- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:291.23-293.15
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普利丘引述杰米诺(波希多尼)的段落,详细阐明了自然哲学与天文学在对象重叠时的不同方法与原因论差异,随后澄清了亚里士多德对“数学家”与“占星术(天文学)”等术语的用法。
ἔχει δὲ ὧδε· “τῆς μὲν φυσικῆς θεωρίας ἐστὶ τὸ σκοπεῖν περί τε οὐσίας οὐρανοῦ καὶ ἄστρων καὶ δυνάμεως καὶ ποιότητος γενέσεώς τε καὶ φθορᾶς καὶ νὴ Δία τούτων περὶ μεγέθους καὶ σχήματος καὶ τάξεως ἀποδεικνύναι δύναται·1 ἡ δὲ ἀστρολογία περὶ τοιούτου μὲν οὐδενὸς ἐπιχειρεῖ λέγειν, ἀποδείκνυσι δὲ τὴν τάξιν τῶν οὐρανίων κόσμον ὄντως ἀποφήνασα τὸν οὐρανόν, περί τε σχημάτων λέγει καὶ μεγεθῶν καὶ ἀποστημάτων γῆς τε καὶ ἡλίου καὶ σελήνης καὶ περὶ ἐκλείψεων καὶ συνάψεων τῶν ἄστρων καὶ περὶ τῆς ἐν ταῖς φοραῖς αὐτῶν ποιότητος καὶ ποσότητος. ὅθεν ἐπειδὴ τῆς περὶ ποσὸν καὶ πηλίκον καὶ ποιὸν κατὰ σχῆμα θεωρίας ἐφάπτεται, εἰκότως ἀριθμητικῆς τε καὶ γεωμετρίας ἐδεήθη ταύτῃ. καὶ περὶ τούτων, ὧν ὑπισχνεῖτο μόνων λόγον ἀποδώσειν, δι’ ἀριθμητικῆς τε καὶ γεωμετρίας συμβιβάζειν ἰσχύει. πολλαχοῦ τοίνυν ταὐτὸν κεφάλαιον ἀποδεῖξαι προθήσεται ὅ τε ἀστρολόγος καὶ ὁ φυσικός, οἷον ὅτι μέγας ὁ ἥλιος, ὅτι σφαιροειδὴς ἡ γῆ, οὐ μὴν κατὰ τὰς αὐτὰς ὁδοὺς βαδιοῦνται. ὁ μὲν γὰρ ἀπὸ τῆς οὐσίας ἢ τῆς δυνάμεως ἢ τοῦ ἄμεινον οὕτως ἔχειν ἢ ἀπὸ τῆς γενέσεως καὶ μεταβολῆς ἕκαστα ἀποδείξει, ὁ δὲ ἀπὸ τῶν συμβεβηκότων τοῖς σχήμασιν ἢ μεγέθεσιν ἢ ἀπὸ τῆς ποσότητος τῆς κινήσεως καὶ τοῦ ἐφαρμόττοντος αὐτῇ χρόνου. καὶ ὁ μὲν φυσικὸς τῆς αἰτίας πολλαχοῦ ἅψεται εἰς τὴν ποιητικὴν δύναμιν ἀποβλέπων, ὁ δὲ ἀστρολόγος ὅταν ἀπὸ τῶν ἔξωθεν συμβεβηκότων ἀποδεικνύῃ, οὐχ ἱκανὸς θεατὴς γίνεται τῆς αἰτίας, οἷον ὅτε σφαιροειδῆ τὴν γῆν ἢ τὰ ἄστρα ἀποδίδωσιν, ἐνιαχοῦ δὲ οὐδὲ τὴν αἰτίαν λαβεῖν ἐφίεται, ὡς ὅταν περὶ ἐκλείψεως διαλέγηται· ἄλλοτε δὲ καθ’ ὑπόθεσιν εὑρίσκει τρόπους τινὰς ἀποδιδούς, ὧν ὑπαρχόντων σωθήσεται τὰ φαινόμενα.2 οἷον διὰ τί ἀνωμάλως ἥλιος καὶ σελήνη καὶ οἱ πλάνητες φαίνονται κινούμενοι; ὅτι εἰ ὑποθώμεθα ἐκκέντρους αὐτῶν τοὺς κύκλους ἢ κατ’ ἐπίκυκλον πολούμενα τὰ ἄστρα, σωθήσεται ἡ φαινομένη ἀνωμαλία αὐτῶν, δεήσει τε ἐπεξελθεῖν, καθ’ ὅσους δυνατὸν τρόπους