← 辛普里丘

亚里士多德《物理学》注释

§288.19-289.35

质料的顺应性与神之照耀对自然的界定

辛普里丘阐明了自然虽为顺应性却被称为创制性和目的论性的缘由,将其解释为神从上方照耀与自然从下方提供顺应性的协作,并在驳斥前人质料说与形式说的基础上,将自然界定为质料的顺应性与最末端的生命。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.12#5

καὶ διὰ τοῦτο ἡ φύσις, κἂν ἐπιτηδειότης ἐστὶ τοῦ ὑποκειμένου,1 λέγεται ποιεῖν ὡς συντελοῦσα πρὸς τὸ ἀποτέλεσμα, καὶ ὅταν λέγῃ αὐτὴν ἕνεκά του ποιεῖν, ὡς τῆς τῶν φυσικῶν γενέσεως εἰς τέλος ὡρισμένον ὁρώσης λέγει καὶ μὴ ἀπὸ τύχης ἢ ἐκ ταὐτομάτου γινομένων, ἀλλ’ ὡς πεφυκότων οὕτω γίνεσθαι ὡς γίνονται. λέγει γοῦν ἐν τούτῳ τῷ βιβλίῳ ὅτι “ἐν οἷς τέλος τί ἐστι, τούτου ἕνεκα πράττεται τὸ ἕτερον καὶ τὸ ἐφεξῆς. οὐκοῦν ὡς πράττεται, οὕτως πέφυκε, καὶ ὡς πέφυκεν οὕτω πράττεται ἕκαστον, ἐὰν μή τι ἐμποδίσῃ”. ὁρᾷς οὖν ὅτι τὸ πεφυκὸς τοῦτο λέγει εἶναι τὸ φυσικόν. κἂν λέγῃ οὖν ὅτι “ὁ θεὸς καὶ ἡ φύσις οὐδὲν μάτην ποιοῦσιν”, οὕτως λέγει ὡς τῆς μὲν τὴν ἐπιτηδειότητα κάτωθεν παρεχομένης εἰς τέλος τὸ ἀγαθὸν βλέπουσαν, τοῦ δὲ τὸ ἐνεργείᾳ τοιοῦτον ἄνωθεν ἐπιλάμποντος.2 ἀλλ’ ὁ μὲν Ἀριστοτέλης οὕτως ἐκ τῆς διαφορᾶς τῶν φύσει πρὸς τὰ μὴ φύσει τὴν τῆς φύσεως εὗρεν ὑπόστασιν. Οἱ δὲ παλαιότεροι φαίνονται μὲν καὶ αὐτοὶ τοιαύτην τινὰ τῆς φύσεως ἔννοιαν ἐσχηκότες ὡς κατὰ τὴν ἐπιτηδειότητα τὴν πρὸς κίνησιν ἑκάστων θεωρουμένης, καθ’ ἣν χαρακτηρίζεται τὰ φυσικὰ πράγματα, ἐχόντων δὲ πάντων τῶν φυσικῶν καὶ ὕλην καὶ εἶδος οἱ μὲν τῇ ὕλῃ τὴν τοιαύτην δύναμιν ἀποδεδώκασι, φύσιν μὲν λέγοντες καθ’ ἣν κινεῖσθαι πέφυκε τὰ φυσικά, ὁρῶντες δὲ κατὰ τὴν ὕλην μάλιστα μεταβάλλοντα, ὡς ἡ κλίνη κατὰ τὸ ξύλον· οἱ δὲ φύσιν λέγοντες καθ’ ἣν ἔχει τὸ εἶναι τὰ φυσικά, ἐπειδὴ τὸ εἶδός ἐστιν ὁ ἑκάστου χαρακτὴρ καθ’ ὃν ὑφέστηκέ τε ἕκαστον καὶ εἶναι λέγεται τοῦτο ὅπερ ἐστί, διὰ τοῦτο τὸ εἶδος εἶναι τὴν φύσιν ἔλεγον. διὰ γὰρ ταύτην τὴν ἔννοιαν τῆς φύσεως τὴν κατὰ τὸν ἑκάστου χαρακτῆρα καὶ ἐπὶ πάντων χρώμεθα τῷ ὀνόματι αὐτῆς, καὶ ψυχῆς φύσιν καὶ νοῦ μὴ παραιτούμενοι λέγειν ἤδη δὲ καὶ θεοῦ. ἀλλ’ ὁ Ἀριστοτέλης οὔτε τὴν ὕλην καθ’ ἑαυτὴν ἠξίωσε λέγειν φύσιν (ὑποκείμενον γὰρ ἀδρανὲς καθ’ αὐτήν ἐστιν ἡ ὕλη) οὔτε τὸ εἶδος (φυσικὸν γὰρ τοῦτό ἐστι καὶ οὐ φύσις), ἀλλὰ τὴν ἐπιτηδειότητα τὴν πρὸς τὴν οἰκείαν κίνησιν καὶ μεταβολὴν τῆς ὕλης, ὅταν ἐκ τοῦδε τοῦ εἴδους εἰς τόδε μεταβάλλῃ, φύσιν εἶπε. καὶ γὰρ καὶ ἡ ἀποβολὴ καὶ ἡ μετάληψις τοῦ εἴδους κατὰ τὴν φυσικὴν ἐπιτηδειότητα γίνεται τῇ ὕλῃ. καὶ τὸ εἶδος δὲ κατὰ τὴν ἑαυτοῦ φύσιν καὶ γίνεται ἐκ τοῦ ἀντικειμένου καὶ γενόμενον σῴζεται καὶ κινεῖται πάσχον τε καὶ ποιοῦν, μᾶλλον δὲ παθητικῶς ἐνεργοῦν. ὥστε καὶ ἡ ὕλη καὶ τὸ εἶδος φυσικὰ μέν ἐστι, φύσις δὲ οὐδέτερον, ὁμοίως δὲ οὐδὲ τὸ σύνθετον. μᾶλλον δὲ τῆς ὕλης εἴη ἂν τὸ εἶδος φύσις διὰ τὸν χαρακτῆρα καὶ τὴν δύναμιν. καὶ τὸ σύνθετον δὲ μᾶλλον τῆς ὕλης διὰ τὸ εἶδος, ἐπειδὴ φυσικὸν ὅλως τότε γίνεται τόδε ἢ τόδε, ὅταν ἀπολάβῃ τὸ εἶδος. ἡ γὰρ ὕλη καθ’ αὑτὴν ἀδιόριστός ἐστιν, ἐπιτηδειότης δὲ οὖσα πρὸς τὴν τοῦ εἴδους ὑπόστασιν ἡ φύσις προυπάρχει μέν πως τοῦ εἴδους εἰκότως δυνάμει οὖσα ἐν τῇ ὕλῃ, προυποφαίνει δὲ ἐν ἑαυτῇ τὸ εἶδος φύσις οὖσα αὐτοῦ καὶ οἷον ἔκφυσις καὶ ἀναβλάστησις ἀπὸ τῆς ὕλης. διὸ καὶ οἱ ζωὴν ἐσχάτην λέγοντες τὴν φύσιν καλῶς λέγουσιν. ὡς γὰρ ἡ ἀπὸ τοῦ πρώτου ὄντος οἷον ἀνάζεσις εἰς διάκρισιν τῆς εἰδητικῆς ὑποστάσεως καὶ ἡ ἀπὸ τοῦ εἶναι εἰς τὸ ἐνεργεῖν ἔκστασις ἡ πρώτη ἐστὶ δύναμις καὶ ἡ πρώτη ζωὴ κατὰ τὴν πρώτην τοῦ ὄντος κίνησιν ὑποστᾶσα, οὕτως ἡ ἀπὸ τῆς ὕλης τοῦ ἐνύλου εἴδους ἔκφυσις καὶ ἡ ἐπ’ αὐτὸ κίνησις κατὰ τὸ δυνάμει τοῦ εἴδους θεωρουμένη ἡ ἐσχάτη δύναμίς ἐστι καὶ ἡ ἐσχάτη ζωή. καὶ διὰ τοῦτο ἄνω μὲν τὸ ὂν ὑπὲρ τὴν ζωήν ἐστι, κάτω δὲ ἡ ὕλη μετὰ τὴν φύσιν,3 ὅτι τὰ ὑπέρτερα αἴτια ἐπὶ πλέον φθάνει τῶν καταδεεστέρων. ζωὴ δὲ οὖσα τοῦ εἴδους ἡ φύσις οὐ μόνον ἔκφυσίς ἐστιν αὐτοῦ, ἀλλὰ καὶ γενομένου ἤδη συνοχὴ καὶ διανάστασις πρὸς τὸ ποιεῖν καὶ πάσχειν ἃ πέφυκε.

