← 辛普里丘

亚里士多德《物理学》注释

§293.16-294.33

数学抽象与相论学者分离观念的谬误

辛普里丘探讨了数学抽象与相论学者关于形式分离的谬误之间的差异,通过凹曲与塌鼻的对比阐明了自然事物即便在思想中亦不可分离,并论证了光学等应用数学门类无法将其对象脱离质料加以分离。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.14#1

" Λανθάνουσι δὲ τοῦτο ποιοῦντες καὶ οἱ τὰς ἰδέας λέγοντες ἕως τοῦ ἀλλ’ οὐχ ᾗ μαθηματικὴ ἀλλ’ ᾗ φυσική." Εἰπὼν τοὺς μαθηματικοὺς τὰ τῇ ὑποστάσει ἀχώριστα χωρίζοντας κατ’ ἐπίνοιαν οὕτως ποιεῖσθαι περὶ αὐτῶν τοὺς λόγους, διότι τὰς τρεῖς διαστάσεις ἀπὸ τοῦ φυσικοῦ σώματος ἀφαιροῦσι, καὶ ἀπὸ τῶν τριῶν τὰς δύο ἐπίπεδον καθ’ αὑτὸ λαμβάνοντες, καὶ ἀπὸ τῶν δύο τὴν μίαν ὅταν τὴν γραμμὴν πολυπραγμονῶσι, τὸ αὐτό φησι λανθάνειν ποιοῦντας καὶ τοὺς τὰς ἰδέας λέγοντας, μᾶλλον δὲ ἀτοπώτερόν τι ποιεῖν. οἱ μὲν γὰρ μαθηματικοὶ γραμμὰς καὶ ἐπίπεδα καὶ τὰ τοιαῦτα χωρίζουσιν ἀπὸ τῶν φυσικῶν σωμάτων, ἅπερ εἰ καὶ τῇ ὑποστάσει ἀχώριστά ἐστιν, ἀλλὰ τῇ γε ἐπινοίᾳ χωριζόμενα οὐδὲν ἀδύνατον ἑπόμενον ἔχει. οὗτοι δὲ τὰ φυσικὰ εἴδη χωρίζειν ἐπιχειροῦσιν οἷον ἄνθρωπον καὶ σάρκα καὶ τὰ τοιαῦτα, ἅπερ ἧττόν ἐστι χωριστὰ τῶν μαθηματικῶν. τὸ δὲ ἧττον δοκεῖ δι’ εὐλάβειαν λέγειν φιλόσοφον, καίτοι βουλόμενος αὐτὰ μηδαμῶς εἶναι μηδὲ τῇ ἐπινοίᾳ χωριστά. καὶ παραδίδωσι κανόνα τῶν τε τῇ ἐπινοίᾳ δυναμένων χωρίζεσθαι καὶ τῶν μή. καὶ γὰρ ὅταν μὲν ταῦτα ἃ χωρίζομεν ὁριζόμενοι μὴ παραλαμβάνωμεν ἐν τῷ ὁρισμῷ ἐκεῖνα, ὧν χωρίζομεν αὐτά, μηδὲ τῇ ἐννοίᾳ συναναφέρωμεν, ἀλλ’ αὐτὰ καθ’ αὑτὰ ὁριζώμεθα καὶ ἐννοῶμεν (ὡς τὸ μαθηματικὸν σῶμα ὁριζόμενοι λέγομεν τὸ τὰς τρεῖς ἔχον διαστάσεις οὐδαμοῦ τὴν ὕλην ἢ τὴν κίνησιν τοῦ φυσικοῦ σώματος συναναφέροντες καὶ τὸ ἐπίπεδον τὸ μῆκος καὶ πλάτος μόνον ἔχον καὶ ἐπὶ ἀριθμῶν ὁμοίως), τότε χωριστὰ λόγῳ καὶ ἐπινοίᾳ τὰ τοιαῦτα λέγομεν εἶναι. ὅταν δὲ βουλομένοις ὁρίσασθαι τὰ χωριζόμενα συνεμφαίνηται πάντως ἐκεῖνα, ὧν χωρίζεται, καὶ μηδὲ δύνηται χωρὶς ἐκείνων νοεῖσθαι, τότε καὶ τῇ νοήσει καὶ ἐπινοίᾳ τὰ τοιαῦτα ἀχώριστα λέγομεν. τοιαῦτα δὲ σὰρξ καὶ ὀστοῦν καὶ ἄνθρωπος. οὐ μόνον γὰρ φυσικὸν ἕκαστον τούτων ἐστὶν καὶ ἔνυλον καὶ συναμφότερον, ἀλλὰ καὶ ὡς σύνθετον ἐπινοεῖται. καὶ τὴν διαφορὰν παρέστησεν ἐπὶ σχήματος, ποτὲ μὲν καθ’ αὑτὸ νοεῖσθαι δυναμένου, ὅταν καθ’ αὑτὸ λέγηται ὡς τὸ κυρτὸν ἢ μᾶλλον τὸ κοῖλον σχῆμα, ποτὲ δὲ μὴ δυναμένου, ὡς ἐπὶ τοῦ σιμοῦ. καὶ γὰρ ἡ σιμότης κοιλότης ἐστίν, ἀλλ’ οὐχ ἡ τυχοῦσα, ἀλλ’ ἡ ἐν ῥινὶ κοιλότης. διὸ σιμότητα ἄνευ ῥινὸς ἐπινοῆσαι ἀδύνατον. καὶ τὸν ὁρισμὸν ἀποδιδόντες σιμότητα λέγομεν εἶναι κοιλότητα ἐν ῥινί. εἰ τοίνυν καὶ τὸν ἄνθρωπον ὁριζόμενοι ζῷον λογικὸν θνητὸν λέγομεν τὸ κατὰ τὴν ἰδέαν παράδειγμα τοῦ ἀνθρώπου λεγόμενον,1 ἤτοι ἄλλο τι ὂν λέγεται ἄνθρωπος (καὶ οὐκ ἂν εἴη κοινωνοῦν τῷ φυσικῷ ἀνθρώπῳ κατὰ τὴν οὐσίαν οὐδὲ παράδειγμα αὐτοῦ) ἢ εἴπερ καὶ αὐτὸ ζῷον λογικὸν θνητόν ἐστι καὶ παρ’ αὐτοῦ ὁ τῇδε ἄνθρωπος τὸ εἶναι τοιοῦτος ἔχει τῇ πρὸς αὐτὸ ὁμοιότητι, καὶ ἐκεῖνο μετὰ κινήσεως ἀνάγκη νοεῖσθαι καὶ σώματος. τὸ γὰρ ζῷον οὐσία ἐστὶν ἔμψυχος αἰσθητικὴ καὶ κατὰ τόπον κινητική. πῶς οὖν ἂν εἴη ζῷον τὸ ἐκεῖ ἢ πῶς θνητόν, χαλεπὸν καὶ πλάσαι, ἢ πῶς ὅλως τὰ φυσικὰ καὶ ἔνυλα καὶ ἐν κινήσει οἷον καὶ σάρξ ἐστι καὶ ὀστοῦν καὶ ἄνθρωπος καὶ τῶν ἄλλων ἕκαστον. ὅτι δὲ οὐ πάντα δυνατὸν χωρίσαι τῶν φυσικῶν, δείκνυσι καὶ διὰ τοῦ τῶν μαθημάτων καίτοι χωρίζειν πεφυκότων ὅμως τὰ φυσικώτερα καὶ κινήσει προσχρώμενα (οἷά ἐστιν ἥ τε ὀπτικὴ καὶ ἡ ἁρμονικὴ καὶ ἡ ἀστρολογία αἰσθήσεσιν ἤδη προσχρώμεναι καὶ κινουμένοις ὑποκειμένοις) μὴ δύνασθαι2 χωρίσαι ταῦτα τῆς ὕλης καὶ τῆς φύσεως. καὶ γὰρ ἡ ὀπτικὴ γραμμὰς ὥσπερ ὁ γεωμέτρης λαμβάνει, καὶ ἡ ἁρμονικὴ λόγους ἀριθμητικοὺς ἐπόγδοον καὶ ἡμιόλιον καὶ ἐπίτριτον καὶ διπλάσιον ὡς ἡ ἀριθμητική, καὶ ἡ ἀστρολογία σφαίρας καὶ κύκλους ὡς ἡ σφαιρική· καὶ ὅμως οὐ δύνανται ταῦτα αὗται τῶν φυσικῶν καὶ κινουμένων καὶ ἐνύλων χωρίσαι, ὥσπερ ἐκεῖναι χωρίζουσι καὶ ἐφ’ ἑαυτῶν ὁρίζονται καὶ ὡς κεχωρισμένοις χρῶνται. καίτοι τὰς ἀρχὰς ὁ μὲν ὀπτικὸς ἀπὸ τοῦ γεωμέτρου λαμβάνει, ὁ δὲ ἁρμονικὸς ἀπὸ τοῦ ἀριθμητικοῦ, ὁ δὲ ἀστρολόγος ἀπὸ τοῦ σφαιρικοῦ.

