- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:278.33-279.35
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘阐释了亚里士多德证明自然即形式的第三个论证(即作为生成过程的自然所终结的目标正是形式),辨析了医疗与健康的类比,并重构了其三段论推导结构与被省略的前提。
" Ἔτι δὲ ἡ φύσις ἡ λεγομένη ἕως τοῦ ἡ ἄρα μορφὴ φύσις." Τρίτον τοῦτο τίθησιν ἐπιχείρημα δεικτικὸν τοῦ τὴν φύσιν τὸ εἶδος εἶναι πάνυ ἐντρεχῶς προαχθέν.1 ἡ γὰρ φύσις ἡ ὡς ἔκφυσις καὶ γένεσις λεγομένη φύσις ὁδός ἐστιν εἰς τὴν φύσιν προϊοῦσα τοῦ γινομένου καὶ εἰς αὐτὴν τελευτῶσα· ὥσπερ οὖν ἐπὶ τῶν τεχνητῶν πᾶν τὸ γινόμενον τοῦτο λέγεται γίνεσθαι τὸ ἐφ’ ὃ ἡ πρόοδος καὶ οὐχὶ τὸ ἀφ’ οὗ (ὅταν γὰρ ἐκ ξύλου βάθρον ὁ τέκτων ποιῇ, γίνεσθαι λέγεται οὐ τὸ ξύλον, ἀλλὰ τὸ βάθρον ὑπὸ τοῦ τέκτονος), ὁμοίως δὲ καὶ ἐπὶ τῶν φυσικῶν (ὅταν γὰρ ὕδωρ εἰς ἀέρα μεταβάλλῃ, οὐχ ὕδωρ λέγομεν γίνεσθαι ἀλλ’ ἀέρα), οὕτως οὖν καὶ τὸ φυόμενον ἐπειδὴ εἰς φύσιν ἔρχεται, λέγεται φύεσθαι, ἀλλ’ οὐχ ὅτι ἀπὸ φύσεως. ἔρχεται δὲ ἐπὶ τὸ εἶδος· τὸ εἶδος ἄρα ἡ φύσις· καὶ ἔστιν ἡ συναγωγὴ τοῦ λόγου τοιαύτη· φύσις ἐστὶν ἐφ’ ὃ τὸ φυόμενόν τε καὶ γινόμενον σπεύδει. τὸ δὲ φυόμενον καὶ γινόμενον ἐπὶ τὸ εἶδος σπεύδει καὶ οὐκ ἐπὶ τὴν ὕλην. ἡ φύσις ἄρα τὸ εἶδός ἐστιν. ἐπειδὴ δέ τινα τῶν γινομένων οὐκ ἀπὸ τούτων ὀνομάζεται ἐφ’ ἃ σπεύδει, ἀλλ’ ἀπὸ τῶν ἐμποιούντων τὸ εἶδος, ἐφ’ ὃ ἡ πρόοδος τῷ γινομένῳ ὡς ἡ ἰάτρευσις (αὕτη γὰρ ὁμοίως μὲν λέγεται κατὰ τὸ σχῆμα τῆς λέξεως τῇ φύσει τῇ ὡς γενέσει, οὐ μὴν ὡς ἡ φύσις ἐπὶ φύσιν ἐστὶν ὁδός, οὕτως καὶ ἡ ἰάτρευσις ἐπὶ ἰατρικήν, ἀλλ’ ἐπὶ ὑγίειαν, ἧς ποιητικὴ ἡ ἰάτρευσις· τὸ γὰρ ἰατρευόμενον ὑγιάζεται), διὰ τοῦτο διεστείλατο τὰ τοιαῦτα δεικνύς, ὅτι ἡ φύσις πρὸς τὴν φύσιν ἡ ὡς ὁδὸς πρὸς τὴν ὡς τέλος οὐχ οὕτως ἔχει ὡς ἡ ἰάτρευσις πρὸς τὴν ὑγίειαν. αἴτιον δὲ τῆς τοιαύτης τῶν ὀνομάτων διαφορᾶς τὸ ἐν μὲν τοῖς πλείστοις ὁμώνυμον εἶναι τῷ ποιοῦντι τὸ γινόμενον· τὸ γὰρ θερμὸν θερμὸν ποιεῖ καὶ ἡ μεταξὺ ὁδὸς θέρμανσις. ἐν δέ τισιν