← 辛普里丘

亚里士多德《物理学》注释

§281.13-282.29

实体的生成中形式与种差的对立与生灭

辛普里丘针对实体生成及是否存在相反者的疑难提出解决:具有生成和相反者的并非底层质料,而是处于底层中的形式乃至构成形式的诸差异;在考察亚历山大的观点后,他阐明形式自身既不生也不灭,而是随着构成它的诸差异之生灭而相伴产生与毁灭。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.11#2

λύει δὲ τὰς ἀπορίας ταύτας ἐν ἄλλοις λέγων εἶναι μὲν οὐσίαν, ἧς ἡ γένεσις δοκεῖ τὸ συναμφότερον τὸ ἐξ ὕλης καὶ εἴδους συνεστώς,1 ταύτην δὲ μὴ ἁπλῶς ἀλλὰ κατά τι γίνεσθαι. κατὰ μὲν γὰρ τὸ ὑποκείμενον ἀγένητός ἐστιν (ἡ γὰρ ὕλη οὔτε γίνεται οὔτε φθείρεται, ὡς ἔδειξεν ἐπὶ τέλει τοῦ πρώτου βιβλίου), γίνεται δὲ κατὰ τὸ συναμφότερον, τουτέστιν ἡ οὐσία κατὰ τὸ εἶδος, ὅ ἐστιν ἐν ὑποκειμένῃ τῇ ὕλῃ. ὥσπερ δὲ ἔχει τὸ γίνεσθαι ἡ οὐσία, οὕτως καὶ ἐναντίον ἐστί τι αὐτῇ. ἔχει δὲ τὸ γίνεσθαι οὐ κατὰ τὸ ὑποκείμενον, ἀλλὰ κατὰ τὸ ἐν ὑποκειμένῳ εἶδος. κατὰ τοῦτο οὖν καὶ ἐναντίον τί ἐστιν αὐτῇ· οὐ καθὸ ὑποκείμενόν ἐστιν, ἀλλὰ καθὸ ἐν ὑποκειμένῳ. τῷ γὰρ πυρὶ καθὸ μὲν συναμφότερόν τι καὶ οὐσία τοιαύτη οὐδέν ἐστιν ἐναντίον, κατὰ δὲ τὸ εἶδος. κατὰ γὰρ τὴν θερμότητα καὶ ξηρότητα καὶ τὴν ἐπὶ τὸ ἄνω ῥοπὴν κατὰ ταῦτα ἐναντία ἔχει, καὶ ἡ γένεσις αὐτῷ κατὰ ταῦτα. ὅταν οὖν λέγῃ ἐν Κατηγορίαις τῇ οὐσίᾳ μηδὲν εἶναι ἐναντίον, οὕτως ἀκουστέον ὅτι τῇ συναμφοτέρῳ. ταύτης γὰρ καὶ μόνης ἐκεῖ ὡς οὐσίας μνημονεύει καὶ τῶν ταύτης εἰδῶν καὶ γενῶν. διὸ τῇ μὲν οὐσίᾳ ἁπλῶς καθὸ οὐσία οὐδέν ἐστιν ἐναντίον, οὐδὲ γίνεται ἡ οὐσία καθὸ οὐσία. γένοιτο γὰρ ἂν ἐκ μὴ οὐσίας καὶ τοῦ ἁπλῶς μὴ ὄντος. καθὸ δὲ ἥδε τίς ἐστιν ἡ οὐσία καὶ καθὸ διάφοροι αἱ οὐσίαι, κατὰ τοῦτο καὶ ἔστιν ἐναντίωσις ἐν αὐταῖς· καὶ γὰρ ἡ γένεσις κατὰ τοῦτο· κατὰ τὰ εἴδη δὲ ταῖς οὐσίαις αἱ διαφοραί. ἐν τούτοις ἄρα ἡ ἐναντίωσις. “Ἤ, φησὶν Ἀλέξανδρος, οὐδὲ τῇ κατὰ τὸ εἶδος οὐσίᾳ ἐναντίον τί ἐστιν. ἡ γὰρ στέρησις οὐ κυρίως ἐναντίον, ἐξ ἧς ἡ γένεσις τῷ εἴδει. ἢ εἰ τὸ ἕτερον τῶν ἐναντίων στέρησις, καὶ ἡ στέρησις ἂν ἐναντίον εἴη.” ταῦτα μὲν ὁ Ἀλέξανδρος. μήποτε δὲ οὐκ ἐκ τῆς τοιαύτης στερήσεως κυρίως ἡ γένεσις,2 τῆς κατὰ τὸ χεῖρον ἐναντίον λεγομένης. κἂν γὰρ ἐξ ἐναντίου εἴδους ἡ γένεσις, οὐ καθὸ εἶδος, ἀλλὰ καθὸ σύνεστιν ἐκείνῳ ἡ τοῦ ἐναντίου στέρησις, ἀπουσία οὖσα ἐν τῷ πεφυκότι. πέφυκε δὲ τὸ αὐτὸ πρὸς ἑκάτερον τῶν ἐναντίων. ὡς γὰρ γένος κοινὸν τῶν ἐναντίων προηγεῖται, οὕτως αὐτὰ καὶ ὑποκείμενον κοινὸν ὑποδέχεται. μήποτε οὖν κατ’ ἄλλον τρόπον οὐκ ἔστι τῇ κατὰ τὸ εἶδος οὐσίᾳ ἐναντίον, καθόσον τὰ μὲν ἐναντία ἐν τῇ τῶν διαφορῶν ἀντιθέσει τῇ πρὸς ἀλλήλας θεωρεῖται, τὸ δὲ εἶδος οὐκ ἔστι διαφορά, ἀλλὰ διαφορῶν σύλληψις μετὰ τοῦ γένους. καὶ τὰ μὲν ἐναντία ποιότητές εἰσι, τὸ δὲ εἶδος οὐσία. εἰ οὖν μηδέν ἐστι τῷ εἴδει ἐναντίον, πῶς γίνεται τὸ εἶδος; ἢ οὖν οὐ γίνεται καὶ ἔστι μετὰ τῆς ὕλης ἀγένητον καὶ τὸ συναμφότερον ἀγένητον καὶ πάντα ἀγένητα, ἢ οὐ πάντα τὰ γινόμενα ἐξ ἐναντίων γίνεται. μήποτε οὖν οὐδὲ τὸ εἶδος καθ’ αὑτὸ γίνεται ἢ φθείρεται. τὸ γὰρ πῦρ οὐ μόνον κατὰ τὸ σύνθετον ἀγένητόν ἐστιν, ὡς εἴρηται πρότερον, καὶ κατὰ τὴν ὕλην, ἀλλὰ καὶ κατὰ τὸ εἶδος· γίνεται δὲ κατὰ τὰς συνιστώσας αὐτὸ διαφοράς, ἐν αἷς καὶ ἐναντίωσις θεωρεῖται. θερμότης γὰρ καὶ ξηρότης καὶ ἡ ἐπὶ τὸ ἄνω φορὰ καθ’ αὑτὸ μὲν οὐδὲν τούτων ἐστὶ τὸ εἶδος τοῦ πυρός, ἀλλὰ διαφοραὶ ταῦτα· πάντα δὲ ἅμα συνδραμόντα τὸ πῦρ ποιεῖ. κατὰ οὖν τὴν τούτων ἐκ τῶν ἐναντίων γένεσιν καὶ εἰς τὸ ἐναντίον φθορὰν γίνεται καὶ φθείρεται τὸ πῦρ. οὕτως δὲ καὶ ἐπὶ τῶν ἄλλων εἰδῶν ἑκάστου ἡ γένεσις καὶ ἡ φθορὰ οὐ καθ’ αὑτὸ τοῦ εἴδους ἐστίν, ἀλλὰ κατὰ τὰς τοῦ εἴδους διαφοράς· φθειρομένων γὰρ ἐκείνων ὑπ’ ἀλλήλων συμφθείρεται τὸ εἶδος, ὥσπερ καὶ συντρεχουσῶν ἐπιγίνεται.3

