- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:294.33-296.15
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普利丘借助应用数学(如光学)考察对象的方式论证了自然形式的不可分离性,继而探讨了亚里士多德对相论的反驳,指责通俗相论之谬误,并强调形式自身与复合体的严格区分。
καὶ εἰσὶν ὑπ’ αὐτοὺς οὗτοι ὡς ὁ ἰατρὸς ὑπὸ τὸν φυσικόν. ὅτι δὲ οὔτε ὁ ὀπτικὸς οὔτε ὁ ἁρμονικὸς οὔτε ὁ ἀστρολόγος δύναται χωρίζειν ἀπὸ τῶν φυσικῶν τὰ ἑαυτοῖς ὑποκείμενα, δῆλον γίνεται, ὅταν εἰς χρείαν ἄγηται ἕκαστος ὡς ἐνεργὸς θεωρούμενος. τότε γὰρ καὶ ἀνάπαλιν ἔχουσι τρόπον τινὰ πρὸς τὰς ἀρχικωτέρας. ἡ μὲν γὰρ γεωμετρία περὶ γραμμῆς φυσικῆς σκοπεῖ τῆς ὡς πέρατος, ἀλλ’ οὐχ ἡ φυσική.1 ἡ δὲ ὀπτικὴ μαθηματικὴν μὲν λαμβάνει γραμμήν (ὡς γὰρ μῆκος μόνον ἀπλατές), ἀλλ’ οὐχ ᾗ μαθηματικὴ σκοπεῖ, ἀλλ’ ᾗ φυσική. ὅτι δὲ μαθηματικὴν λαμβάνει, δηλοῖ τὰ ὀπτικὰ διαγράμματα. εἰ οὖν γραμμὰς καὶ ἀριθμοὺς καὶ κύκλους καίτοι τῷ λόγῳ πεφυκότα χωρίζεσθαι οὐκ ἀεὶ δυνατὸν χωρίζειν, πόσῳ μᾶλλον τὰ φυσικὰ αὐτὰ καὶ σύνθετα, ὧν καὶ οἱ ὁρισμοὶ ὡς συνθέτων καὶ φυσικῶν ἀποδίδονται; Ταῦτα καλῶς Ἀριστοτέλης πρὸς τὰς δημώδεις περὶ τῶν ἰδεῶν ἐννοίας ἀντείρηκεν, ὅσαι τῶν μὲν ἐκεῖ μηδενὸς συναισθάνονται, τὰ δὲ ἔνυλα εἴδη μηδὲ ἀποδύουσαι τελέως τῆς ὕλης ἐν τῷ δημιουργικῷ νῷ προϋπάρχειν φαντάζονται, πάντων ἁπλῶς τῶν ἐνταῦθα καὶ τῶν μετὰ τῆς ὕλης θεωρουμένων καὶ μετὰ τοῦ τρόπου τῆς τῶν τῇδε ὑποστάσεως λαμβανομένων ἰδέας εἶναι νομίζουσαι καὶ μέντοι καὶ τὴν ὁμοιότητα οὐχ ὡς εἰκόνων πρὸς παραδείγματα τῶν τῇδε πρὸς ἐκεῖνα, ἀλλ’ ὡς ταὐτότητα νοοῦσαι.2 καὶ γὰρ τῷ ὄντι εἰ ἄνθρωπος ὁ ἔνυλος οὗτός ἐστιν ὁ αἰσθήσει καὶ κινήσει χρώμενος καὶ σωματικὸς καὶ θνητὴν ἔχων τὴν ἑαυτοῦ σύστασιν, οὐκ ἂν εἴη ἐκεῖ ἄνθρωπος· εἰ δὲ γενητὰ μὲν τὰ ἐνθάδε, τὸ δὲ γενόμενον ὑπ’ αἰτίας ἀνάγκη γενέσθαι καὶ οὐχὶ κοινῆς μόνον, ἀλλ’ ἀφωρισμένης καὶ τοῦδέ τινος οἰστικῆς, δεῖ πάντως προυπάρχειν ἐν τῷ δημιουργικῷ νῷ τὰς τῶν γινομένων κατ’ εἶδος διακεκριμένας αἰτίας, ὡς καὶ ἐν τῷ οἰκοδόμῳ ἄλλον μὲν