- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:284.11-285.27
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘探讨了自然的第五种、亦即最本义的含义——作为创制因的自然,对比了它与技术的异同,并结合欧德谟的观点说明自然的定义如何适用于诸种含义。随后,他分析了亚里士多德在章末列举中省略这一首要含义的原因,并提出了两种解释。
Κατὰ πέμπτον δὲ σημαινόμενον τὸ κυριώτατον φύσις ἐστὶ τὸ τοῦ κινεῖσθαι τοῖς φυσικοῖς αἴτιον. ὥσπερ τέχνη τὸ ποιητικὸν τῶν τεχνητῶν καὶ ἡ ταύτης κίνησις,1 φύσις λεγομένη ἄρχεται μὲν ἀπὸ τῆς κατὰ τὴν ὕλην φύσεως, λήγει δὲ εἰς τὴν κατὰ τὸ εἶδος φύσιν ἀποδιδοῦσα τὴν κατὰ τὸ συναμφότερον φύσιν. καὶ ταύτῃ μὲν κοινωνεῖ τῇ τέχνῃ ἡ ποιητικὴ φύσις, διαφέρει δὲ αὐτῆς τῷ τὴν μὲν τέχνην ἐκτὸς οὖσαν ἄρχεσθαι μὲν ἐκ τῶν οἰκείων θεωρημάτων, τελευτᾶν δὲ εἰς ἄλλο τι παρ’ αὐτὴν οὖσαν τὸ ἀποτέλεσμα.2 οὕτως γὰρ ἡ ἰατρικὴ εἰς ὑγίειαν τελευτᾷ, ἡ μέντοι φύσις ἐνὑπάρχουσα τῷ φυομένῳ διὰ τῆς οἷον ἐκφύσεως ἐπὶ τὴν τοῦ ἀποτελουμένου φύσιν τελευτᾷ φύσις εἰς φύσιν διὰ φύσεως. εἰ μὴ ἄρα καὶ ἡ τέχνη διὰ τῆς τεχνικῆς κινήσεως εἰς τὸ τεχνητὸν τὸ ὁμοειδὲς τελευτῶσα σῴζει κατὰ τοῦτο τὴν πρὸς φύσιν ὁμοιότητα, ἀλλὰ κατά γε τὸ ἐνυπάρχειν καὶ ἔνδοθεν εἶναι τὴν ἐνέργειαν τῆς φύσεως διαφέρει τῆς τέχνης ἡ φύσις. Πολλῶν δὲ ὄντων τῶν σημαινομένων τῆς φύσεως τὸ μὲν ὄνομα κυριώτερον τῇ φύσει τῇ ὡς κινήσει καὶ ἐκφύσει προσήκει (τῇ γὰρ ἰατρεύσει καὶ ὑφάνσει καὶ ὅλως κινήσει ἀναλογεῖ), ἡ δὲ ἔννοια τοῦ ὀνόματος τῇ κυρίως φύσει μᾶλλον προσήκει τῇ ὡς ποιητικῇ τῶν φυσικῶν. ὁ μέντοι ὁρισμὸς πᾶσι τοῖς σημαινομένοις ἐφαρμόσει οἰκείως ἐφ’ ἑκάτερα λαμβανόμενος· καὶ γὰρ ἡ μὲν κυρίως φύσις ἀρχὴ καὶ αἰτία κινήσεώς ἐστι καὶ ἠρεμίας, ἡ δὲ ὡς κίνησις φύσις ὡς ὀργανική· διὰ γὰρ ταύτης ἡ ποιητικὴ φύσις τὴν ἐν τοῖς φυσικοῖς κίνησιν καὶ ἠρεμίαν ἀποτελεῖ, ὡς ὁ ἰατρὸς διὰ τῆς ἰατρεύσεως τὴν ὑγίειαν. ἡ δὲ ὕλη καὶ τὸ εἶδος ἀρχαὶ τῆς κατὰ φύσιν ἀποδιδομένης ἐνεργείας εἰσὶν ὡς στοιχειώδεις. καὶ λέγει ὁ Εὔδημος ὅτι ἐπιδέχεται καὶ ταῦτα τὸν λόγον τὸν