- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:290.1-291.23
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘阐明了亚里士多德为何要区分自然哲学与数学及天文学,分析了它们在研究对象与方法上的异同,并具体对比了关于立体及天体球形性的证明方式,最后提及亚历山大对杰米诺的引述。
" Μετὰ τοῦτο θεωρητέον τίνι διαφέρει ὁ μαθηματικὸς ἕως τοῦ οὐδὲ γίνεται ψεῦδος χωριζόντων.1" Βούλεται μὲν τὴν διαφορὰν τοῦ φυσικοῦ πρὸς τὸν μαθηματικὸν παραδοῦναι εἰκότως, διότι περὶ τὰ αὐτὰ καταγίνεσθαι δοκοῦσι. καὶ γὰρ ὁ μὲν φυσικὸς περὶ φυσικὰ σώματα καταγίνεται. ταῦτα δὲ ἐπίπεδα ἔχει καὶ στερεὰ καὶ μήκη καὶ στιγμάς, περὶ ὧν σκοπεῖ ὁ μαθηματικός. εἰ οὖν ταῦτα ἐν τοῖς φυσικοῖς ἐστι, φυσικὸς ἂν εἴη καὶ ὁ μαθηματικός, καὶ ἡ μαθηματικὴ μέρος ἂν εἴη τῆς φυσικῆς φυσικῶν οὖσα καὶ αὐτὴ θεωρητική. ὁμοίως δὲ καὶ τὴν πρὸς ἀστρολογίαν διαφορὰν τῆς φυσικῆς παραδίδωσι, διότι καὶ αὐτὴ κοινωνεῖν δοκεῖ καὶ μάλιστα ὅτι περὶ κινούμενα καὶ ὁ ἀστρολόγος καταγίνεται ὥσπερ ὁ φυσικός, καὶ οὐχὶ περὶ ἀκίνητα ὡς ὁ γεωμέτρης. διὸ περὶ τῶν αὐτῶν δοκοῦσι λέγειν ὅ τε φυσικὸς καὶ ὁ ἀστρολόγος. κἂν γὰρ ὁ φυσικὸς περὶ τῆς οὐσίας διαλέγηται τῶν ἄστρων, ὁ δὲ μαθηματικὸς περὶ τῶν συμβεβηκότων οἷον κινήσεως αὐτῶν καὶ σχήματος καὶ μεγέθους καὶ τῆς πρὸς ἄλληλα καὶ τὴν γῆν διαστάσεως, ἀλλὰ καὶ ὁ φυσικὸς καὶ περὶ τούτων διαλέγεται. ἄτοπον γὰρ τὸ ταῦτα ἀγνοεῖν τὸν δοκοῦντα τὴν τῶν ὄντων φύσιν ἐπεσκέφθαι. καὶ φαίνονται μέντοι οἱ περὶ φύσεως πραγματευσάμενοι καὶ περὶ σχήματος ἡλίου καὶ σελήνης λέγοντες, καὶ ὅτι σφαιροειδὴς ἡ γῆ καὶ ὁ κόσμος ὅλος δεικνύντες. καὶ δὴ καὶ αὐτὸς ἐν τῇ Περὶ οὐρανοῦ καὶ ὁ Πλάτων ἐν Τιμαίῳ περὶ τούτων ἀπέδειξαν φυσικαῖς ἀποδείξεσι προσχρησάμενοι. εἰ οὖν ὁ μὲν φυσικὸς καὶ περὶ οὐσίας τῶν ἄστρων καὶ περὶ τῶν συμβεβηκότων αὐτοῖς ἐπισκοπεῖ, ὁ δὲ ἀστρολόγος περὶ μόνων τῶν συμβεβηκότων, μέρος ἂν δόξῃ τῆς φυσικῆς καὶ ἡ ἀστρολογία. οὕτως μὲν οὖν σύνεγγυς ἂν εἴησαν τῇ φυσικῇ ἥ τε μαθηματικὴ καὶ ἡ ἀστρολογία, καὶ διὰ τοῦτο τὴν διαφορὰν αὐτῶν ἔδει παραδοῦναι. Διαφέρει δὲ ὁ μαθηματικὸς τοῦ φυσικοῦ πρῶτον μὲν ὅτι ὁ φυσικὸς οὐ περὶ τῶν