τοίχου τεχνικὸν λόγον, ἄλλον δὲ ὀροφῆς. τὰ δὲ ὀνόματα μεταφέροντες ἐντεῦθεν ἐκεῖ, εἰ μὲν ὡς αἰτίας τούτων ἀφωρισμένας καὶ τοῦτον ἐχούσας ἐκεῖ τὸν λόγον, ὃν ἐνταῦθα ἔχει τὰ ἀποτελούμενα τοῖς αὐτοῖς ὀνόμασι καλοῦμεν, οὐδὲν οἶμαι ἄτοπον. καὶ γὰρ καὶ αὐτὸς Ἀριστοτέλης διττὴν ἔφατο τὴν τάξιν τὴν μὲν ἐν τῷ κόσμῳ, τὴν δὲ ἐν τῷ αἰτίῳ τοῦ κόσμου, ὥσπερ τὴν μὲν ἐν τῷ στρατοπέδῳ, τὴν δὲ ἐν τῷ στρατηγῷ. καίτοι εἴ τις τὴν ἐνταῦθα τάξιν ὡς ἐνταῦθα οὖσαν ὁρίζοιτο, οὐκ ἂν ὁ ὁρισμὸς ἐφαρμόσῃ τῇ ἐν τῷ νῷ τάξει, ὥστε οὐδὲ τὸ ὄνομα. καὶ γὰρ εἰ ὁρισμός τις εἴη τῆς Σωκράτους εἰκόνος ὡς εἰκόνος, οὐκ ἂν οὗτος ἐφαρμόσῃ τῷ παραδείγματι· εἰ μέντοι τὴν ὁμοιότητα τῆς εἰκόνος πρὸς τὸ παράδειγμα ὁρισμῷ περιλαμβάνοι οἷον τὸ σιμὸν τὸ φαλακρὸν τὸ ἐξόφθαλμον παρεὶς τὴν ὑποκειμένην ὕλην, οὐδὲ τότε μὲν ὁ ὁρισμὸς ἐφαρμόσει τῷ Σωκράτει, ὅμοιος μέντοι ἔσται τῷ ἐκείνου ὁρισμῷ. οὐδὲ γὰρ ἡ σιμότης ἡ ἐν τῇ εἰκόνι ἡ αὐτὴ τῇ τοῦ Σωκράτους ἐστίν, ἀλλ’ ὁμοία καὶ εἰκὼν ἐκείνης. ἀλλ’ ὅτι μέν εἰσι τῶν φυσικῶν αἰτίαι καὶ λόγοι προυπάρχοντες ἐξ ὧν ταῦτά ἐστιν, οὔτε Ἀριστοτέλης οὔτε οἱ τὰ Ἀριστοτέλους τιμῶντες ἀμφισβητοῦσιν. οἱ δὲ τὰς ἰδέας τιθέμενοι, οὐκ αἰτίας μόνον λέγουσιν αὐτὰς τῶν τῇδε ἀλλὰ καὶ παραδείγματα, ὡς κατὰ τὴν πρὸς ἐκεῖνα ὁμοιότητα τῶν ἐνταῦθα ὑφισταμένων. διὸ καὶ ὀνόμασι χρῶνται τοῖς αὐτοῖς ἐφ’ ἑκατέρων, ὅπερ οὐκ ἂν ἔχοι λόγον, εἰ μὴ καὶ τὰ φυσικὰ εἴδη τῇ ἐπινοίᾳ χωρίζοιτο.3 Ἐπιστῆσαι οὖν ἄξιον, ὅτι καὶ ὁ Ἀριστοτέλης ἄλλο μὲν τὸ σύνθετον τὸ ἐξ ὕλης καὶ εἴδους οἶδεν, ἄλλο δὲ τὸ εἶδος αὐτό. καὶ δὴ καὶ ὁρισμὸν ἄλλον μὲν τῆς ὕλης ἑκασταχοῦ, ἄλλον δὲ τοῦ εἴδους, ἄλλον δὲ τοῦ συνθέτου φησὶν ἀποδίδοσθαι. καὶ ἐν τούτοις δὲ τὸ εἶδος θεωρεῖ καθ’ αὑτό, ὅταν λέγῃ τὸ εἶδος καὶ τὴν μορφὴν εἶναι τὴν φύσιν. οὐ γὰρ τὸ σύνθετον λέγει τότε, ὅταν εἴπῃ “τί οὖν φύεται;