τῆς φύσεως· ἀρχὴ γὰρ δοκεῖ κινήσεως εἶναι καὶ ἡ ὕλη καὶ τὸ οὗ ἕνεκα. τοῦ γὰρ ἵεσθαι κάτω τὸν μόλυβδον τὴν ὑποκειμένην ὕλην αἰτιώμεθα· ὅτι γὰρ ἐκ τοιαύτης ἐστὶ κάτω φέρεται. ἔχει δὴ κινήσεως ἀρχὴν ἐν ἑαυτῷ καὶ καθ’ ἑαυτόν, ᾗ γὰρ μόλυβδός ἐστι. τὸ δὲ εἶδος ἀρχὴ ἂν εἴη καὶ ὡς τέλος· εἰς τοῦτο γὰρ βλέπουσα ἡ φύσις πάντα πραγματεύεται τὰ ἐν τοῖς φυσικοῖς. ἀλλὰ πῶς τὸ σύνθετον ἀρχὴ ἂν εἴη καὶ αἰτία ἀποτέλεσμα μόνον ὑπάρχον; ἢ καὶ τοῦτο ὡς τέλος ἂν εἴη ἀρχή. εἴτε γὰρ εἶδος ἐν ὕλῃ τὸ σύνθετον εἴτε ἐξ ὕλης καὶ εἴδους, τούτου ποιητική ἐστιν ἡ φύσις καὶ οὐχ ὡς καθ’ ἑαυτὸ ὄντος τοῦ εἴδους. μήποτε δὲ τὸ σύνθετον καὶ ὡς ποιητικὸν αἴτιόν ἐστιν ἀρχὴ κινήσεως καὶ ἠρεμίας. εἴπερ αἱ ἐνέργειαι κινήσεις οὖσαι κατὰ τὸ σύνθετον ἀποδίδονται καὶ αἱ τῶν ἐνεργειῶν παῦλαι. ἡ γὰρ τοῦ πυρὸς οὐσία ἀρχὴ ἂν εἴη καὶ αἰτία θερμάνσεως καὶ τῆς ἐπὶ τὸ ἄνω φορᾶς. ἀλλὰ ταῦτα μὲν οὕτως. Ἄξιον δέ μοι δοκεῖ ζητεῖν, πῶς ἐν τῇ ἀπαριθμήσει τῶν τῆς φύσεως σημαινομένων τὸ κυριώτατον τῆς φύσεως σημαινόμενον τὴν ποιητικὴν τῶν φυσικῶν αἰτίαν ὁ Ἀριστοτέλης παραλέλοιπε τὴν ὕλην εἰπὼν καλεῖσθαι φύσιν καὶ τὸ εἶδος, καὶ εἴπερ ἄρα, καὶ τὸ σύνθετον καὶ τὴν οἷον ἔκφυσιν καὶ κίνησιν τὴν ἐπὶ τὸ εἶδος, τῆς δὲ ὡς ποιητικῆς αἰτίας μὴ μνημονεύσας.3 καὶ λεκτέον οἶμαι πρὸς τοῦτο, ὅτι εὐθὺς ἀρξάμενος τοῦ περὶ τῆς φύσεως λόγου τὴν κυρίως φύσιν τὴν ποιητικὴν αἰτίαν παραδέδωκεν καὶ ταύτην ὡρίσατο. διὸ καὶ τὸ κατὰ συμβεβηκὸς ἐξηγούμενος ἰατρὸν ἔλαβεν ἑαυτὸν ἰατρεύοντα ὡς δὴ καὶ τὸ καθ’ αὑτὸ αἴτιον ποιητικὸν ζητῶν τὸ ἀνάλογον τῷ οἰκίαν ποιοῦντι καὶ τὰ ἄλλα τὰ χειρόκμητα. ἐκεῖ οὖν τὴν κυρίως φύσιν ἀποδοὺς ἐνταῦθα λοιπὸν τὰ ἄλλα σημαινόμενα τοῦ τῆς φύσεως ὀνόματος παραδίδωσι. μήποτε δὲ τὴν κυρίως φύσιν οὐδὲ ἐνταῦθα παρῆκεν, ἀλλ’ ἐνεδείξατο εἰπὼν ἀπὸ ἰατρικῆς μὲν οὐκ εἰς ἰατρικὴν εἶναι ὁδὸν τὴν ἰάτρευσιν, ἀλλ’ εἰς ὑγίειαν, τὴν δὲ φύσιν τὴν ὡς κίνησιν ἀπὸ φύσεως εἰς φύσιν.
