- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:280.1-281.13
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
对亚里士多德《物理学》第2卷第1章193b18的注解。辛普利丘讨论了作为途径的自然具有通向形式与通向缺失的双重性,考察了缺失在何种意义上被称为形式,并分析了在实体没有相反者这一教说下,实体的生成如何与相反者生成说产生疑难。
" Ἡ δὲ μορφὴ καὶ ἡ φύσις διχῶς λέγεται ἕως τοῦ ὕστερον ἐπισκεπτέον." Εἰπὼν ὅτι ἡ φύσις ἡ ὡς ὁδὸς εἰς φύσιν καὶ εἶδος τελευτᾷ, ἐπειδὴ διττή ἐστιν ἡ ὁδός, ἡ μὲν ἀπὸ στερήσεως εἰς εἶδος ἡ δὲ ἀπὸ εἴδους εἰς στέρησιν, διττὴ ἂν εἴη καὶ ἡ τοιαύτη φύσις ἡ κατὰ τὴν ὁδόν, ὥστε διττὰ καὶ τὰ τέλη τὸ μὲν εἶδος τὸ δὲ στέρησις. εἰ οὖν τὸ τέλος εἶδος καὶ φύσις ἐστί, πῶς ἂν εἴη ἡ στέρησις τέλος ἀντικειμένη τῷ εἴδει; ἔτι δὲ τὰ στοιχεῖα τῶν ἐν γενέσει τὴν ὕλην ἔθετο καὶ τὰ ἀντικείμενα· ἐπεὶ οὖν τὸ ἕτερον τῶν ἀντικειμένων ἔθετο νῦν τὴν φύσιν, πρόχειρον ἦν ἀπορεῖν, πῶς αἴτια μὲν ἄμφω, φύσις δὲ θάτερον. διὸ καὶ τῇ στερήσει κατὰ τοσοῦτον τῆς φύσεως μεταδέδωκε καθ’ ὅσον καὶ τοῦ εἴδους εἰπὼν καὶ γὰρ ἡ στέρησις εἶδός πώς ἐστιν. ἔστι δὲ εἶδός πως ἤτοι ὡς πρὸς τὸ ὑποκείμενον ἀντιδιαστελλομένη, διότι ἐν ὑποκειμένῳ οὖσα καὶ αὐτὴ ὥσπερ τὸ εἶδος μορφή τις καὶ αὐτὴ καὶ εἶδος γίνεται τοῦ ὑποκειμένου. τὰ γὰρ συμβεβηκότα μορφαί πώς εἰσι τῶν οἷς συμβέβηκεν. ἢ ὅτι οὐχ ἁπλῶς ἀπουσία ἐστὶν ἡ στέρησις, ἀλλ’ ἐν τῷ πεφυκότι. παράχρωσις οὖν εἴδους ἐστὶν ἡ πρὸς τοῦτο ἐπιτηδειότης. διὸ καὶ διατίθησί πως τὸ ὑποκείμενον, ὅπερ εἴδους ἴδιόν ἐστιν. ἢ λέγοιτο ἂν εἶδός πως ἡ στέρησις οὐ πᾶσα, ἀλλ’ ἡ κατὰ τὸ χεῖρον τῶν ἐναντίων θεωρουμένη· τοῦτο γὰρ ὑπὸ τὴν στέρησιν τὸ εἶδος,1 ὡς ἐν τοῖς Περὶ γενέσεως ἀποδείκνυσι, καὶ ἔστιν ἡ οὕτως λαμβανομένη στέρησις εἶδος. ἤδη δὲ καὶ θάτερον τῶν ἐναντίων, ὁπότερον ἂν ληφθῇ, θατέρου στέρησιν ἐν ἐκείνοις εἶναί φησιν. εἰ οὖν καὶ ἡ στέρησις εἶδός πώς ἐστι καὶ φύσις ἄλλο οὖσα τοῦ ὑποκειμένου καὶ τῆς ὕλης, κἂν ἐν ἐκείνῃ τὸ εἶναι