- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:282.30-284.11
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
在亚里士多德总结了自然的多种含义之后,辛普利丘按顺序梳理并阐释了自然的诸种意义:质料、形式、复合体以及生成与运动。
" Ἐπεὶ δὲ διώρισται ποσαχῶς ἡ φύσις λέγεται." Ὅτι πρὸς τοῦτο τέταται πᾶς ὁ τοῦ λόγου σκοπὸς πρὸς τὸ διελέσθαι τὰ τῆς φύσεως σημαινόμενα, διότι πολλαχῶς λεγομένης αὐτῆς ἄλλος κατ’ ἄλλο τι τῶν σημαινομένων ἐξεδέχετο τὴν φύσιν, σαφὲς πεποίηκεν αὐτὸς οὕτως τὸν λόγον συμπερανάμενος1 ἐπεὶ δὲ διώρισται ποσαχῶς ἡ φύσις λέγεται. τὸ δὲ ποσαχῶς λεγόμενον κατὰ διαφόρων τῷ ὑποκειμένῳ τάττεται πραγμάτων. ἀλλ’ ἐπειδὴ τὰ μὲν ἄλλα σημαινόμενα σαφῶς παραδέδωκε, τὸ δὲ κυρίως συνέκρυψε, καλῶς ἂν ἔχοι συντόμως πᾶσιν ἐπελθεῖν τοσοῦτον προειπόντα,2 ὅτι τοῦ φυσικοῦ σώματος ἔχοντος καὶ ὕλην καὶ εἶδος καὶ τὸ συναμφότερον καὶ γενητοῦ ὄντος καὶ διὰ τοῦτο κίνησίν τε ἔχοντος τὴν ἐπὶ γένεσιν καὶ πρὸ πάντων τὸ τῆς κινήσεως αἴτιον (κινήσεως γὰρ οὔσης ἔστι τι πάντως τὸ κινοῦν) πενταχῶς λέγεται ἡ φύσις· καθ’ ἕνα μὲν τρόπον ἡ ἐν ἑκάστῳ ὕλη, αὕτη δέ ἐστι τὸ πρώτως ἐν ἑκάστῳ τῶν φυσικῶν ὑπάρχον ἀρρύθμιστον ὡς ἐπὶ τῶν τεχνητῶν ἐν ἀνδριάντι μὲν χαλκός, ἐν νηὶ δὲ ξύλον, ἐν δὲ τῷ φυσικῷ παντὶ σώματι ἡ πρώτη ὕλη ὡς κάτωθεν εἰπεῖν, ἤτοι τὸ ἔσχατον ὑποκείμενον ὡς ἄνωθεν ἀρχόμενοι καλοῦσι.3 δοκεῖ δὲ αὕτη φύσις εἶναι, διότι χρὴ τὴν ἑκάστου φύσιν ἐν ταῖς παντοίαις αὐτοῦ μεταβολαῖς τὴν αὐτὴν μένουσαν ὁρᾶσθαι. φύσις γοῦν ἀνθρώπου ἐστίν, ἥτις καὶ καθεύδοντος καὶ ἐγρηγορότος καὶ κινουμένου καὶ ἑστῶτος καὶ τὰς ἄλλας τροπὰς ὑπομένοντος ἡ αὐτὴ πανταχοῦ φαίνεται ὁρωμένη. οὕτως οὖν καὶ ἐπὶ τοῦ παντὸς φυσικοῦ σώματος τὸ ὑπομένον ἐν ταῖς παντοίαις μεταβολαῖς τὸ αὐτὸ τοῦτο ἂν εἴη φύσις. ὑπομένει δὲ ἡ ὕλη. ὁ δὲ Ἀντιφῶν τὴν τῆς ὕλης ὑπομονὴν καὶ ἀπὸ τῆς τοῦ ὁμοίου βλαστήσεως ἐπειράθη δεικνύναι, καίτοι τῆς βλαστήσεως μᾶλλον εἶδος ἐξ εἴδους ἢ ὕλην ἐξ ὕλης γίνεσθαι δηλούσης. ἄνθρωπος γὰρ ἐξ ἀνθρώπου καὶ ξύλον ἐκ ξύλου