- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:287.4-288.19
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘援引亚里士多德《物理学》第八卷与《论天》的论述,论证自然不同于灵魂,并非“运动他物”而是“被运动”的潜能与受动性顺应性的本原;随后他解释了为何自然又常被称为创制性的与目的论的,指出潜能上的基底与现实上的动作者对于生成而言皆不可或缺。
εἰ δὲ μὴ ἀρκεῖ τοῦτο τοῖς ἡγουμένοις καὶ τὴν φυτικὴν ψυχὴν καὶ τὴν ἄλογον ἐν ὑποκειμένοις τοῖς σώμασιν, ἀλλ’ ἐκεῖνό γε ἀρκέσει τὸ κυριώτατον καὶ εἰς κατανόησιν τῆς φυσικῆς ὑποστάσεως καὶ εἰς διορισμὸν αὐτῆς τὸν πρὸς τὴν ψυχήν· ἀρχὴν γὰρ κινήσεως τοῖς σώμασι τὴν φύσιν οὐχ οὕτως ὁ Ἀριστοτέλης λέγει, ὡς καὶ αὐτὸς καὶ ὁ Πλάτων λέγουσι τὴν ψυχήν· ἡ μὲν γὰρ ψυχὴ κινητικὴ τῶν σωμάτων ἐστὶ κατ’ ἀμφοτέρους, ἡ δὲ φύσις ἀρχὴ κινήσεώς ἐστιν οὐ κατὰ τὸ κινεῖν ἀλλὰ κατὰ τὸ κινεῖσθαι καὶ ἠρεμίας οὐ κατὰ τὸ ἠρεμίζειν ἀλλὰ κατὰ τὸ ἠρεμίζεσθαι. διὸ τὰ φυσικὰ οὐ λέγεται ὑφ’ ἑαυτῶν κινεῖσθαι. ἐδύνατο γάρ, φησὶν ὁ Ἀριστοτέλης, καὶ ἱστάναι ἑαυτά, εἴπερ κινεῖν ἑαυτὰ ἐδύνατο. ἀλλ’ ἐπιτηδειότης τις ἔοικεν εἶναι πρὸς τὸ κινεῖσθαι καὶ διακοσμεῖσθαι οἷον κάτωθεν ἄνω φυομένη καὶ τῇ ἑαυτῆς εὐφυΐᾳ προκαλουμένη τὰ διακοσμητικὰ αἴτια. εἰ γὰρ κινήσεως ἦν ἀρχὴ ὡς κινοῦσά τι, κατὰ τοῦτο οὐ διέφερε τῆς ψυχῆς καὶ τοῦ πρώτως κινοῦντος αἰτίου. ἀλλ’ ἐπειδὴ τὰ σώματα πόρρω διαστάντα τῆς ἀμερίστου καὶ ἀδιαστάτου οὐσίας καὶ κατ’ αὐτὸ τὸ εἶναι ζωῆς ὑπαρχούσης1 νεκρὰ γέγονε καὶ ἀπνεύμονα καθ’ αὑτὰ καὶ πρὸς πᾶσαν ζωὴν ἀπεψυγμένα, ἔσχατόν τι ζωῆς εἶδος ἔσχεν ἐν αὑτοῖς τὸ κατὰ δύναμιν καὶ κατ’ ἐπιτηδειότητα, ταύτην ἣν καλοῦμεν φύσιν, δι’ ἣν καὶ τὰ νεκρὰ δύναται κινεῖσθαι καὶ μεταβάλλεσθαι, καὶ αὐτὸ δὴ τοῦτο φύεσθαι, καὶ εἰς ἄλληλα παθητικὰ ἐνεργεῖν.2 οὐ γὰρ εἰλικρινεῖς εἰσιν αἱ τούτων ἐνέργειαι, ἀλλὰ παθητικαί. διὸ πάντα τὰ φυσικὰ κινούμενα κινεῖ. καίτοι τὸ κυρίως ἀκίνητον ὂν αὐτὸ κινεῖ, ὡς φησιν ὁ Ἀριστοτέλης. Ὅτι δὲ ἀρχὴν κινήσεως οὐ τοῦ κινεῖν ἀλλὰ τοῦ κινεῖσθαι ὁ Ἀριστοτέλης ἀφορίζεται τὴν φύσιν, δηλοῖ μὲν καὶ ἐνταῦθα λέγων “ὡς οὔσης