- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:285.27-287.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘梳理了自然与技术、超自然实体以及人工物的区别,并探讨了自然如何与灵魂(尤其是植物性灵魂)相区分。他指出自然内在存在于基底之中,而灵魂则超越于被运动者之外。
ἡ δὲ ἀναλογοῦσα τῇ ἰατρικῇ φύσις ἡ ποιητική ἐστι καὶ οὐδεμία ἄλλη τῶν κατὰ τὰ τέτταρα σημαινόμενα. ἐρεῖ δέ τι οἶμαι περὶ τῆς ποιητικῆς φύσεως καὶ μετ’ ὀλίγον, ὅταν τὰ αἴτια διορίζηται. Ἀλλ’ ἐπειδὴ τὰ περὶ τῆς φύσεως εἰρημένα τέλος ἔχειν δοκεῖ, καλῶς ἂν ἔχοι τὸν λόγον ἀναλαβεῖν καὶ ζητῆσαι, τίς ἡ κατὰ τὸν Ἀριστοτέλην φύσις καὶ τίνα ἔχουσα δύναμιν ἐν τοῖς οὖσι. καλῶς μὲν γὰρ ἀπὸ τῆς διαφορᾶς τῶν φύσει πρὸς τὰ μὴ φύσει τὴν εὕρεσιν αὐτῆς ἐποιήσατο. καὶ γὰρ τὴν ψυχὴν οὕτω καὶ αὐτὸς καὶ ὁ Πλάτων ἀνεῦρεν ἀπὸ τῆς τῶν ἀψύχων πρὸς τὰ ἔμψυχα διαφορᾶς, ἐν οἷς ἔλεγεν ἐν Φαίδρῳ “πᾶν γὰρ σῶμα, ᾧ μὲν ἔξωθεν τὸ κινεῖσθαι, ἄψυχον, ᾧ δὲ ἔνδοθεν αὐτῷ ἐξ ἑαυτοῦ ἔμψυχον, ὡς ταύτης οὔσης φύσεως ψυχῆς.1 καὶ ἐν τοῖς Νόμοις δὲ τὸ ἔνδοθεν κινούμενον, φησί, ζῆν λέγομεν. καὶ τούτῳ διαφέρει τὸ ἔμψυχον τοῦ ἀψύχου, ὅπερ καὶ ὁ Ἀριστοτέλης ἐν τῷ δευτέρῳ τῆς Περὶ ψυχῆς ἐπ’ αὐτῶν σχεδὸν εἶπε τῶν ὀνομάτων “λέγομεν οὖν ἀρχὴν λαβόντες τῆς σκέψεως διωρίσθαι τὸ ἔμψυχον τοῦ ἀψύχου τῷ ζῆν.” τὰ δὲ μὴ φύσει διττά· τὰ μὲν ὑπὲρ φύσιν ὡς τὰ ἄυλα καὶ ἀσώματα καὶ χωριστὰ τῶν σωμάτων ἐν καθαροῖς εἴδεσιν ἱδρυμένα, τὰ δὲ χείρονα τῶν φυσικῶν ὡς τὰ ὑπὸ τῆς ἀνθρωπίνης τέχνης γινόμενα κλίνη καὶ ἱμάτιον καὶ τὰ τοιαῦτα ἔνυλα σωματικά. κοινὸν δὲ καὶ τοῖς ὑπὲρ φύσιν καὶ τοῖς μετὰ τὴν φύσιν τὸ ἀκίνητον ἐξ ἑαυτῶν καὶ ἀμετάβλητον,2 κἂν τοῖς μὲν κατὰ τὸ κρεῖττον τοῖς δὲ κατὰ τὸ χεῖρον. τὰ οὖν φυσικὰ μέσα ἀμφοῖν ὄντα διὰ μὲν τὸ πᾶσαν τὴν ἄυλον καὶ ἀσώματον οὐσίαν ὑποβεβηκέναι ἔνυλα τέ ἐστι καὶ σωματικά, διὰ δὲ τὸ μὴ ὑπ’ ἀνθρωπίνης γίνεσθαι τέχνης, ἀλλ’ ὥσπερ ἀφ’ ἑαυτῶν φύεσθαι καὶ ἀναβλαστάνειν ἀφανοῦς οὔσης αἰσθήσει τῆς δημιουργικῆς αὐτῶν αἰτίας φυσικὰ λέγεται, διὰ δὲ τὴν πρὸς ἄμφω διαφορὰν ἀρχὴν ἐν ἑαυτοῖς κινήσεως ἔχει καὶ μεταβολῆς· εἰκότως οὖν τοῦτον χαρακτῆρα τῆς φύσεως καὶ τῆς οὐσίας αὐτῆς ἀποδέδωκεν ὁ Ἀριστοτέλης τῷ ἀρχὴν φάναι κινήσεως καὶ μεταβολῆς εἶναι καὶ τῆς ὁριζούσης τὴν τοιαύτην μεταβολὴν ἠρεμίας. Ἀλλὰ καὶ ἡ ψυχὴ κινήσεώς ἐστιν ἀρχὴ καὶ μεταβολῆς τοῖς ἐμψύχοις σώμασι καὶ κατὰ Πλάτωνα καὶ κατ’ αὐτὸν τὸν Ἀριστοτέλην. τίς οὖν ἡ διαφορά; ὅτι γὰρ καὶ ἡ ἐσχάτη ψυχὴ ἡ φυτικὴ καλουμένη ἄλλη καὶ κατὰ τὸν Ἀριστοτέλην ἐστὶ παρὰ τὴν φύσιν, εἴρηται μέν τι καὶ πρότερον, λεγέσθω δὲ καὶ νῦν, κἂν πολλάκις φύσιν καλῶσι τὴν φυτικὴν ψυχὴν ὡς ἐγγὺς οὖσαν τῆς φύσεως. πᾶσα ψυχὴ καὶ ἡ ἐσχάτη ἐντελέχεια σώματος φυσικοῦ ὀργανικοῦ λέγεται παρ’ αὐτῷ, ὥστε φύσιν ἔχοντι σώματι ὑπάρχει ἡ φυτικὴ ψυχὴ ἄλλη δηλονότι οὖσα παρὰ τὴν φύσιν. ἀλλ’ οὐδὲ μόνα τὰ ὀργανικὰ σώματα φύσιν ἔχει, ἀλλὰ καὶ τὰ ὁμοιομερῆ καὶ τὰ τέτταρα στοιχεῖα. ἔτι δὲ ἔμψυχα μὲν λέγομεν τὰ ἔχοντα αἰτίαν ἐν ἑαυτοῖς τοῦ τρέφεσθαι καὶ αὔξεσθαι καὶ γεννᾶν ὅμοια, φυσικὰ δὲ καὶ τὰ μὴ τοιαῦτα οἷον λίθους καὶ τὰ ἄλλα μέταλλα καὶ τὰ νεκρὰ σώματα καὶ τὰ ἁπλᾶ. ἔτι δὲ πᾶν σῶμα φύσιν ἔχει (καὶ γὰρ τὰ τῶν τεχνητῶν οἷον τὸ τοῦ ἀνδριάντος) καὶ φυσικόν ἐστιν ὥσπερ καὶ τὸ τῆς κλίνης ξύλον. οὐ πᾶν δὲ σῶμα ἔμψυχόν ἐστιν. ὥστε οὐκ ἂν εἴη ψυχὴ ἡ φύσις. δῆλον δὲ ὅτι χείρων ἐστὶν ἡ φύσις τῆς φυτικῆς ψυχῆς, εἴπερ ὡς εἶδος ὕλῃ τῷ φυσικῷ σώματι ἡ τοιαύτη ψυχὴ ἐπιγίνεται. πῶς οὖν ὁ Ἀριστοτέλης τὴν πρὸς ψυχὴν αὐτῆς διαφορὰν ἀποδέδωκεν; ἐγὼ μὲν οἶμαι καὶ τὸ “ἐν ᾧ ἔστιν” ἀρκεῖν πρὸς τοῦτο καὶ τὸ ἐφεξῆς σαφέστερον εἰρημένον τὸ “ἐν ὑποκειμένῳ” εἶναι τὴν φύσιν.3 ψυχὴ γὰρ πᾶσα κινητικὴν ἔχουσα κυρίως δύναμιν ἐξῄρηται τοῦ κινουμένου.