ταῦτα ἀποτελεῖσθαι τὰ φαινόμενα, ὥστε ἐοικέναι τῇ κατὰ τὸν ἐνδεχόμενον τρόπον αἰτιολογίᾳ τὴν περὶ τῶν πλανωμένων ἄστρων πραγματείαν. διὸ καὶ παρελθών τίς φησιν Ἡρακλείδης ὁ Ποντικός,3 ὅτι καὶ κινουμένης πως τῆς γῆς, τοῦ δὲ ἡλίου μένοντός πως δύναται ἡ περὶ τὸν ἥλιον φαινομένη ἀνωμαλία σῴζεσθαι. ὅλως γὰρ οὐκ ἔστιν ἀστρολόγου τὸ γνῶναι, τί ἠρεμαῖόν ἐστι τῇ φύσει καὶ ποῖα τὰ κινητά, ἀλλὰ ὑποθέσεις εἰσηγούμενος τῶν μὲν μενόντων, τῶν δὲ κινουμένων σκοπεῖ, τίσιν ὑποθέσεσιν ἀκολουθήσει τὰ κατὰ τὸν οὐρανὸν φαινόμενα. ληπτέον δὲ αὐτῷ ἀρχὰς παρὰ τοῦ φυσικοῦ, ἁπλᾶς εἶναι καὶ ὁμαλὰς καὶ τεταγμένας κινήσεις τῶν ἄστρων, δι’ ὧν ἀποδείξει ἐγκύκλιον οὖσαν τὴν χορείαν ἁπάντων τῶν μὲν κατὰ παραλλήλους, τῶν δὲ κατὰ λοξοὺς κύκλους εἱλουμένων”. οὕτως μὲν οὖν καὶ ὁ Γέμινος ἤτοι ὁ παρὰ τῷ Γεμίνῳ Ποσειδώνιος τὴν διαφορὰν τῆς τε φυσιολογίας καὶ τῆς ἀστρολογίας παραδίδωσιν ἀπὸ τοῦ Ἀριστοτέλους τὰς ἀφορμὰς λαβών. Κατὰ δὲ τὴν λέξιν ἄτοπον φησὶ τὸ τῶν καθ’ αὑτὰ συμβεβηκότων τοῖς φυσικοῖς μηδὲν εἰδέναι τὸν φυσιολόγον εἰκότως, διότι ἀνάγκη τὸν εἰδότα τι κατὰ τρόπον καὶ τὰ ἴδια αὐτοῦ εἰδέναι καὶ τὰς προσεχεῖς διαφοράς. εἰ γὰρ μὴ ταῦτα εἰδείη, οὐδὲ εἰ τῶν ὁμογενῶν διαφέρει εἴσεται. τοῦτο δὲ μὴ εἰδὼς πάντα ἂν τὰ ὁμογενῆ ταὐτὰ ἀλλήλοις ὑπολήψεται, ὥστε εἰ οὕτω τύχοι καὶ τἀναντία. εἰ οὖν τὰ σχήματα καὶ μεγέθη καὶ αἱ τοιαίδε κινήσεις τῶν ἄστρων ἴδια τοῦ θείου σώματός ἐστιν, ἀνάγκη καὶ ταῦτα εἰδέναι τὸν φυσικόν. περὶ δὲ τὴν τῶν ὀνομάτων χρῆσιν ἐπισημήνασθαι ἄξιον, ὅτι μαθηματικὸν νῦν τὸν γεωμέτρην ἔοικε καλεῖν· οὗτος γάρ ἐστιν ὁ περὶ ἐπίπεδα καὶ στερεὰ καὶ μήκη καὶ στιγμὰς ἔχων, καίτοι τῆς κυρίως μαθηματικῆς καὶ τὴν ἀριθμητικὴν καὶ τὴν ἀστρολογίαν ἤτοι σφαιρικὴν καὶ τὴν ἁρμονικὴν ἤτοι κανονικὴν περιεχούσης. καὶ τὸ τῆς ἀστρολογίας ὄνομα οἱ μὲν παλαιοὶ μήπω τότε τῆς ἀποτελεσματικῆς εἰς τοὺς Ἕλληνας, ὡς ἔοικεν, ἐλθούσης ἐπὶ τῆς νῦν καλουμένης ἀστρονομίας ἔφερον,4 οἱ δὲ νεώτεροι διελόντες τοὔνομα τὴν μὲν τὰς κινήσεις τῶν οὐρανίων ἐπισκοποῦσαν ἀστρονομίαν καλοῦσι, τὴν δὲ περὶ τὰ ἀποτελούμενα ἐξ αὐτῶν διατρίβουσαν ἀστρολογίαν ἰδίως ἐπονομάζουσι.
