← 辛普里丘

亚里士多德《物理学》注释

§296.15-297.32

思想中自然形式的抽象与范型

辛普利丘论证自然形式亦可在思想中从质料中抽象出来并类比地适用于范型,并立足于亚里士多德自身的前提,辩护了超越的原因即是具质料自然形式之范型(相)的观点。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.14#3

οὐχὶ ἐξ οὗ, ἀλλ’ εἰς ὅ. ἡ ἄρα μορφὴ φύσις.”1 καὶ δῆλον ὅτι ὁ τούτου τοῦ εἴδους ὁρισμὸς οὐ κατὰ τὸ σύνθετον ἀποδίδοται οὐδὲ τὴν ὕλην προσπαραλαμβάνει, ἀλλ’ ἔστιν ἐξ ἀφαιρέσεως τῆς ἀπὸ τοῦ συνθέτου. καὶ οὐδὲν ἄτοπον καὶ ἐπὶ τούτων διαλύειν τὸν τοῦ συνθέτου λόγον εἰς τοὺς τῶν ἁπλῶν λόγους, ὡς αὐτὸς ἐν ἄλλοις φησίν. ὥστε οὐ μόνον τὰ μαθηματικὰ εἴδη χωρίζειν τῇ ἐπινοίᾳ δυνατόν, ἀλλὰ καὶ τὰ φυσικά, εἴπερ καὶ ἰδίους ὁρισμοὺς τῶν εἰδῶν ἄνευ τῆς ὕλης ἔστιν ἀποδιδόναι. οὐ τοῦτο δέ ἐστι τὸ παράδειγμα τὸ κατ’ ἐπίνοιαν, ἀλλὰ χωρισθεὶς ὁ κατὰ τὸ εἶδος λόγος δύναταί πως ἐφαρμόττειν τῷ παραδείγματι, εἴ τις αὐτὸν ὡς ὅμοιον καὶ μὴ ὡς τὸν αὐτὸν ἐκλαμβάνοι καὶ ὡς εἰκόνος πρὸς παράδειγμα ὡμοιωμένης. ζῷον γὰρ καὶ τὸ παράδειγμα καλεῖ Πλάτων, “ᾗπερ οὖν νοῦς ἐνούσας ἰδέας τῷ ὃ ἔστι ζῷον” λέγων2 ἐν Τιμαίῳ. καὶ δῆλον ὅτι οὐ φυσικὸν ἐκεῖνο ζῷον, ἀλλὰ νοερὸν τοῦ φυσικοῦ ζῴου παράδειγμα. ὥσπερ καὶ ὁ Σωκράτης οὐ γεγραμμένος Σωκράτης, ἀλλὰ τοῦ γεγραμμένου παράδειγμα καὶ κυρίως Σωκράτης τῆς ὁμοιότητος τῇ εἰκόνι οὐ κατὰ τὴν ὕλην ὑπαρχούσης, ἀλλὰ κατὰ τὴν μορφὴν τὴν τῆς ὕλης τῇ ἐννοίᾳ χωριζομένην.3 Ὅτι δὲ τὰ τῶν ἐνταῦθα εἰδῶν αἴτια διωρισμένα καὶ παραδείγματά ἐστιν αὐτῶν, δυνατὸν οἶμαι δεικνύναι ταῖς Ἀριστοτέλους χρώμενον ὑποθέσεσι. τὰ γὰρ φυσικὰ ἐξ ὕλης καὶ εἴδους μεθέξεως εἶναί φαμεν τῆς ὕλης μετεχούσης τοῦ εἴδους κατὰ τὴν ἐν αὑτῇ μέθεξιν. πᾶσα δὲ μέθεξις μέση τοῦ μετέχοντός ἐστι καὶ τοῦ μετεχομένου ἐνδιδομένη τῷ μετέχοντι ἀπὸ τοῦ μετεχομένου. καὶ ἔστιν ὁμοειδὴς ἡ μέθεξις τῷ μετεχομένῳ, ὡς ἡ ἐν τῷ σώματι τῷ θερμαινομένῳ ὑπὸ πυρὸς θερμότης καὶ πύρωσις ὁμοειδής ἐστι τῷ θερμαίνοντι. ἕκαστον γὰρ ὃ ἔχει τοῦτο μεταδίδωσι τοῖς μετέχουσιν· ὥστε