而这些学者从属于他们〔纯粹数学家〕,如同医生从属于自然哲学家一样。光学学者、调和学学者和天文学学者都不能将各自的基础对象从自然事物中分离出来,这一点在各自被付诸实践、被视为处于实际运作中时变得十分明了。因为那时他们在某种方式上与较具本原性的学科处于相反的关系之中。几何学研究作为界限的自然之线,但不是如自然哲学那样进行研究。另一方面,光学接受数学的线(因为仅仅把它作为无宽度的长来接受),但不是作为数学的线来考察,而是作为自然的线来考察。光学图示清楚表明了它接受数学的线。因此,如果线、数和圆虽然在本性上可在言述中被分离,却并非总能被分离,那么自然事物自身以及复合事物自身岂非更是如此,后者的定义本就是作为复合的和自然的事物而给出的?亚里士多德正当地针对关于相的大众观念提出了这些反驳,那些观念对彼处之物毫无领会,却妄想具质料的形式在完全未剥离质料的情况下便先在于造物主努斯之中,认为此世的一切、甚至连同质料一道被考察并连同此世实存之方式被把握的事物都有其相,而且将此世之物对彼处之物的相似性理解为同一性,而非摹本对范型的相似性。事实上,如果人就是这个运用感觉与运动、具肉体性且自身构成为可死之物的具质料者,那么彼处便不可能有人。然而,如果此世之物是生成的,且生成之物必然由某种原因生成,不仅是由普遍原因,而且是由确定的、能产生这一个特定事物的特定原因生成,那么生成之物按形式而区分的诸原因就完全必然先在于造物主努斯之中,正如在建筑师心中,墙的技术理念与屋顶的技术理念各自不同一样。而将名称从此处转移至彼处时,如果我们把它们作为这些事物的确定原因、作为在彼处拥有此世制成品在此处所具理念的原因,而用相同的名称来称呼,我认为并无不妥之处。因为亚里士多德自己也曾说秩序是双重的,一种在宇宙中,另一种在宇宙的原因中,正如一种在军队中,另一种在将领中一样。不过如果有人将此处的秩序作为存在于此处者来下定义,该定义将不适用于努斯之中的秩序,因而名称亦不适用。事实上,如果存在一个关于苏格拉底画像作为画像的定义,这一定义绝不适用于范型;然而,如果有人在定义中抛开底层的质料,概括画像对范型的相似性,例如塌鼻、秃头、凸眼,即使那时该定义亦不适用于苏格拉底,但将与他的定义相似。因为画像中的塌鼻与苏格拉底的塌鼻并非同一个,而是相似的,并且是后者的画像。但存在着自然事物的先在原因和理念,自然事物由此而存立,对此无论是亚里士多德还是尊崇亚里士多德教说的人都不持异议。至于确立相论的人,不仅称它们为此处之物的原因,而且称它们为范型,因为此世之物是按照对它们的相似性而实存的。因此他们对二者使用相同的名称,而若非自然形式亦在思想中被分离,这样做便毫无道理。因此值得注意的是,亚里士多德亦知晓由质料与形式结合而成的复合体是一回事,而形式自身是另一回事。他确实说在各处所给出的定义中,质料是一回事,形式是一回事,复合体又是另一回事。而且在这些讨论中,当他说形式和形状即是自然时,他亦就其自身来考察形式。因为当他说‘那么究竟什么在生长?’时,他所指的并不是复合体。
- 2.14ἀλλ’ οὐχ ἡ φυσική
承前文 ἡ μὲν γὰρ γεωμετρία περὶ γραμμῆς φυσικῆς σκοπεῖ... 省略了谓语动词 σκοπεῖ。阴性主格主语 ἡ φυσική 与几何学相对,指“自然学”这门学科,意为“但自然学并不这样考察”。虽然在此亦可推想为与后文 ᾗ φυσική(作为自然的)平行的副词性与格,但依底本主格冠词将其解读为两门学科考察方式的对比最为自然。
- 2.14οὐχ ὡς εἰκόνων πρὸς παραδείγματα τῶν τῇδε πρὸς ἐκεῖνα, ἀλλ’ ὡς ταὐτότητα νοοῦσαι
属格短语 τῶν τῇδε πρὸς ἐκεῖνα 修饰前述的名词 τὴν ὁμοιότητα,表明相似性的两端(“此世之物对彼处之物的相似性”)。短语 οὐχ ὡς εἰκόνων πρὸς παραδείγματα 作为比较状语,意为“不是如同画像对范型那样的相似”,并与后半句 ἀλλ’ ὡς ταὐτότητα(而是作为同一性)相对立。
- 2.14ὅπερ οὐκ ἂν ἔχοι λόγον, εἰ μὴ καὶ τὰ φυσικὰ εἴδη τῇ ἐπινοίᾳ χωρίζοιτο
由关系代词 ὅπερ(先行词为相论学者在两类事物上使用同名的做法)引导的主句采用 ἄν 加希求法(οὐκ ἂν ἔχοι λόγον),从句由 εἰ μή 配合希求法(χωρίζοιτο)构成潜在条件句。在论证语境中,它带有事实反诘的意味:若非自然形式在思想上亦可被分离,则赋予同一名称的做法便说不通。