“主张相论的人亦是在不知不觉中做着这事”直至“但不是作为数学的,而是作为自然的”。 在指出数学家们在思想中分离那些在实存中不可分离之物,并以此方式对它们进行论述之后——因为他们从自然物体中抽离出三个维度,又从三个维度中取其二,把平面作为自身加以把握,并在深入探讨线时从二者中取其一——,他说主张相论的人亦是在不知不觉中做着同样的事,或者说,做着某种更为荒谬的事。因为数学家们将线、面以及诸如此类的事物从自然物体中分离出来,而这些事物即便在实存中是不可分离的,然而在思想中被分离时并不会带来不可能的后果。但这批人却企图分离自然形式,诸如人、肌肉以及诸如此类的事物,而这些事物相比于数学对象是更不可分离的。他似乎是出于哲学的审慎才说“更不可”,尽管他原本主张它们绝不能被分离,甚至在思想中亦不可分离。而且他给出了能够在思想中被分离与不能被分离之物的标准。因为,当我们在对所分离的这些事物下定义时,若在定义中不引入我们将其从中分离出来的那些原物,亦不在概念中将它们一并引述,而是就其自身下定义和思想它们(正如在定义数学物体时我们称其为‘具有三个维度者’,绝不在概念中一并引述自然物体的质料或运动;又如将平面定义为‘仅具有长与宽者’,在数上亦同样如此),那时我们便说此类事物在言述和思想上是可分离的。然而,当对于欲给被分离之物下定义的人而言,它们从中被分离出来的那些原物无论如何都必然同时呈现,甚至若无原物便无法被思想时,那时我们便说此类事物无论在领会中还是在思想中都是不可分离的。肌肉、骨骼和人便是此类事物。因为这其中的每一者不仅是自然的、具质料的、两者结合的复合体,而且亦是作为复合体而被思想的。他以形状为例说明了这一差异:形状有时能够就其自身被思想(当就其自身而言说时,如凸状或更确切地说是凹状的形状),但有时却不能,如在塌鼻的情形中。因为塌鼻乃是一种凹曲,但并非任意的凹曲,而是鼻子中的凹曲。因此,脱离鼻子去思想塌鼻是不可能的。而当我们给出其定义时,我们说塌鼻是“鼻子中的凹曲”。因此,如果我们给人类下定义而称其为“有理性的可死动物”,那么被称为人的相范型,要么是某种别的事物却被称为人(这样它在实体上便与自然的人毫无相通之处,亦非其范型);要么如果它自身亦是有理性的可死动物,而此世的人凭借与它的相似性而从它那里具有如此性质,那么它必然亦必须与运动和物体一道被思想。因为动物乃是有灵魂的、有感觉的、能够在空间中运动的实体。那么彼处的存在物又怎能是动物,或怎能是可死的呢(这甚至难以设想),或者根本而言它怎能像肌肉、骨骼、人以及其他每一事物那样是自然的、具质料的和处于运动之中的呢?他亦通过以下事实证明了并非所有事物都能够从自然之物中分离出来:数学各门学科虽然在本性上擅长分离,然而其中较具自然性且使用运动的学科(诸如光学、调和学和天文学,它们已经使用感觉和运动着的底层基质),却不能将这些对象从质料和自然中分离出来。因为光学如同几何学家一样接受线,调和学如同算术一样接受数比——八分之九比、二分之三比、三分之四比和二倍比,而天文学如同球面学一样接受球面和圆;然而这些学科却不能将它们从自然的、运动的和具质料的事物中分离出来,不能像那些学科分离它们、就其自身下定义并作为已分离之物来运用那样。尽管光学家的原理取自几何学家,调和学家的原理取自算术家,天文学家的原理取自球面学家。