τὸ ἐνταῦθα εἶδος ἐπειδὴ μέθεξίς ἐστι τοῦ χωριστοῦ εἴδους ὅμοιόν ἐστι τῷ χωριστῷ εἴδει. τὸ δὲ ὅμοιον τῷ χωριστῷ εἴδει καὶ πρὸς αὐτὸ γεγονὸς καὶ εἰκὼν αὐτοῦ ὑπάρχον παράδειγμα ἔχει τὸ χωριστὸν εἶδος. καλεῖ δὲ καὶ Ἀριστοτέλης τὰς χωριστὰς αἰτίας εἴδη. καὶ εἴπερ μεθέξεις ἐκείνων τὰ τῇδε, ὁμοειδῆ ἂν εἴη πάντως αὐτοῖς, καὶ οὐδὲν ἴσως ἄτοπον καὶ τῆς αὐτῆς τυγχάνειν ἐπωνυμίας. ἀλλ’ ἴσως οὐ συγχωρήσει τις μέθεξιν εἶναι τὰ ἐνταῦθα εἴδη, ἀλλὰ προηγουμένην ὑπόστασιν. οὐδὲ γὰρ εἶναι ἄνθρωπον ἐκεῖ ἢ ἵππον, ἀλλ’ αἰτίας τούτων ἐν ἄλλοις μὲν εἴδεσιν ὑφεστώσας, τούτων δὲ οἰστικάς, ὡς ἐκ θεοῦ γίνεται ἄνθρωπος καὶ ἐξ ἀκινήτου τὸ κινούμενον οὐχ ὁμοειδῶς. τοὺς δὴ ταῦτα λέγοντας ἐρωτητέον, εἰ μηδὲ καλὸν μηδὲ ἀγαθὸν μηδὲ οὐσίαν ἢ ζωὴν ἢ γνῶσιν ἢ ἐνέργειαν ἢ ἀριθμὸν ἤ τι τῶν οὕτω σεμνῶν ἐκεῖ τίθενται. καὶ ὅτι μὲν ὁ Ἀριστοτέλης εἶναι ταῦτα συγχωρεῖ καὶ ἐκεῖ, δηλοῖ σαφῶς ἐφετὸν ἐκεῖνο πᾶσι λέγων καὶ τῇ οὐσίᾳ ἐνέργειαν εἶναι τὸν νοῦν καὶ τὴν οὐσίαν καὶ τὴν ζωὴν καὶ τὸν νοῦν εἰς ταὐτὸν ἄγων καὶ τὸ καλὸν καὶ ἀγαθὸν αὐτοῖς ἀνατιθεὶς καὶ ἰσάριθμα τοῖς οὐρανίοις σώμασι τὰ ἀκίνητα λέγων αἴτια. ἀλλὰ δῆλός ἐστιν Ἀριστοτέλης ταύτας τῶν ἰδεῶν τὰς ἐννοίας δυσχεραίνων, ὅσαι μετὰ τῶν ἐνταῦθα ὀνομάτων καὶ τοὺς ὁρισμοὺς ἐφέλκονται τοὺς τὸ φυσικὸν καὶ ὑλικὸν τῶν τῇδε συνειληφότας. διὸ τινὰ μὲν τῶν ὀνομάτων δυσχεραίνει, τινὰ δὲ οὐκ ἀπαξιοῖ καὶ τοῖς ἐκεῖ προσφέρειν τὰ καθαρώτερα, καλὸν καὶ ἀγαθὸν καὶ οὐσίαν καὶ ζωὴν καὶ νοῦν καὶ ἐνέργειαν. εἰ οὖν λέγοι τις εἶναι μὲν καὶ ἐκεῖ ταῦτα, μὴ τοιαῦτα δὲ οἷα τὰ τῇδε, καὶ ἡμεῖς ὁμολογήσομεν τοῦτο, ἀξιώσομεν δὲ αὐτὸν καὶ ἐπὶ ἀνθρώπου καὶ ἵππου καὶ τῶν τοιούτων τὰ αὐτὰ λέγειν. οὐδὲ γὰρ ἡμεῖς νομίζομεν τὸν ἐκεῖ ἄνθρωπον σωματικὸν εἶναι, εἴπερ μηδὲ ὁ ἐν τῷ φυσικῷ λόγῳ σωματικός ἐστιν, εἶναι δέ τινα τοῦ σωματικοῦ ἀνθρώπου πρὸς τὸν ἀσώματον ὁμοιότητα ὡς τοῦ σωματικοῦ καλοῦ πρὸς τὸ ἀσώματον καλόν.