γίνεται. εἶδος δὲ καὶ τὸ ξύλον, κἂν ὕλης ἔχῃ πρὸς τὴν κλίνην λόγον. Κατὰ δεύτερον δὲ σημαινόμενον φύσις λέγεται τὸ περὶ τὴν ὕλην εἶδος. ὡς γὰρ οὔπω λέγεται κατὰ τὸ τῆς τέχνης ὄνομα ἀνδριάς, ἐὰν μὴ ἀπολάβῃ τὸ κατὰ τὴν τέχνην εἶδος, οὕτως καὶ ἡ ὕλη οὔπω λέγεται κατὰ τὸ φυσικὸν ὄνομα, ἐὰν μὴ ἀπολάβῃ τὸ εἶδος. ἡ γὰρ ὕλη δυνάμει μόνον ἐστὶν ἐκεῖνο οὗ ἐστιν ὕλη, οἷον τὸ σπέρμα δυνάμει ζῷον, ἕκαστον δὲ κατὰ τὸ ἐνεργείᾳ χαρακτηρίζεται. τοῦτο δέ ἐστι τὸ εἶδος. εἰκότως ἄρα μᾶλλον τῆς ὕλης τὸ εἶδος φύσις δοκεῖ. Κατὰ δὲ τρίτον σημαινόμενον φύσις λέγεται τὸ ἐκ τῆς ὕλης καὶ τοῦ εἴδους συγκείμενον οἷον ὁ ἄνθρωπος. ὡς γὰρ ἡ οὐσία τριχῶς ἥ τε ὕλη καὶ τὸ εἶδος καὶ τὸ συναμφότερον, οὕτως καὶ ἡ φύσις τριχῶς λέγοιτο ἄν. ὁ μέντοι Ἀριστοτέλης τὸ ἐξ ἀμφοῖν φησι “φύσις μὲν οὐκ ἔστι, φύσει δέ”. εἰ γὰρ ἑκάτερον τῶν συντιθέντων αὐτὸ φύσις ἐστίν, ἄλλο δὲ παρ’ ἑκάτερόν ἔστι τὸ σύνθετον κατ’ ἐκεῖνα ὑφεστώς, φύσις μὲν οὐκ ἂν εἴη κυρίως, φύσει δέ. εἰ μέντοι τὸ “μᾶλλον αὕτη φύσις τῆς ὕλης” ἐπὶ τῆς συνθέτου εἴρηται, ὡς ἤκουσεν ὁ Πορφύριος, δῆλον ὅτι κυρίως μὲν φύσις οὐκ ἔστι τὸ σύνθετον (οὐδὲ γὰρ τῶν ἁπλῶν οὐδὲν κυρίως φύσις), μᾶλλον δὲ τῆς ὕλης φύσις ἐστί, διότι ἔχει ἐν ἑαυτῷ τὸ εἶδος, ὃ μᾶλλον τῆς ὕλης φύσις ἐστί. καὶ κατὰ τὸν Ἀντιφῶντος δὲ διορισμόν, ἐπειδὴ ἄνθρωπος ἐξ ἀνθρώπου γίνεται σύνθετον ἐκ συνθέτου, εἴη ἂν φύσις καὶ τὸ σύνθετον. ἀλλὰ ταῦτα μὲν τὰ τρία σημαινόμενα τῆς φύσεως τό τε σύνθετόν ἐστι καὶ τὰ στοιχεῖα τοῦ συνθέτου. Κατὰ δὲ τέταρτον σημαινόμενον λέγεται φύσις ἡ οἷον ἔκφυσις καὶ γένεσις καὶ κίνησις, καθ’ ἣν ὑπὸ τοῦ φύοντος φύεται τὸ φυόμενον. ὡς γὰρ ἐπὶ ἱματίου τό τε ὑφαῖνόν ἐστιν ὁ ὑφάντης καὶ τὸ ὑφαινόμενον τὸ ἱμάτιον καὶ τρίτον ἡ ὕφανσις κίνησίς τις οὖσα ἀπὸ τοῦ ποιοῦντος ἐπὶ τὸ γινόμενον, οὕτως καὶ ἐπὶ τοῦ φυσικοῦ τό τε φυόμενόν ἐστι καὶ τὸ φύον καὶ μεταξὺ ἀμφοῖν ἡ φύσις ἡ τοιαύτη ἡ ὡς κίνησις τῆς ποιούσης φύσεως, ὡς ἡ ἰάτρευσις τῆς ἰατρικῆς.
