- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:297.32-299.12
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘论证道,从亚里士多德自身的前提(如原因对生成物之理路的预先把握以及自然与技术的类比)完全可以推导出范型因的存在。他进一步区分了理智中的真正形式与附带质料的复合体概念,指出亚里士多德对相论的批判主要针对将后者确立为范型的错误做法。
ὅλως δὲ εἰ γενητὰ τὰ ἐνταῦθα εἴδη, πᾶν δὲ τὸ γινόμενον ὑπ’ αἰτίας ἀνάγκη γίνεσθαι προειληφυίας τὸν τοῦ γινομένου λόγον, ἵνα μὴ ἀλόγως γίνηται μηδὲ ἐπ’ ἄπειρον, καὶ πρὸς τὸν λόγον ἀφομοιοῦται τὸ γινόμενον, οὗτος ἂν εἴη τὸ τῶν γινομένων παράδειγμα.1 ἔτι δὲ εἰ πρὸ τῶν ἀιδίως κινουμένων εἶναι δεῖ τὸ ἀκίνητον αἴτιον τῆς ἀνεκλείπτου κινήσεως καὶ οὐχὶ κοινὸν μόνον, ἀλλὰ καὶ καθ’ ἕκαστον ἰδίως ἀφωρισμένον, ὡς αὐτὸς δείκνυσιν ὁ Ἀριστοτέλης ἐνταῦθά τε καὶ ἐν τῇ Περὶ οὐρανοῦ πραγματείᾳ, ἕκαστον δὲ τῶν ἐνταῦθα εἰδῶν ἀίδιον ἔχει τὴν κατὰ τὰ ἄτομα μεταβολήν, δῆλον ὅτι εἴη ἂν ἑκάστου προυπάρχον ἀκίνητον αἴτιον ἀφωρισμένον οἷον ἄνθρωπος ἑστώς, ἵνα καὶ ὁ μεταβάλλων ἀνέκλειπτον ἔχῃ τὴν μεταβολήν. ἔτι δὲ πολλαχοῦ τὴν φύσιν ἀπεικάζει τῇ τέχνῃ ὁ Ἀριστοτέλης, ὥσπερ καὶ πρὸ ὀλίγου ἐν οἷς ἔλεγεν “ὥσπερ γὰρ τέχνη λέγεται τὸ κατὰ τέχνην καὶ τὸ τεχνικόν, οὕτως καὶ φύσις τὸ κατὰ φύσιν καὶ τὸ φυσικόν”. εἰ οὖν ἡ τέχνη κατὰ λόγους ποιεῖ ὁμοιοῦσα τοῖς τεχνικοῖς λόγοις τὰ γινόμενα, δῆλον ὅτι καὶ ἡ φύσις οὕτως ποιεῖ, διὸ οὐδὲν μάτην ποιεῖ. εἰ οὖν μὴ πρῶτον αἴτιον ἡ φύσις, ἄλλο δέ τι τὸ πάντων αἴτιον ὥσπερ ἡ φύσις τῶν φυσικῶν, δῆλον ὅτι καὶ ἐκεῖνο πάντων τοὺς λόγους τῶν γινομένων καὶ τὰς αἰτίας προείληφε. καὶ πρὸς ἐκείνους τοὺς λόγους ἐξομοιοῖ τὰ γινόμενα. ταῦτα μὲν οὖν καὶ ἄλλα πλείω λέγειν δυνατὸν καὶ κατὰ τὰς Ἀριστοτέλους ὑποθέσεις δεικνύντα τῶν γινομένων προυπάρχουσαν τὴν παραδειγματικὴν αἰτίαν. Ἄλλοι δέ τινές εἰσι πολλοὶ καὶ καλοὶ λόγοι δεικνύντες ὅτι πᾶν εἶδος διακεκριμένην ἔχον ὑπόστασιν ἀρχή τίς ἐστιν ἀγένητος καὶ ἀκίνητος. καὶ οὔτε τὸ ἐν τῇ ὕλῃ πρῶτον ἂν εἴη