τῆς φύσεως ἀρχῆς τινος καὶ αἰτίας τοῦ κινεῖσθαι καὶ ἠρεμεῖν” καὶ ὅτι ἐν ὑποκειμένῳ ἐστὶν ἡ φύσις. τὸ δὲ ἐν ὑποκειμένῳ οὐκ ἂν ἀρχὴ εἴη κυρίως κινητικὴ τοῦ ὑποκειμένου. ἐν μέντοι τῷ τελευταίῳ βιβλίῳ ταύτης τῆς πραγματείας περὶ τῶν στοιχείων λέγων τῶν τεττάρων “ὅτι μὲν τοίνυν, φησίν, οὐδὲν τούτων κινεῖ ἑαυτό, δῆλον. ἀλλὰ κινήσεως ἀρχὴν ἔχει οὐ τοῦ ποιεῖν οὐδὲ τοῦ κινεῖν, ἀλλὰ τοῦ κινεῖσθαι”. διὸ καὶ ζητεῖ ὑπὸ τίνος κινεῖται τὰ στοιχεῖα, ὡς ὑφ’ ἑαυτῶν μὴ κινουμένων αὐτῶν· ζῴων γὰρ ἴδιον εἶναι τοῦτο βούλεται τῶν ψυχὴν ἐχόντων ἣν ἀρχὴν κινητικὴν ἀφορίζεται. καὶ πρὸ ταύτης δὲ τῆς ῥήσεως “καὶ κινητὸν δέ, φησίν, ὡσαύτως φύσει τὸ δυνάμει ποιὸν ἢ ποσὸν ἢ ποῦ, ὅταν ἔχῃ τὴν ἀρχὴν τὴν τοιαύτην ἐν αὑτῷ” τὴν φύσιν δηλονότι λέγων. ἐν δὲ τῷ δευτέρῳ τῆς Περὶ οὐρανοῦ τάδε γέγραφε· “τῶν γὰρ ἀψύχων ἐν οὐδενὶ ὁρῶμεν ὅθεν ἡ ἀρχὴ τῆς κινήσεως. τὰ μὲν γὰρ ὅλως οὐ κινεῖται, τὰ δὲ κινεῖται μὲν ἀλλ’ οὐ πανταχόθεν ὁμοίως, οἷον τὸ πῦρ ἄνω μόνον καὶ ἡ γῆ ἐπὶ τὸ μέσον”. εἰ οὖν φυσικὰ τὰ τέτταρα στοιχεῖα καὶ μὴ ἔχει ἐν ἑαυτοῖς τὸ ὅθεν ἡ ἀρχὴ τῆς κινήσεως, τουτέστι τὸ κινοῦν αἴτιον, δῆλον ὅτι οὐχ οὕτως ἀρχὴ κινήσεως λέγεται ἡ φύσις ὡς κινητική, ἀλλ’ ὡς τοῦ κινεῖσθαι ἀρχή. εἰ δὴ τοιαύτη τίς ἐστιν ἡ φύσις ὡς τὸ δυνάμει καὶ ἡ ἐπιτηδειότης ἡ πρὸς τὸ κινεῖσθαι, πῶς ποιητικὴν πολλαχοῦ τὴν φύσιν λέγομεν; καὶ αὐτὸς ὁ Ἀριστοτέλης ἀνάλογον αὐτὴν εἶναι τῇ τέχνῃ φησὶν ἐν τούτῳ τῷ βιβλίῳ καὶ πρὸς τῷ τέλει ἕνεκά του ποιεῖν τὴν φύσιν ἀποδείκνυσιν. καὶ συμπεραινόμενος ἐκεῖνον τὸν λόγον “ὅτι μὲν οὖν, φησίν, αἰτία ἡ φύσις οὕτως ὡς ἕνεκά του, φανερόν. ἐν δὲ τῷ πρώτῳ τῆς Περὶ οὐρανοῦ σαφῶς τῇ θείᾳ ποιήσει τὴν ποίησιν αὐτῆς συντάττων “ὁ θεός, φησί, καὶ ἡ φύσις οὐδὲν μάτην ποιοῦσι.” Καὶ πρὸς τοῦτο δὲ οἶμαι ῥητέον, ὅτι τὸ γινόμενον πᾶν ἐξ ὑποκειμένου τε γίνεται τινὸς δυνάμει ὄντος τοῦτο ὅπερ μέλλει γίνεσθαι καὶ ὑπὸ τοῦ ποιοῦντος ἐνεργείᾳ ὄντος. καὶ χρεία ἀμφοῖν πρὸς τὸ ἀποτέλεσμα.