συμβεβηκότων μόνον τοῖς φυσικοῖς σώμασι λέγει, ἀλλὰ καὶ περὶ τῆς ὕλης, τοῦ μαθηματικοῦ μηδὲν περὶ ὕλης πολυπραγμονοῦντος. ἔπειτα καὶ περὶ τῶν συμβεβηκότων, περὶ ὧν ἀμφότεροι λέγουσιν, οὐ κατὰ τὸν αὐτὸν λέγουσι τρόπον, ἀλλ’ ὁ μὲν φυσικὸς περὶ ἐπιπέδων λέγει καὶ γραμμῶν καὶ σημείων ὡς περὶ περάτων τοῦ φυσικοῦ καὶ κινητοῦ σώματος. ὁ δὲ μαθηματικὸς οὔτε τὴν κίνησιν προσποιεῖται τὴν ἔμφυτον οὔτε ὡς πέρατα φυσικοῦ σώματος παραλαμβάνει. οὐδὲ γὰρ τὸ στερεὸν αὐτῷ φυσικὸν ὑπόκειται, ἀλλ’ αὐτὸ τοῦτο μόνον τὸ τριχῇ διεστώς, ὡς εἰ καὶ καθ’ ἑαυτὰ ἦν τοιαῦτα· περὶ γὰρ τὰ τῇ νοήσει χωριστὰ καταγίνονται. διὸ καὶ χωρίζουσιν αὐτά, καὶ οὐδὲν ἀκολουθεῖ ψεῦδος. χωρίσας γὰρ αὐτὰ τῇ νοήσει τῶν φυσικῶν σωμάτων καὶ πάσης κινήσεως οὕτω τὰ συμβεβηκότα τοῖς οὕτω ὑποτεθεῖσι σκοπεῖ. ὥστε εἰ μήτε ὡς περὶ φυσικῶν λέγει μήτε ὡς φυσικοῖς ὑπαρχόντων, οὔτε φυσικὸς ἂν εἴη ὁ μαθηματικὸς οὔτε μέρος ἡ μαθηματικὴ τῆς φυσικῆς. ἀλλ’ οὐδὲ ἡ ἀστρολογία· καὶ γὰρ καὶ αὕτη τὰ συμβεβηκότα τοῖς φυσικοῖς σκοπεῖ, οὐχ ᾗ τοῖς φυσικοῖς συμβέβηκεν, ἀλλ’ ὁποῖα ἄν ᾖ τὰ ἐσχηματισμένα καὶ κινούμενα σώματα· ὥστε καὶ ὁ ἀστρολόγος κἂν λέγῃ περὶ τῶν καθ’ αὑτὰ ὑπαρχόντων τοῖς φυσικοῖς σώμασιν, ἀλλ’ οὐχ ᾗ φυσικοῖς ὑπάρχει ταῦτα ζητεῖ, οὐδὲ ὅτι τῇ τοιαύτῃ φύσει τὰ τοιαῦτα σχήματα καὶ μεγέθη καὶ κινήσεις προσήκουσιν ἀποδείκνυσιν. ὥσπερ ἐπὶ τοῦ οὐρανίου σώματος ὅτι σφαιροειδές, ὁ μὲν φυσικὸς ἀπὸ τοῦ πρῶτον καὶ ἁπλοῦν καὶ τέλειον καὶ μονοειδὲς τοῦτο μόνον εἶναι τῶν στερεῶν σχημάτων2 (τὰ γὰρ εὐθύγραμμα σύνθετά τε ἐκ πλειόνων καὶ δεύτερα) καὶ διὰ τοῦτο τῷ πρώτῳ τῶν σωμάτων προσήκειν, ὡς Ἀριστοτέλης ἀποδείκνυσιν, ὁ δὲ ἀστρολόγος ἐκ τοῦ τῶν ἰσοπεριμέτρων ἐν τοῖς στερεοῖς πολυχωρητοτέραν εἶναι τὴν σφαῖραν. οὕτως μὲν οὖν ὁ Ἀριστοτέλης διὰ βραχέων ἐνεδείξατο τὴν διαφορὰν τῆς φυσιολογίας πρός τε τὴν μαθηματικὴν καὶ τὴν ἀστρολογίαν. Ὁ δὲ Ἀλέξανδρος φιλοπόνως λέξιν τινὰ τοῦ Γεμίνου παρατίθησιν ἐκ τῆς ἐπιτομῆς τῶν Ποσειδωνίου Μετεωρολογικῶν ἐξηγήσεως τὰς ἀφορμὰς ἀπὸ Ἀριστοτέλους λαβοῦσαν.