ἔχῃ, λέγοιτο ἂν φύσει καὶ τὰ ἐν στερήσει, οὐ μὴν ἔτι κατὰ φύσιν, διότι τὸ τέλος καὶ οὗ ἐφίεται τὸ ὑποκείμενον τοῦτό ἐστι τὸ κατὰ φύσιν, ἐφίεται δὲ τοῦ εἴδους. διὸ καὶ ἐπὶ πλέον τὸ φύσει τοῦ κατὰ φύσιν διὰ τὴν στέρησιν. ἀλλὰ πῶς ἡ ἐπὶ τὴν στέρησιν ὁδὸς φύσις λέγοιτο ἂν οὐκ οὖσα ἔκφυσις; φθορὰ γάρ ἐστι καὶ οὐχὶ γένεσις. ἢ καθόσον ἡ στέρησις εἶδός πως, κατὰ τοσοῦτον καὶ αὐτὴ φύσις καὶ ἡ ἐπ’ αὐτὴν ἄγουσα ὁδὸς φύσις. ἀλλ’ εἰ ἡ στέρησις εἶδός πώς ἐστι, δῆλον ὅτι ἐξ εἴδους εἶδος ἂν γίνηται καὶ οὐκέτι ἡ ἀνωτάτω ἐναντίωσις εἴδους ἐστὶ καὶ στερήσεως, ὡς ἐλέγετο ἐν τῷ πρώτῳ βιβλίῳ. ἀλλ’ ὅτι μὲν κἂν ἐξ εἴδους γίνηται εἶδος, οὐχ ὡς ἐξ εἴδους ἀλλ’ ὡς ἐκ στερήσεως καὶ ἐκ τοῦ μὴ τοιοῦδε πεφυκότος δέ, πρόδηλον καὶ ἐν τῷ πρώτῳ βιβλίῳ διακέκριται. εἰ δὲ καὶ ἡ στέρησις εἶδός πως, οὐκέτι μόνον ὡς στέρησις ἀντικείσεται πρὸς τὸ εἶδος, ἀλλὰ καὶ ὡς ἐναντίον. ἡ γὰρ τῶν μὴ δυναμένων συνυπάρχειν εἰδῶν ἀντίθεσις, ὡς ἐναντίων ἐστὶ καὶ οὐχ ὡς ἕξεως καὶ στερήσεως. εἰ δὲ τοῦτο, πᾶσα γένεσις οὐκ ἐκ τοῦ μὴ τοιούτου μόνον, ἀλλ’ ἐξ ἐναντίων ἔσται εἰδῶν. εἰ δὲ τοῦτο ἢ οὐκ ἔσται γένεσις τῆς οὐσίας καὶ ἔσται πᾶσα οὐσία ἀγένητος καὶ ἄφθαρτος, καίτοι τῆς κυρίως οὐσίας κατ’ αὐτὸν τῆς ἀτόμου γινομένης καὶ φθειρομένης ἐν τοῖς φυσικοῖς καὶ τῆς κυρίως γενέσεως κατ’ οὐσίαν οὔσης μεταβολῆς, ἢ εἰ γίνοιτο οὐσία, καὶ ταύτην ἐξ ἐναντίου γίνεσθαί τινος ἀνάγκη. δοκεῖ δὲ αὐτῷ τῇ οὐσίᾳ μηδὲν εἶναι ἐναντίον. ταύτην οὖν τὴν ζήτησιν, εἰ τῆς στερήσεως εἴδους πως λεγομένης ἔσται στέρησις περὶ τὴν ἁπλῆν οὐσίαν ἐναντίον τι εἶδος οὖσα ἢ μὴ ἔστιν, ἑκατέρωθεν ἀπορουμένην ἀναβάλλεται νῦν.2 καὶ γὰρ εἰ μὲν μὴ ἔστιν, ἐπειδὴ πᾶσα γένεσις ἐκ τοῦ ἐναντίου, ἀναιρεθήσεται ἡ τῆς οὐσίας γένεσις, ἥτις μόνη κυρίως γένεσίς ἐστι κατ’ αὐτόν· εἰ δὲ ἔστιν οὐσίας γένεσις, ἔστι τι τῇ οὐσίᾳ ἐναντίον, ὅπερ ἐν Κατηγορίαις ἀπέφησε.