μέθεξις ὂν καὶ πάθος τῆς ὕλης οὔτε τὸ ἐν τῇ φύσει ἐν ὑποκειμένῳ καὶ τοῦτο ὑφεστὼς οὔτε τὸ ἐν τῇ ψυχῇ. κἂν γὰρ χωριστὸν τοῦτο, ἀλλ’ αὐτοκίνητον ὑπάρχον διπλόην ἔχει τινά, καὶ οὐδὲν μᾶλλον κινεῖ ἢ κινεῖται, οὐδὲ ἀρχὴ μᾶλλον ἢ ἀπ’ ἀρχῆς. δεῖ οὖν εἶναι τὴν ἀρχὴν ἀκίνητον καὶ ἀγένητον καὶ ποιητικὴν μόνως, ἀλλ’ οὐχὶ καὶ γινομένην. τοιαῦτα δὲ τὰ ἐν τῷ νῷ εἴδη πρώτως διακεκριμένα καὶ ἀκίνητα καὶ ἀγένητα καὶ κυρίως ὄντα, ἅπερ λέγεται καὶ αἴτια τῶν γινομένων, πρὸς ἃ ἀφωμοίωται τὰ γινόμενα. εἰ μέντοι τινά ἐστιν ὀνόματα μὴ τῶν εἰδῶν ὄντα τῶν ἐνταῦθα ἀλλὰ τῶν συνθέτων, οὐ χρὴ τούτων ἐπέκεινα μεταφέρειν τὴν ὁμοιότητα, διότι αἱ μὲν ἰδιότητες ἄνωθεν ἄχρι τῶν ἐσχάτων, αἱ αὐταὶ προέρχονται κατὰ ὕφεσιν. οἱ δὲ τρόποι τῶν ὑποστάσεων2 οἷον ὁ ἀκίνητος ἢ ὁ αὐτοκίνητος ἢ ἔνυλος ἐν τοῖς οἰκείοις μένουσι τόποις οὐ μεταδιδόμενοι. εἰ οὖν εἴη τι ὄνομα εἴδους ὂν μετὰ τῆς ὕλης, οὐ χρὴ τούτου παράδειγμα ζητεῖν. εἰδῶν γὰρ ἀλλ’ οὐχ ὕλης ἐστὶ τὰ παραδείγματα. ἡ μὲν γὰρ σιμότης τὴν ῥῖνα συναναφέρουσα, ἐπειδὴ καὶ ἡ ῥὶς εἶδός τί ἐστιν, οὐδὲν θαυμαστὸν εἴ τι ἔχοι παράδειγμα τῶν κατὰ φύσιν, ἀλλ’ οὐχὶ τῶν κατὰ πάθος σιμῶν αἴτιον. εἰ δέ τι εἶδος μετὰ τῆς ὕλης λαμβάνοιτο καὶ συναναφέροι τὴν ὕλην μετὰ τοῦ εἴδους τὸ ὄνομα καὶ ἡ κατὰ τοὔνομα νόησις, οὐ χρὴ τούτου παράδειγμα ζητεῖν, πρὸς ὃ μάλιστά μοι ὁ Ἀριστοτέλης δοκεῖ διαμάχεσθαι. ὥστε καὶ τὸ τοῦ ζῴου εἶδος εἰ μὲν αὐτὸ καθ’ αὑτό τις ἐννοεῖν δύναιτο χωρίζων τῆς ὕλης τὴν μεθεκτικὴν ἰδιότητα, οὐδὲν οἶμαι ἄτοπον καὶ κατὰ Ἀριστοτέλην λόγον αὐτοῦ προϋποτίθεσθαι παρεκτικὸν τῇ ὕλῃ τῆς ἑαυτοῦ ὁμοιότητος. καὶ ἐπὶ ἀνθρώπου δὲ εἰ μὲν ἔστι τι εἶδος ἄνθρωπος ὑπὸ τῆς ὕλης μετεχόμενον, οὐδὲν κωλύει τὴν ὁμοιότητα αὐτοῦ ἀνάγειν ἐκεῖ. εἰ δὲ τὸ ὄνομα τοῦτο καὶ τὸ πρᾶγμα μετὰ τῆς ὕλης μόνως ὑφέστηκεν ὡς ἡ σιμότης, ὁ πειρώμενος αὐτὸ ἀνάγειν ἐκεῖ τὰς Ἀριστοτέλους εὐθύνας ὑπομενέτω.