“在此之后必须考察数学家以何种方式相异于……对于分离者而言亦不产生虚妄[为止]。” 他意欲传授自然哲学家与数学家之间的差异,这是理所当然的,因为他们看似致力于相同的事物。事实上,自然哲学家致力于自然物体,而这些物体具有面、体、长度和点,数学家所考察的亦正是这些。因此,如果这些存在于自然之物中,那么数学家亦将是自然哲学家,而数学自身亦是对自然之物的理论探究,从而将是自然哲学的一部分。同样地,他亦传授了自然哲学与天文学之间的差异,因为天文学看来亦与自然哲学相通,尤其是因为天文学家如同自然哲学家一样致力于运动之物,而不像几何学家那样致力于不动之物。因此,自然哲学家与天文学家看似在谈论相同的事物。因为即使自然哲学家探讨星辰的实体,而数学家探讨其偶性——诸如它们的运动、形状、大小以及它们彼此之间和与大地的距离——然而自然哲学家亦探讨这些。因为自认为探究过存在者之自然的人若对这些一无所知,乃是荒谬的。事实上,那些论述自然的人显然亦谈论太阳与月亮的形状,并证明大地与整个宇宙是球形的。而且确实是他自己在《论天》中,以及柏拉图在《蒂迈欧》中,皆借助物理学的证明论证了这些问题。因此,如果自然哲学家既考察星辰的实体亦考察其偶性,而天文学家仅考察其偶性,那么天文学看来亦将是自然哲学的一部分。这样看来,数学与天文学皆与自然哲学极为接近,正因如此有必要传授它们之间的差异。 然而数学家不同于自然哲学家,首先在于:自然哲学家不仅谈论自然物体的偶性,而且亦谈论质料,而数学家则对质料毫不探究。其次,即便是关于二者皆谈论的偶性,他们亦不是以相同的方式谈论;自然哲学家是将面、线、点作为自然的、可运动之物体的界限来谈论的,而数学家既不顾及内在的运动,亦不将其视为自然物体的界限来把握。因为对于他而言,立体并不是作为自然的事物而作为基底,而仅仅是这本身,即三维延伸之物,宛若这类事物亦是自存的一般;因为他们致力于在思想中可分离的事物。因此他们亦将这些事物分离出来,并且没有任何虚妄随之产生。因为他在思想中将这些事物从自然物体和一切运动中分离出来之后,便这样考察属于如此假定之物的偶性。因此,如果他既非作为关于自然之物而谈论,亦非作为属于自然之物而谈论,那么数学家便不会是自然哲学家,数学亦不会是自然哲学的一部分。天文学同样亦非如此;因为天文学亦考察自然之物的偶性,但并非就其附属于自然之物而言,而是无论具形且运动的物体具有何种性质。因此天文学家即使谈论自身属于自然物体的属性,亦并非就其属于自然之物而言去探寻这些,亦不证明这类形状、大小与运动适合于如此的自然。正如关于天体是球形的:自然哲学家依凭这一形状在立体图形中唯独是第一的、单一的、完全的且单一种类的(因为直线图形由更多部分复合而成且是第二位的),并因此适合于最先的物体来证明,正如亚里士多德所证明的那样;而天文学家则是依凭在等周的立体中球体的容积最大来证明。亚里士多德便是这样简要地指明了自然哲学与数学以及天文学的差异。 而亚历山大则勤勉地引述了杰米诺源自波希多尼《气象学释义》节本的一段话,这段话从亚里士多德那里获得了出发点。
- 2.13χωριζόντων
不带名词的现在分词属格复数,充当属格独立结构,表示一般性的逻辑主语(“对于那些进行分离/抽象的人[即数学家]而言”),此词位于所引词条(lemma)的末尾。
- 2.13ἀπὸ τοῦ πρῶτον καὶ ἁπλοῦν καὶ τέλειον καὶ μονοειδὲς τοῦτο μόνον εἶναι τῶν στερεῶν σχημάτων
介词 ἀπό 支配由中性单数属格定冠词 τοῦ 与不定式 εἶναι 构成的冠词不定式结构,表示论证的根据(“从……这一事实出发”)。τοῦτο 为不定式的宾格主语,πρῶτον、ἁπλοῦν、τέλειον 与 μονοειδές 作为表语形容词并列,τῶν στερεῶν σχημάτων 则是修饰 τοῦτο μόνον 的部分属格。