然而,如果对于那些认为植物性灵魂和无理性灵魂亦存在于作为基底的身体中的人而言这尚不足够,那么至少那最根本的一点无论对于理解自然实存还是对于确立其相对于灵魂的界定而言,都将是充分的:因为亚里士多德谈及自然作为身体的运动本原,并不像他本人与柏拉图谈及灵魂那样。因为依二者之见,灵魂是能动身体的,而自然则是运动的本原,却非依于运动[他物],而是依于被运动;是静止的本原,却非依于使[他物]静止,而是依于被静止。因此自然之物不被说成是由自身运动的;因为正如亚里士多德所言,如果它们能够运动自身,它们本应亦能够使自身静止。相反,它似乎是某种适于被运动与被赋序的顺应性,犹如由下向上萌发,并以自身的优良天赋唤起赋序的诸原因。因为如果它是作为运动某物而成为运动本原的,那么在这一点上它便与灵魂以及首要的能动原因毫无差异了。然而,由于身体远远偏离了那不可分割且无间距的实体——即依其存在本身便是生命的实体——并且自身变得死寂、无气息且对一切生命完全冷却,它们便在自身中获得了一种在潜能中且在顺应性中的生命的最末端形式,此即我们所称的自然;因其缘故,甚至死寂之物亦能够被运动与变化,恰恰能够生长,并且彼此施加受动性的现实活动。因为它们的现实活动不是纯粹的,而是受动性的。因此一切自然之物都是在被运动中去运动。然而,严格意义上不动之物自身却在运动[他物],正如亚里士多德所言。 此外,亚里士多德界定自然并非运动[他物]而是被运动的运动本原,这一点在此处亦已表明,因为他说“自然乃是被运动与静止的某种本原与原因”,并且表明自然存在于基底中;因为存在于基底中的东西,不可能严格地作为该基底的能动本原。而在本论著的最后一卷中,他在论及四元素时说:“显而易见,这些事物中没有一个是运动自身的;相反,它具有运动本原,却不是创制或运动[他物]的本原,而是被运动的本原。”因此他亦探究元素是由何物运动的,正因为它们并非由自身运动;因为他认为这乃是具有灵魂的动物所特有的,他将灵魂界定为能动的本原。而在该言述之前,他亦说:“同样,依自然能被运动之物,乃是当其在自身中具有此类本原时,潜能上的性质、分量或处所”,显然所指的便是自然。而在《论天》第二卷中他写道:“因为在无灵魂之物中,我们未见有任何运动本原从何而起的源泉;因为有些事物全然不运动,有些事物虽运动却非从所有方向都同样运动,如火仅向上运动,而土仅向中心运动。”因此,如果四元素是自然的,且在自身中并不具有运动本原从何而起的源泉(即能动原因),那么显而易见,自然被称为运动本原并非作为能动的本原,而是作为被运动的本原。 那么,如果自然是如此这般的某种事物,作为潜能以及朝向被运动的顺应性,为何我们在许多地方称自然是创制性的?亚里士多德本人亦在这一卷中声称自然与技术相类比,并在末尾证明自然为了某目的而创制。他在总结该论证时说:“因此显而易见,自然是作为为了某目的的事物这样的原因。”而在《论天》第一卷中,他明确地将自然的创制与神圣创制并列,说:“神与自然不作任何无用之事。” 对此我认为亦应当说,一切生成之物,既是由潜能上是那即将生成之物的某种基底生成的,亦是由现实上存在的主动者生成的;而对于最终结果而言,二者皆是必需的。
- 2.12καὶ κατ’ αὐτὸ τὸ εἶναι ζωῆς ὑπαρχούσης
此分词短语与 τῆς ἀμερίστου καὶ ἀδιαστάτου οὐσίας 并列,用以说明该实体本有的特性。连词 καί 起同位或追加修饰作用,意指“生命的存立乃是依其存在本身”。此处不作属格绝对结构处理,而是作为由 διαστάντα 所支配的属格名词短语 οὐσίας 的修饰成分。
- 2.12παθητικὰ ἐνεργεῖν
中性复数 παθητικά 作为不定式 ἐνεργεῖν 的内涵宾格(起同族宾格性质的副词性修饰),意为“施加受动性的现实活动”或“以受动的方式活动”。紧随其后有 αἱ τούτων ἐνέργειαι ... παθητικαί 的说明,表明此句法表达其活动(现实活动)本身带有受动性特征。