总括而言,如果此世的形式是生成的,并且凡生成者都必然由某一预先把握了生成物之理路的原因所生成,以免非理性地生成或至于无穷,且生成者被同化于该理路,那么这一[理路]就应当是生成物之范型。再者,如果在永恒运动的事物之前,必然存在那无休止运动的不动原因,且不仅是共通的原因,而且正如亚里士多德本人在此处以及在《论天》之论著中所表明的那样,是针对每一事物特异地限定的原因,而此处的每一形式都在个体上有其永恒的变化,那么显然每一事物都应预先存在一个限定的不动原因,例如不动立的人,以便变化者亦具有无休止的变化。再者,亚里士多德在多处将自然比作技术,正如不久前他所说:“因为正如按照技术之物与技术性的物被称为技术,按照自然之物与自然性的物亦同样被称为自然。”因此,如果技术按照理路造作,使生成物与技术的诸理路相似,那么显然自然亦是如此造作,所以它绝不徒劳造作。因此,如果自然并非第一原因,而是另有某种作为万物原因之物,正如自然作为自然事物的原因那样,那么显然那万物的原因亦预先把握了所有生成物的理路与原因,并使生成物同化于那些理路。因此,依据亚里士多德的前提,亦能陈述这些以及更多论据,以证明生成物预先存在着范型性原因。 还有许多其他有力的论证表明,凡具有分立实存的形式都是某种无生成且不动的本原。而质料中的形式由于是质料的分有与受动,不可能是第一位的;自然中的形式亦因实存于载体之中而绝非第一位的;灵魂中的形式亦非如此。因为纵使灵魂中的形式是分离的,但既然作为自运者而存立,它便具有某种双重性,且绝非运者多于被运者,亦非本原多于源于本原者。因此,本原必须是不动的、无生成的,且唯独是创生性的,而不是同时亦处于生成之中的。而在理智(努斯)中的形式便是这样的,原初地分立、不动、无生成且是本义上的真实存在,正是这些形式亦被称为生成物的原因,生成物乃是朝向它们而被同化的。然而,如果某些名称不属于此处的形式而属于复合体,就不应将它们的相似性转移到彼方去,因为诸特性自上而下直到最末端,虽然在减退中作为同一特性而行进,但实存的诸样态——例如不动的、自运的或居于质料中的样态——却停留于其固有的处所,不被分授。因此,如果存在某种伴随质料的形式的名称,就不应探求其范型。因为范型属于形式,而不属于质料。因为朝天鼻附带包含了鼻子,既然鼻子亦是某种形式,如果它具有某种范型作为自然形成的朝天鼻的原因、而非由受动所致之朝天鼻的原因,便不足为奇。但如果某种形式被与质料一同把握,且名称与按名称所作的思想将质料与形式一同附带引入,便不应探求其范型;在我看来,亚里士多德最主要的正是反对这一点。是以,对于动物的形式而言,如果有人能够孤立地思考它自身,将可分有的特质从质料中分离出来,我认为即便按照亚里士多德的学说,预设它的、能向质料赋予自身相似性的理路,亦无任何不妥。在人的情况下亦然,如果存在某种被质料所分有的人的形式,没有任何东西阻碍将其相似性归溯于彼处。但若这一名称与实物唯独伴随质料而存立,如同朝天鼻一般,那么企图将其归溯于彼处的人,就任由他去承受亚里士多德的查究吧。
- 2.14οὗτος ἂν εἴη τὸ τῶν γινομένων παράδειγμα
指示代词 οὗτος 并未同化于属表语的名词 τὸ παράδειγμα(中性单数),而是在语法上与前述条件从句中的宾语阳性名词 τὸν τοῦ γινομένου λόγον(生成物之理路)保持性的一致。这在句法上表明,被原因所预先把握的“理路”本身即是范型。
- 2.14αἱ μὲν ἰδιότητες ἄνωθεν ἄχρι τῶν ἐσχάτων, αἱ αὐταὶ προέρχονται κατὰ ὕφεσιν. οἱ δὲ τρόποι τῶν ὑποστάσεων
这是由 αἱ μὲν ἰδιότητες... οἱ δὲ τρόποι τῶν ὑποστάσεων... 构成的对偶对比结构。前半句指出各种特质(ἰδιότητες)自上而下直至最末端,虽遵循减退(κατὰ ὕφεσιν,指新柏拉图主义的层级递降)却作为同一特质而延展;后半句则对照指出实存的诸样态(如不动、自运、具质料等)各留于固有的层级处所,并不向下分授传达。