“既然已经规定了自然在几种意义上被言说。” 他自己通过这样总结其论述:“既然已经规定了自然在几种意义上被言说”,从而清楚表明了论述的全部目的正是指向这一点——即区分自然的诸种含义,因为既然自然在多重意义上被言说,不同的人便依其不同含义来理解自然。而在多重意义上被言说的事物,乃是分属于在底层上互有差异的实际事物。然而,既然他已明确传授了其他诸种含义,却隐藏了最本义的含义,那么在预先说明了以下这一点之后,简短地回顾所有含义将会是恰当的:由于自然物体兼具质料、形式与复合体,且是生成的,并因此具有通向生成的运动,且最主要地具有运动的原因(因为只要存在运动,就必定存在某种推动者),因此自然在五种意义上被言说。 按照第一种方式,自然是存在于每一事物之中的质料;这便是在每一自然事物中最初存在的无定形物,正如在人工物中青铜之于雕像、木材之于船只,而在一切自然物体中,自下而言乃是第一质料,或者正如那些自上开始者所称呼的那样,是终极的底层。而这之所以被认为是自然,是因为每一事物的自然应当在其各种各样的变化中被视为保持同一的。无论如何,人的自然乃是在其睡眠、清醒、运动、静止以及经受其他转变时,无论何处被观察到都显现为同一的那种东西。因此,在整个自然物体的情形中,在各种变化中保持为同一的这一东西亦当是自然。而保持不变的正是质料。然而安提丰试图从同类事物的发芽中证明质料的持存,尽管发芽毋宁表明的是形式从形式中产生,而非质料从质料中产生。因为人出自人,木出自木。而木材亦是形式,即便它相对于床而言具有质料的关系。 按照第二种含义,存在于质料周围的形式被称为自然。因为正如一座雕像在尚未获得依技术的形式之前,还不能依技术的名称被称为雕像,质料在尚未获得形式之前,也同样不能依自然名称被称呼。因为质料仅仅在潜能上是它作为其质料的那个东西(例如种子在潜能上是动物),而每一事物乃是依照处于现实之中的东西而被规定的。而这便是形式。因此,形式比质料更应当被视为自然,乃是合情合理的。 按照第三种含义,由质料与形式合成者(例如人)被称为自然。因为正如实体有质料、形式与复合体这三重,自然亦可依三种方式被言说。然而亚里士多德对于由二者构成的事物却说,“它不是自然,而是因自然而然”。因为如果构成它的每一部分都是自然,而复合体则是异于其各个部分、依它们而确立的存在,那么严格来说它不会是自然,而是因自然而然。然而,如果正如波菲利所理解的那样,“这比质料更是自然”这句话是指复合体而言的,那么显然,复合体严格来说并非自然(因为单纯事物中也没有任何一个是严格意义上的自然),但它比质料更是自然,因为其自身中包含着形式,而形式比质料更是自然。并且依照安提丰的规定,既然人出自人,复合体出自复合体,那么复合体亦会是自然。但这三种关于自然的含义,乃是复合体及其复合要素。 按照第四种含义,自然被说成犹如萌生、生成与运动,被生成者依此而由生成者所生成。因为正如就外衣而言,存在着作为织造者的织工、作为被织造物的外衣,以及第三种作为从制作者通向被制作者的某种运动的织造过程;同样,就自然事物而言,亦存在着被生成者、生成者,以及处于二者之间作为创制自然的运动的这样一种自然,犹如医治之于医术。
- 2.12Ὅτι πρὸς τοῦτο τέταται πᾶς ὁ τοῦ λόγου σκοπὸς ... σαφὲς πεποίηκεν αὐτὸς οὕτως τὸν λόγον συμπερανάμενος
全句的主句为 σαφὲς πεποίηκεν αὐτός(“他自己表明了……”),开头的整个 Ὅτι... 从句(“论述的全部目的指向这一点……”)作 πεποίηκεν 的直接宾语。πρὸς τοῦτο 与 πρὸς τὸ διελέσθαι 构成同位关系。
- 2.12καλῶς ἂν ἔχοι συντόμως πᾶσιν ἐπελθεῖν τοσοῦτον προειπόντα
无人称表达 καλῶς ἂν ἔχοι(“……将会是恰当的”)统辖不定式 ἐπελθεῖν(“回顾”),分词 προειπόντα(“预先说明之后”)为阳性单数宾格,与不定式隐含的逻辑主语(阐释者自身)保持一致。
- 2.12ὡς κάτωθεν εἰπεῖν, ἤτοι τὸ ἔσχατον ὑποκείμενον ὡς ἄνωθεν ἀρχόμενοι καλοῦσι
此处对比了 ὡς κάτωθεν εἰπεῖν(“自下而言”)与 ὡς ἄνωθεν ἀρχόμενοι καλοῦσι(“正如那些自上开始者所称呼的那样”)。前者是从可感复合事物向上溯及元素与质料的角度(故称“第一质料”),后者则是从最高形式向下直至基础底层的角度(故称“终极底层”)。
