯一者,视其超拔于万物之上,如谓:“不动地留存,因万物皆是其名称”。至于梅利索,他同样观照到了它的不可变化性,但依照其实体的永不衰竭和力量的无限性,宣称它如同未生一样是无限的;根据这一构想而作出的关于无限性的论证阐明了这一点。因为他说:“因此,既然它未曾生成,它便存在且始终存在并将一直存在,既没有起点也没有终点,而是无限的;因为如果它曾生成,它便会有起点(因为在生成中它必定曾开始)并有终点(因为它必定曾结束)。但既然它既未开始亦未结束且始终存在,它便既无起点亦无终点[而是无限的]。” 梅利索便是这样着眼于时间上无始无终且始终存在的性质,而宣称它是无限的。对于这样的事,巴门尼德亦几乎通过原话为他作证,说它“既是未生的亦是不灭的,完备、独一无二、坚定且不息,它既非曾经存在亦非将要存在,因为它现在整体同时存在”。因此这一个人亦说它是无限的,视其为不竭的且未生的。他通过那些诗句阐明了界限的构想:“在同一处保持同一,依其自身而居。从而它坚固地留存在那里;因为强大的必然性将其拘于界限的束缚中,从四周将其闭锁,因为存在者不可成为无终者;因为它一无所缺;[若是非存在,它便会缺失一切。]” 因为如果它是存在者而非非存在者,它便是无所缺乏的,而无所缺乏的便是完美的,完美的便具有终极且并非无终的,而具有终极的便具有界限与限界。如此说来,按照这些人的见解,在他们谈论同一事物时并未产生任何对立。

语法注3 条
  1. 1.2ἀκίνητον τελέθει, τῷ πάντ’ ὄνομ’ εἶναι

    包含巴门尼德残篇(B8.38)引文的句子。带与格冠词的不定词短语 τῷ πάντ’ ὄνομ’ εἶναι 表示原因(原因与格),意为“因万物皆是其名称”。从句法骨架上看,它构成了将该本原赞颂为不动且独一者的根据,即所有显现的多样性仅仅是对存在者的命名。

  2. 1.2Ὅτε τοίνυν οὐκ ἐγένετο

    梅利索残篇引文的开头。连词 ὅτε 在字面上表示时间(“当……之时”),但在此处带有因果/条件色彩(“既然未曾生成”),构成了后文断定其恒常存在(ἔστι τε καὶ ἀεὶ ἦν καὶ ἔσται)的逻辑前件。

  3. 1.2οὕνεκεν οὐκ ἀτελεύτητον τὸ ἐὸν θέμις εἶναι

    出自巴门尼德残篇(B8.32)诗句。史诗/伊奥尼亚方言连词 οὕνεκεν(相当于 οὗ ἕνεκα,“由于/因此”)引导原因从句,说明必然性将存在者拘于界限之内的缘由。从句内部由非人称谓语 θέμις [ἐστί] 支配宾格加不定词结构(τὸ ἐὸν ... εἶναι),结构为“存在者成为无终者是不合规矩/不合神理的”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:28.23-30.14