正因如此,自然即使是基底的一种顺应性,亦被说成是由于对最终结果有所贡献而起创制作用;并且每当他说自然为了某目的而创制时,他的意思是说,自然之物的生成注视着一个确定的目的,并非出于运气或偶然,而是作为生来就适于依其所生成的那样去生成。他在这一卷中至少说过:“在凡有目的的事物中,前一件事与相继的事皆为了该目的而行。因此,正如其所行的那样,事物生来就如此;而正如事物生来就如此,在没有任何阻碍的情况下,每一件事物便依此而行。”因此你可见,他说这“生来如此之物”便是自然之物。因此,即便他说“神与自然不作任何无用之事”,他的意思亦是:一者由下提供注视着善的目的的顺应性,另一者则由上照耀现实上如此的事物。 亚里士多德便是这样从依自然之物与不依自然之物的差异中发现了自然的实存。而较古老的思想家们看来自身亦抱有关于自然的某种类似观念,即将其视作依据各物朝向运动的顺应性(自然事物正是依此而被表征的);然而,在一切自然之物皆具有质料与形式的情况下,一些人将这种能力归于质料,称自然之物生来适于据其被运动的东西为自然,因为他们看到事物尤依质料而变化,正如床依木材而变化;而另一些人则称自然之物据其拥有存在的东西为自然,因为形式乃是每一事物的特征,每一事物据其而实立并被说成是其所是的那个东西,正因如此他们声称形式便是自然。因为正是由于这种依据各物特征的自然概念,我们在一切事物上都使用其名称,毫不避讳谈论灵魂的自然、理智的自然,甚至进而亦谈论神的自然。然而亚里士多德既不认为质料本身可以被称为自然(因为质料就其自身而言乃是无所作为的基底),亦不认为形式是自然(因为这是自然之物,而非自然),而是将质料在从这一形式变化为那一形式时朝向其本有运动与变化的顺应性称为自然。因为形式的丧失与接受,对于质料而言皆是依自然的顺应性而发生的。形式自身亦依其固有的自然从对立面生成,并且生成之后得以保持,在受动与能动中运动,或者更确切地说是受动地活动。因此质料与形式皆是自然之物,但二者皆非自然,复合体同样亦非自然。然而由于特征与能力,形式更应胜于质料而成为自然;复合体亦由于形式而更应胜于质料而成为自然,因为当这物或那物获得形式时,它才完全成为自然之物。因为质料就其自身而言是无规定的,而自然作为朝向形式之实立的顺应性,一方面由于潜能地存在于质料中而在某种意义上理所当然地先于形式而存在,另一方面作为形式的自然,并且作为从质料而出的某种萌发与抽芽,在自身中预先显现出形式。因此,那些称自然为最末端的生命的人亦说得很对。因为正如从第一存在者中为了形式之实立的区分而产生的某种沸腾,以及从存在走向活动的出离,乃是依据存在者的最初运动而实立的最初能力与最初生命那样,从质料中生成质料性形式的萌发,以及依形式的潜能而被考察的朝向该形式的运动,亦是最末端的能力与最末端的生命。正因如此,在上方,存在高于生命;而在下方,质料在自然之后,因为更高的原因比较低的原因触及更远。作为形式之生命的自然,不仅是形式的萌发,而且在形式已经生成之后,亦是使其维系在一起并奋起去行使和承受其生来所适于之事物的力量。

语法注3 条
  1. 2.12κἂν ἐπιτηδειότης ἐστὶ τοῦ ὑποκειμένου

    κἄν(καὶ ἄν / καὶ ἐάν)在晚期希腊语用法中搭配现在时直陈式(ἐστί)引导让步从句(“即使它是基底的一种顺应性”),主句的主要动词为 λέγεται。

  2. 2.12ὡς τῆς μὲν τὴν ἐπιτηδειότητα κάτωθεν παρεχομένης εἰς τέλος τὸ ἀγαθὸν βλέπουσαν, τοῦ δὲ τὸ ἐνεργείᾳ τοιοῦτον ἄνωθεν ἐπιλάμποντος

    由 ὡς 引导的属格独立结构通过 μέν 和 δέ 形成对照。前者在意义上的主语 τῆς[sc. φύσεως]指从下方提供顺应性的自然,后者的 τοῦ[sc. θεοῦ]指从上方照耀现实性的神。βλέπουσαν 为宾格阴性单数分词,与 ἐπιτηδειότητα 保持性数格一致并修饰之。

  3. 2.12ἄνω μὲν τὸ ὂν ὑπὲρ τὴν ζωήν ἐστι, κάτω δὲ ἡ ὕλη μετὰ τὴν φύσιν

    此对照句阐述了新柏拉图主义本体论的等级秩序:上方存在(τὸ ὄν)高于生命(ἡ ζωή),下方质料(ἡ ὕλη)则在自然(ἡ φύσις)之后。随后的 ὅτι 从句(“更高的原因比较低的原因触及更远”)为此提供了论据。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:288.19-289.35