另一方面,与医术相类比的自然乃是创制性自然,而非依四种含义的任何其他自然。我想,在不久之后界定诸原因时,他亦会对创制性自然有所论述。 然而,由于关于自然的论述似乎已告一段落,回顾这一讨论并探究依亚里士多德自然究竟为何物、在存在者中具有何种权能,应当是适宜的。因为他从自然之物与非自然之物的区分中去发现自然,是非常恰当的。事实上,他本人与柏拉图亦是通过无灵魂之物与有灵魂之物的区分而发现了灵魂,正如柏拉图在《斐德罗篇》中所言:“凡从外部接受运动的身体都是无灵魂的,而从内部、在自身中依自身运动的身体则是有灵魂的,因为这就是灵魂的本性。”在《法律篇》中他亦说:“那从内部运动的,我们称之为活着。”有灵魂之物与无灵魂之物正因此而相异,亚里士多德在《论灵魂》第二卷中亦以几乎相同的词句表达了这一点:“因此我们取考察的起点,声称有灵魂之物与无灵魂之物是以活着而区分开来的。”另一方面,非自然之物有两类:一类是在自然之上的,如非质料的、无形体的、与身体分离并确立于纯粹形式中的存在;另一类则是低于自然之物的,如由人类技术产生之物,床、衣服以及诸如此类的具质料的有体物。而在自然之上之物与在自然之后之物所共有的,乃是依其自身都是不动的且不变的,尽管对于前者而言是依于更好者,对于后者而言是依于更差者。因此,介于二者之间的自然之物,一方面由于降于所有非质料且无形体的实体之下而具有质料且具有形体,另一方面由于并非由人类技术产生、而是犹如从自身萌发与生长且其创制原因非感觉所能见而被称为自然之物;并且由于其与两者的差异,它们在自身之中具有运动与变化的本原。因此,亚里士多德理所当然地通过声称自然是运动与变化的本原、以及规定此种变化的静止的本原,将此赋予为自然及其本质的特质。 然而,无论依柏拉图还是依亚里士多德本人,灵魂亦是有灵魂身体的运动与变化的本原。那么,二者的差异何在?因为即使最低等的灵魂即所谓植物性灵魂,依亚里士多德亦是不同于自然的,这一点先前虽已提及,现在仍当再次申明,即便人们常常因植物性灵魂接近自然而称之为自然。在他看来,一切灵魂,即便是最低等的灵魂,都被称为“自然有机身体的完全现实活动”,从而植物性灵魂乃是归属于拥有自然的身体的,显而易见是不同于自然的。然而不仅有机身体具有自然,同质部分之物和四元素亦具有自然。再者,我们称那些在自身中具有摄取营养、生长以及生成同类之原因的事物为有灵魂的,而并非此类的事物如石头、其他矿物、尸体以及单质物,亦是自然之物。此外,一切身体都具有自然(因为人工物的身体亦是如此,如雕像的身体),并且正如床的木料一样是自然的。然而并非一切身体都是有灵魂的。因此自然不可能是灵魂。并且显而易见,如果说此类灵魂作为形式附加于自然身体犹如附加于质料,那么自然就劣于植物性灵魂。那么,亚里士多德是如何揭示自然与灵魂的差异的呢?依我看来,“在其中存在”这一表述对于此已然足够,紧随其后更为明晰地说出的、即自然存在“于基底中”这一表述亦然。因为一切灵魂,严格具有致动能力,都是超越于被运动者之外的。
- 2.12ὡς ταύτης οὔσης φύσεως ψυχῆς
引自柏拉图《斐德罗篇》(245e)中带有 ὡς 的属格绝对结构。主语 ταύτης 指代从内部运动这一特质,φύσεως ψυχῆς 作谓语属格,表示“因为这正是灵魂的本性”这一根据。
- 2.12κοινὸν δὲ καὶ τοῖς ὑπὲρ φύσιν καὶ τοῖς μετὰ τὴν φύσιν τὸ ἀκίνητον ἐξ ἑαυτῶν καὶ ἀμετάβλητον
该句的主语是名词化短语 τὸ ἀκίνητον ἐξ ἑαυτῶν καὶ ἀμετάβλητον(“依自身不动的且不变的”),κοινόν 为表语形容词,支配与格短语 καὶ τοῖς ὑπὲρ φύσιν καὶ τοῖς μετὰ τὴν φύσιν。随后紧接让步分句 κἂν τοῖς μὲν... τοῖς δὲ...。
- 2.12ἐγὼ μὲν οἶμαι καὶ τὸ “ἐν ᾧ ἔστιν” ἀρκεῖν πρὸς τοῦτο καὶ τὸ ἐφεξῆς σαφέστερον εἰρημένον τὸ “ἐν ὑποκειμένῳ” εἶναι τὴν φύσιν
由 οἶμαι 支配的带不定式结构。不定式 ἀρκεῖν 的主语是由引用句 τὸ “ἐν ᾧ ἔστιν” 与并列的名词化不定式短语 τὸ ... τὸ “ἐν ὑποκειμένῳ” εἶναι τὴν φύσιν(“自然存在于基底中”)构成的并列成分,用以指出亚里士多德用以区分自然与灵魂的关键措辞。