他在别处解决了这些疑难,指出似乎有生成的那种实体乃是由质料与形式构成的复合体,但这种实体并非绝对地生成,而是在某种方面生成。因为就底层而言它是非生成的(正如他在第一卷末尾所证明的,质料既不生成也不毁灭),而它是就复合体而言生成的,也就是说,实体是就处于底层质料之中的形式而言生成的。而正如实体具有生成一样,它也同样具有某种相反者。但它拥有生成不是就底层而言,而是就处于底层中的形式而言。因此,正是就此而言它也具有某种相反者:不是作为底层,而是作为在底层之中的东西。因为对于火而言,作为某种复合体和此类实体,它没有任何相反者,而仅仅是就形式而言有相反者。因为就热、干燥以及向上的趋向而言,火依着这些而具有相反者,其生成也是依着这些。因此,当他在《范畴篇》中说实体没有任何相反者时,应当这样理解:即复合实体没有任何相反者。因为他在那里仅仅将这种复合体及其种和属作为实体提及。因此,对于绝对意义上的实体而言,就其作为实体而言没有任何相反者,实体作为实体也不会生成;否则它就将从非实体以及绝对的非存在中生成。但就实体是“这个”、且诸实体互有差异而言,依此在它们之中便也存在着相反性;因为生成也是依此发生的;而实体的差异是依形式而有的。因此,相反性存在于这些之中。 “或者,”亚历山大说,“即使对于依形式而言的实体,也没有任何相反者。因为形式由此得以生成的缺失,严格来说并不是相反者。抑或,如果相反者之一是缺失,缺失也就会是相反者。”这是亚历山大的说法。然而,生成严格来说或许并非出自这样一种缺失,即在较劣的相反者意义上被言说的缺失。因为即便生成出自相反的形式,也不是作为形式,而是由于相反者的缺失伴随着它,而缺失乃是在具有自然禀赋者之中的不在场。并且同一个底层对于相反者的每一方都具有自然的禀赋。因为正如一个共同的属先行于相反者,同样一个共同的底层也接纳它们。因此,或许从另一种方式看,依形式而言的实体并没有相反者,这是由于相反者是在诸差异彼此的对立中被观察到的,而形式并不是差异,而是差异与属的综合。而且相反者是性质,形式则是实体。那么,如果形式没有任何相反者,形式又如何生成呢?要么形式并不生成,并且同质料一样是非生成的,从而复合体也是非生成的,一切事物都是非生成的;要么并非所有生成的事物都出自相反者。因此,或许形式自身也根本既不生成也不毁灭。因为正如先前所说,火不仅就复合物而言是非生成的,不仅就质料而言是非生成的,而且就形式而言也是非生成的;它乃是就构成它的诸差异而言生成的,而在这些差异中正可以观察到相反性。因为热、干燥和向上的运动,这些就其自身而言没有一个是火的形式,而是诸差异;但所有这些同时汇聚在一起便造就了火。因此,正是依着这些差异从相反者中的生成以及向着相反者的毁灭,火才生成并毁灭。同样地,对于每一个其他的形式而言,生成与毁灭也并非形式自身的生成与毁灭,而是依着形式的诸差异;因为当那些差异被彼此毁灭时,形式便一同毁灭,正如它们汇聚时形式便随之产生一样。

语法注3 条
  1. 2.11ἧς ἡ γένεσις δοκεῖ τὸ συναμφότερον τὸ ἐξ ὕλης καὶ εἴδους συνεστώς

    关系代词 ἧς 是修饰先行词 οὐσίαν 的属格。在句法上表达主述关系:“其生成被认为存在的那种实体,即由质料与形式组成的复合体”,其中 ἧς ἡ γένεσις δοκεῖ 为插入的关系从句,τὸ συναμφότερον 则作为前文 εἶναι 的宾格表语(主语为 οὐσίαν)。

  2. 2.11μήποτε δὲ οὐκ ἐκ τῆς τοιαύτης στερήσεως κυρίως ἡ γένεσις

    副词 μήποτε 引出委婉的推测或审慎的主张(“或许并非……”),其后的系动词 ἐστίν 被省略。该句标志着在引述亚历山大的观点之后,辛普里丘转向自己的考察与反思。

  3. 2.11φθειρομένων γὰρ ἐκείνων ὑπ’ ἀλλήλων συμφθείρεται τὸ εἶδος, ὥσπερ καὶ συντρεχουσῶν ἐπιγίνεται

    φθειρομένων... ἐκείνων 与 συντρεχουσῶν 均为属格独立结构,其逻辑主语皆为阴性名词“诸差异”(διαφοραί)。前者带有指代该词的代词 ἐκείνων,后者则省略了代词,仅保留阴性复数属格分词。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:281.13-282.29