不是由何而来,而是向何而去。因此形状即是自然。’显然,这一形式的定义不是按照复合体给出的,亦不附带引入质料,而是从复合体中抽象出来的。而且正如他自己在别处所言,在这些情况下将复合体的理念分解为单纯成分的理念,并无任何不妥。因此,不仅可以在思想中分离数学形式,而且如果确实能够给出脱离质料的形式的专有定义,亦可在思想中分离自然形式。然而,这思惟中的[形式]并非范型;相反,按照形式的理念一旦被分离出来,便能在某种程度上适用于范型,只要人们将其理解为相似的而非同一的,且理解为模仿范型的画像[的理念]。因为柏拉图在《蒂迈欧篇》中亦称范型为动物,他说:‘正如理智(努斯)洞见存在于真实动物之中的理念’。显然,彼处的动物并非自然的动物,而是自然动物的理智范型。正如苏格拉底并非被画出的苏格拉底,而是被画者的范型且是本义上的苏格拉底,归于画像的相似性并不在于质料,而在于在思想中从质料中分离出来的形状。 至于此世形式的诸原因是确定的且是它们的范型,我认为运用亚里士多德的前提是可以证明的。因为我们说,自然事物由质料与对形式的分有构成,质料按照其内在的分有而分有形式。而一切分有都介于分有者与被分有者之间,由被分有者赋予分有者。并且分有与被分有者同种,正如被火加热的物体中的热与灼烧同加热者同种一样。因为每一事物都将自己所拥有的东西分授给分有者;是以,既然此处的形式是对分离形式的分有,它便与分离形式相似。而与分离形式相似、朝向它而生成并作为其画像而存立者,以分离形式为范型。亚里士多德亦将分离的原因称为形式。如果此世之物是对彼处之物的分有,它们就完全与彼处之物同种,得到相同的名称或许并无不妥。但或许有人不承认此处的形式是分有,而〔认为〕是原初的实存,理由是彼处既没有人亦没有马,而只存在实存于其他形式中却能产生这些事物的原因,正如人源于神、被运动者源于不动者那样,并非同种地产生。对如此主张的人应当发问,他们是否亦不在彼处确立美、善、实体、生命、知识、现实活动、数,或任何如此崇高之物?亚里士多德承认这些亦存在于彼处,这由他明确地称彼处之物为万物所向往的对象、称理智在实体上即是现实活动、将实体、生命与理智归为同一、将美与善归于它们、并说不动的原因与天体数目相等而清楚地表明。但很明显,亚里士多德所反感的是那些关于相的观念:它们在此处的名称之外,还拖带上了包含此世事物的自然与质料要素的定义。因此,他对某些名称感到不悦,却并不拒绝将某些较纯洁的名称应用于彼处之物:美、善、实体、生命、理智与现实活动。因此,如果有人说这些亦存在于彼处,但并非如在此处这般存在,我们亦将赞同此点,并且我们要求他对人、马及此类事物亦作如是说。因为如果连自然学理念中的人亦非肉体性的,我们便绝不认为彼处的人是肉体性的,而是认为肉体的人与非肉体的人之间存在着某种相似性,正如肉体的美对非肉体的美一样。

语法注3 条
  1. 2.14οὐχὶ ἐξ οὗ, ἀλλ’ εἰς ὅ. ἡ ἄρα μορφὴ φύσις.”

    紧接前一分块末尾‘τί οὖν φύεται;’的亚里士多德《物理学》第二卷第一章(193b12-18)引文的结语;在句法上,前一节末尾主句动词 εἴπῃ 所统辖的直接引语在此处闭合。

  2. 2.14καὶ ὅτι μὲν ὁ Ἀριστοτέλης εἶναι ταῦτα συγχωρεῖ καὶ ἐκεῖ, δηλοῖ σαφῶς ἐφετὸν ἐκεῖνο πᾶσι λέγων

    主动词 δηλοῖ 的主语是 ὁ Ἀριστοτέλης,ὅτι 从句为其宾语(‘亚里士多德承认这些亦存在于彼处’)。其后并列的四个分词(λέγων, ἄγων, ἀνατιθείς, λέγων)表手段或论据,列举了亚里士多德著作中的证明。

  3. 2.14τῆς ὁμοιότητος τῇ εἰκόνι οὐ κατὰ τὴν ὕλην ὑπαρχούσης, ἀλλὰ κατὰ τὴν μορφὴν τὴν τῆς ὕλης τῇ ἐννοίᾳ χωριζομένην

    此为属格绝对结构(τῆς ὁμοιότητος ... ὑπαρχούσης),用以说明前述苏格拉底与其画像比喻的理由或背景。与格 τῇ εἰκόνι 依附于 ὑπαρχούσης(‘归于画像的’),分词短语 τὴν ... χωριζομένην 修饰 μορφήν,其中 τῆς ὕλης 作为分离属格依附于 χωριζομένην。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:296.15-297.32