按照第五种、也是最本义的含义,自然乃是自然事物运动的原因。正如技术是人工物的创制者,这种[创制性自然的]运动本身亦被称为自然,它起始于依质料的自然,终止于依形式的自然,产出依复合体的自然。在此点上,创制性自然与技术相通;但二者的区别在于,技术身处外部,从其固有的定理出发,而终止于自身之外的另一事物,即产物,因为医术就是如此终止于健康;相反,自然作为内在存在于被生成者之中的东西,通过犹如萌生的过程,终止于被生成者的自然——即自然经由自然而走向自然。除非技术亦通过技术的运动而终止于同种的人工物,从而在此点上保持了与自然的相似性;但至少在内在存在以及自然的现实活动源自内部这一点上,自然是不同于技术的。 尽管自然的含义众多,但“自然”这一名称本身更严格地适合于作为运动和萌生的自然(因为它类似于医治、织造以及一般的运动);而该名称的观念则更适合于严格意义上的自然,即作为自然事物的创制者。然而,若就两方面恰当地加以理解,其定义将适用于所有这些含义。因为严格意义上的自然乃是运动和静止的本原与原因,而作为运动的自然则是作为工具性的本原与原因;因为通过这一运动,创制性自然在自然事物中实现运动与静止,正如医生通过医治实现健康。另一方面,质料与形式乃是依自然所赋予的现实活动的本原,是作为元素性的本原。欧德谟亦说,这些亦接受自然的界说;因为质料和目的似乎都是运动的本原。因为我们把铅向下坠落归因于底层的质料;正是由于铅是由此类质料构成的,它才向下运动。因此,铅在其自身内且依其自身便具有运动的本原,只要它是铅。形式亦作为终极目的而是本原;因为自然正是着眼于此,才经营自然事物中的一切。但是,复合体仅仅作为产物而存在,如何能成为本原与原因呢?或者这亦作为终极目的而是本原?因为无论复合体是质料中的形式,还是由质料与形式构成者,自然所创制的就是这,而非作为自身独立存在的形式。又或者,复合体作为创制性原因亦是运动与静止的本原,如果作为运动的现实活动以及现实活动的停歇乃是归属于复合体的话;因为火的实体应当是加热和向上位移的本原与原因。但这些暂且不论。 在我看来,值得探讨的是:在自然的诸种含义的列举中,亚里士多德在谈及质料与形式被称为自然、如果确实〔可称为自然〕的话复合体,以及通向形式的犹如萌生与运动亦被称为自然时,为何遗漏了自然最本义的含义,即自然事物的创制因,而未曾提及作为创制因的自然?对此我想应当这样回答:他在一展开关于自然的论述时,便已传授了严格意义上的自然即创制因,并对之下了定义。因此,他在解释偶性事物时,采用了医治自身的医生为例,仿佛他在寻找那类似于制作房屋及其他手工制品者的本质上的创制因。因此,既然他在那里已经给出了严格意义上的自然,在这里便进而传授“自然”这一名称的其余含义。或者,甚至在这里他也并未遗漏严格意义上的自然,而是通过指出医治并非从医术走向医术的道路、而是走向健康,而作为运动的自然则是从自然走向自然,从而暗示了这一点。
- 2.12ὥσπερ τέχνη τὸ ποιητικὸν τῶν τεχνητῶν καὶ ἡ ταύτης κίνησις
在句法上,ὥσπερ τέχνη [ἐστὶ] τὸ ποιητικὸν τῶν τεχνητῶν 是一个省略系动词的比较分句,其后的 καὶ ἡ ταύτης κίνησις 充当后文谓语动词 ἄρχεται 和 λήγει 的主语。代词 ταύτης 指代前句提到的作为创制因的自然(τὸ τοῦ κινεῖσθαι τοῖς φυσικοῖς αἴτιον)。
- 2.12τελευτᾶν δὲ εἰς ἄλλο τι παρ’ αὐτὴν οὖσαν τὸ ἀποτέλεσμα
阴性宾格单数分词 οὖσαν 与不定式 τελευτᾶν 的逻辑主语 τὴν τέχνην 一致,而 τὸ ἀποτέλεσμα 则充当 ἄλλο τι 的同位语(“终止于其自身之外的另一事物,即产物”)。
- 2.12τῆς δὲ ὡς ποιητικῆς αἰτίας μὴ μνημονεύσας
主格阳性单数分词 μνημονεύσας 与前面的分词 εἰπών 构成并列,二者均与整句的主语 ὁ Ἀριστοτέλης 一致。属格短语 τῆς δὲ ὡς ποιητικῆς αἰτίας 则是动词 μνημονεύω 所要求的属格宾语。