“形态与自然以双重方式被言说”直至“必须在以后予以考察”。 在说明了作为途径的自然终结于自然与形式之后,既然途径是双重的——一条是从缺失走向形式,另一条是从形式走向缺失——那么这种循着途径的自然也将是双重的,从而目的也是双重的,其一为形式,其二为缺失。因此,如果目的是形式与自然,那么与形式对立的缺失又怎能是目的呢?再者,他曾将生成中诸事物的本原设定为质料与诸对立者;因此,既然他现在将对立者之一设定为自然,人们便很容易疑难:两者皆是原因,为何仅有一方是自然?正因如此,他赋予缺失以自然的份额,其程度正如他赋予缺失以形式的份额一样,他说:“因为缺失在某种意义上也是形式。”缺失在某种意义上是形式,或者是因为与底层相对照而被区分开来,因为缺失本身正如形式一样存在于底层之中,它自身也成为底层的一种形态与形式(因为偶性在某种意义上正是其所偶合之物的形态);或者是因为缺失并不仅仅是单纯的不在场,而是在具有自然禀赋者之中的不在场。因此,对于此[=形式]的适宜性便是形式的一种微弱印迹;正因如此,它也在某种程度上规定了底层的状态,而这正是形式的特有属性。抑或缺失被说成在某种意义上是形式并非在一切情形中,而是在相反者中较劣者处被观察到的缺失;正如他在《论生成》中所证明的那样,因为这种形式从属于缺失,而如此被理解的缺失乃是形式。并且他已经在那些著作中说明,相反者中无论取哪一方,都是另一方的缺失。因此,如果缺失在某种意义上也是形式与自然(虽然其存在依托于底层与质料,却又不同于它们),那么处于缺失中的事物也可以被称为“出于自然”,但绝不能被称为“依乎自然”,因为目的以及底层所欲求者,这才是“依乎自然”的,而底层所欲求的是形式。因此,由于缺失的缘故,“出于自然”的外延比“依乎自然”更宽广。然而,通向缺失的途径既然不是生长,又怎能被称为自然呢?因为它是毁灭而非生成。抑或由于缺失在某种意义上是形式,就此而言它本身是自然,而引向它的途径也是自然。但是,如果缺失在某种意义上是形式,显然形式就将从形式中生成,而最高层次的对立便不再如第一卷中所言是形式与缺失的对立。然而,即使形式从形式生成,也不是作为出自形式,而是作为出自缺失以及出自具有自然禀赋却并非如此的事物,这一点是显而易见的,并且在第一卷中已被辨明。但是,如果缺失在某种意义上也是形式,它与形式的对立就将不再仅仅是作为缺失,而是兼作为相反者。因为不能共存的形式之间的对立乃是相反者的对立,而非拥有与缺失的对立。如果这样,一切生成就不仅出自非如此之物,而且将出自相反的形式。如果这样,要么就不存在实体的生成,且一切实体都将是不生不灭的(尽管在他看来天然事物中本义的实体即个体实体是生成与毁灭的,且本义的生成是依实体的变化),要么如果实体生成,它也必然从某种相反者中生成。然而在他看来实体并没有任何相反者。因此,当缺失在某种意义上被称为形式时,关于单纯实体是否会存在某种作为相反形式的缺失,抑或并不存在,他现在将这一从两方面都陷入疑难的探求推迟了。因为如果不存在,既然一切生成都出自相反者,那么在他看来唯独严格意义上的生成即实体的生成就将被取消;而如果存在实体的生成,那么实体就具有某种相反者,而这恰恰是他在《范畴篇》中所否定的。
- 2.11τοῦτο γὰρ ὑπὸ τὴν στέρησιν τὸ εἶδος
τοῦτο τὸ εἶδος(“这一形式”)为主语,句中省略了系动词 ἐστί。介词短语 ὑπὸ τὴν στέρησιν(“在缺失之下/从属于缺失”)用作表语,表达从属关系。
- 2.11ταύτην οὖν τὴν ζήτησιν, εἰ τῆς στερήσεως εἴδους πως λεγομένης ἔσται στέρησις περὶ τὴν ἁπλῆν οὐσίαν ἐναντίον τι εἶδος οὖσα ἢ μὴ ἔστιν, ἑκατέρωθεν ἀπορουμένην ἀναβάλλεται νῦν
主句的主干为 ταύτην τὴν ζήτησιν ... ἀναβάλλεται νῦν(“他现在推迟了这一探求”),在宾语 ταύτην τὴν ζήτησιν 与动词 ἀναβάλλεται 之间插入了解释探求内容的间接疑问从句(εἰ ... ἢ μὴ ἔστιν)以及作定语的分词句 ἑκατέρωθεν ἀπορουμένην(“从两方面都陷入疑难的”),构成倒置隔离结构(hyperbaton)。间接疑问句中的 τῆς στερήσεως εἴδους πως λεγομένης 为表示条件或情境的属格独立结构。