语法注2 条
  1. 2.14τὸ κατὰ τὴν ἰδέαν παράδειγμα τοῦ ἀνθρώπου λεγόμενον

    整个句子的骨干结构是在条件句 εἰ τοίνυν καὶ τὸν ἄνθρωπον ὁριζόμενοι ζῷον λογικὸν θνητὸν λέγομεν 之后,针对主语 τὸ κατὰ τὴν ἰδέαν παράδειγμα 展开了 ἤτοι ἄλλο τι ὂν λέγεται ἄνθρωπος ... ἢ εἴπερ καὶ αὐτὸ ζῷον λογικὸν θνητόν ἐστι ... καὶ ἐκεῖνο μετὰ κινήσεως ἀνάγκη νοεῖσθαι 的两难困境。前者导致相范型失去与自然人的共同实体,后者则迫使永恒不变的相亦必须带有运动与物体性。

  2. 2.14διὰ τοῦ τῶν μαθημάτων καίτοι χωρίζειν πεφυκότων ὅμως τὰ φυσικώτερα καὶ κινήσει προσχρώμενα ... μὴ δύνασθαι

    这是一个由介词短语 διά τοῦ 连结不定式短语 μὴ δύνασθαι χωρίσαι ταῦτα τῆς ὕλης 构成的证明性因果结构。不定式的逻辑主语是 τὰ φυσικώτερα [τῶν μαθημάτων],而紧接在介词后的属格 τῶν μαθημάτων 既作为部分属格修饰 τὰ φυσικώτερα,又与让步分词短语 καίτοι χωρίζειν πεφυκότων 保持格的一致。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:293.16-294.33