其文如下:“考察天与星辰的实体、潜能、性质以及生成与毁灭,乃是自然哲学的理论观照之职分,而且凭宙斯起誓,它亦能够就这些事物证明其大小、形状与秩序。然而天文学并不企图谈论任何这类事物,而是通过阐明天确实是宇宙(秩序)来证明天体的秩序,它谈论大地、太阳与月亮的形状、大小与距离,谈论星辰的交食与相合,以及它们在运行中的质与量。因此,由于它触及关于数量、量度以及依形状而定的质的理论观照,在这个意义上它理所当然地需要算术与几何学。并且关于它承诺仅对其作出说明的这些事物,它有能力通过算术与几何学加以整合贯通。因此在许多场合,天文学家与自然哲学家将提出证明相同的要点——例如太阳巨大、大地是球形的——然而他们绝不会沿着相同的路径前行。因为一方将依凭实体或潜能,或依凭‘如此存在更为优良’,或依凭生成与变化来证明每一件事;而另一方则依凭属于形状或大小的偶性,或依凭运动的量以及与其相适合的时间来证明。自然哲学家在许多场合着眼于作用力而触及原因,然而天文学家当从外在偶性进行证明时,并未成为原因的充分观察者——例如当他解释大地或星辰是球形之时——有时他甚至不力求把握原因,正如当他探讨日食月食之时;而在另一些时候,他通过假说发现并给出某些方式,若这些方式成立,现象便得以拯救。例如:太阳、月亮和行星为何看似不规则地运动?因为如果我们假定它们的轨道是偏心圆,或者星辰沿着本轮运转,它们表面上的不规则便将得以拯救;而且有必要探究这些现象可能依凭多少种方式生成,以致关于行星的探讨类似于按照可能方式进行的原因说明。正因如此,某位来自蓬托斯的赫拉克利德站出来说,即便大地以某种方式运动而太阳以某种方式静止,关于太阳表面上的不规则亦能够得以拯救。因为根本而言,认识何者在本性上是静止的、何类事物是可运动的,绝非天文学家的职分;相反,他提出假说,令一部分静止而另一部分运动,以此考察天上的现象将符合何种假说。但他必须从自然哲学家那里接受原理,即星辰的运动是单纯、均匀且有序的;通过这些原理,他将证明所有星辰的合舞皆是圆周的,有的沿着平行圆旋转,有的沿着倾斜的圆旋转。”杰米诺,或者说杰米诺所引述的波希多尼,便是这样从亚里士多德那里获得出发点,传授了自然哲学与天文学的差异。 就文句而言,他理所当然地说自然哲学家对自身属于自然之物的偶性一无所知是荒谬的,因为正当认识某物的人必然亦认识其固有属性及其邻近的种差。因为他若不知晓这些,他甚至不会知晓它是否相异于同属的事物。而若不知晓这一点,他便会认为所有同属的事物彼此皆是同一的,以至于倘若碰巧还会将相反者等同起来。因此,如果星辰的形状、大小以及这类运动是神圣物体的固有属性,自然哲学家必然亦知晓这些。 关于名词的使用,值得指出的是,他现在似乎将几何学家称为“数学家”;因为致力于面、体、线和点的正是几何学家,尽管严格意义上的数学亦包含算术、天文学(即球面学)以及调和学(即律度学)。至于“占星术(天文学)”这一名称,古代人由于当时那种占断术似乎尚未传入希腊人之中,故将其用于如今被称为天文学之物;而较晚近的人则区分了这一名称,将考察天体运动的学科称为天文学,而将专门探究源自天体之影响结果的学科特别命名为占星术。
- 2.13καὶ νὴ Δία τούτων περὶ μεγέθους καὶ σχήματος καὶ τάξεως ἀποδεικνύναι δύναται
限定动词 δύναται 缺少显式主语,承接前句的 τῆς μὲν φυσικῆς θεωρίας ἐστί,可补出“自然哲学的理论观照”(ἡ φυσικὴ θεωρία)作为主语。亦可根据语境理解为主语是“自然哲学家”(ὁ φυσικός),但紧承前文结构,将该学科活动本身视为主语更为贴切。
- 2.13ὧν ὑπαρχόντων σωθήσεται τὰ φαινόμενα
关系代词 ὧν 指向前行词 τρόπους τινάς(某些方式),并与分词 ὑπαρχόντων 构成属格独立结构。该结构起条件从句的作用(“若这些方式成立”),表达了古代天文学中“拯救现象”(σωθήσεται τὰ φαινόμενα)的标准构式。
- 2.13παρελθών τίς φησιν Ἡρακλείδης ὁ Ποντικός
不定代词 τίς 修饰专有名词 Ἡρακλείδης ὁ Ποντικός,意为“某位来自蓬托斯的赫拉克利德”。分词 παρελθών 为习语性表达,意为“走到台前/站出来”,修饰主要动词 φησίν,表现出其在公开论辩中提出独特学说之态。
- 2.13καὶ τὸ τῆς ἀστρολογίας ὄνομα ... ἐπὶ τῆς νῦν καλουμένης ἀστρονομίας ἔφερον
名词短语 τὸ τῆς ἀστρολογίας ὄνομα 作为宾格话题被前置于句首。从句主语为 οἱ μὲν παλαιοί,主要动词 ἔφερον 与介词短语 ἐπί τινος 连用,表示“将(该名称)运用于/加诸于”。