ἑτερώνυμον, ὡς ἰατρικὴ ὑγίειαν. μήποτε δὲ εἴ τις ἀντὶ τῆς ἰατρεύσεως τὴν ὑγίανσιν λάβοι, καὶ ἐπὶ τούτων ὁμοίως ἕξει. ὡς γὰρ ἡ φύσις ἡ ὡς γένεσις ὁδός ἐστιν εἰς τὴν φύσιν τὴν ὡς τέλος (φύσις γάρ ἐστιν ἐφ’ ὃ τελευτᾷ τὰ φυόμενα), οὕτως καὶ ἡ ὑγίανσις εἰς ὑγίειαν. καὶ ἔστι φυόμενον ἡ ὕλη. ὃ δὲ φύεται τὸ εἶδος καὶ τὸ εἰς ὅ,2 ἀλλ’ οὐχὶ τὸ ἐξ οὗ. εἰ οὖν τὸ φυόμενον εἶδος λαμβάνει, καὶ αὖ πάλιν τὸ φυόμενον φύσιν λαμβάνει· τὸ ἄρα εἶδος φύσις ἐστίν, ἐν τρίτῳ σχήματι γινομένης τῆς συναγωγῆς καὶ εὐλόγως ἐπὶ μέρους·3 ἔστι γὰρ εἶδος καὶ οὐ φυσικόν. ὁ μέντοι Ἀριστοτέλης εἰπὼν ὅτι ὃ φύεται, οὐχὶ τὸ ἐξ οὗ ἐστιν ἀλλὰ τὸ εἰς ὅ, παρεὶς ἐπαγαγεῖν ὅτι τὸ εἰς ὃ εἶδός ἐστι καὶ φύσις διὰ τὸ σαφῆ εἶναι, ὁ δὲ ἐπήγαγε τὸ συμπέρασμα ἡ ἄρα μορφὴ φύσις. εἰπὼν δὲ ἔκ τινος εἴς τι ἔρχεται προσέθηκεν ᾗ φύεται ἐνδεικνύμενος, ὅτι ἴσον ἐστὶ τὸ ἔκ τινος εἴς τι ἔρχεται τῷ ἔκ τινος εἴς τι φύεσθαι. ἐφ’ ὃ γὰρ ἔρχεται, ὃ φύεταί ἐστιν, ἀλλ’ οὐχὶ τὸ ἐξ οὗ οὔτε τὸ ὡς ὑποκείμενον, οὔτε τὸ ὡς ἀντικείμενον· ἄμφω γὰρ ἐξ οὗ.
“再者,被言说的自然”直至“因此形态乃是自然”。 他提出的这第三个论证表明自然是形式,且推进得极其巧妙。因为作为萌发生长和生成而被言说的自然,乃是生成之物走向自然并在其中终结的途径;因此,正如在人工制品的情形中,凡生成之物都被说成是生成为那前进的目标,而不是生成为那出发点(因为当木匠用木材制作长凳时,被说成是由木匠生成的并不是木材,而是长凳),在自然事物的情形中同样如此(因为当水变成空气时,我们说生成的不是水而是空气),因此生长之物亦是如此,由于它走向自然,所以被称为“生长”,而不是因为它出自自然。而它走向的是形式;因此形式乃是自然。论述的推导如下:“凡生长且生成之物所奔赴的目标,即是自然;而生长且生成之物所奔赴的是形式而非质料;因此自然就是形式。”然而,由于生成之物中有一些并非得名于它们所奔赴的目标,而是得名于那些将生成之物前进的目标即形式赋予进来的始因,例如医疗(因为就词语的形态而言,它固然类似于作为生成的自然,但正如自然是通向自然的途径,医疗却并不同样是通向医术的途径,而是通向健康的途径,医疗是健康的产生者;因为被医治者恢复健康),因此他辨析了此类情形,指出作为途径的自然之于作为目的的自然,并不像医疗之于健康那样。名称出现如此差异的原因在于:在绝大多数情形中,生成之物与施动者同名;因为热之物使之变热,其中间的途径是加热;但在某些情形中是异名的,例如医术产生健康。然而,或许如果有人取“治愈”而非“医疗”,在这些情形中也将同样成立。因为正如作为生成的自然是通向作为目的的自然的途径(因为生长之物所终结的目标正是自然),治愈也是通向健康的途径。并且生长者乃是质料。而所生长出的则是形式与“走向者”,而不是“出自者”。因此,如果生长者接受形式,且生长者反过来又接受自然;那么形式就是自然,这一推导是在第三格中进行的,并且合理地是特称的;因为存在非自然的形式。然而亚里士多德在说明了所生长出的不是出自者而是走向者之后,因其显明而略去了补充“走向者是形式和自然”,转而得出了结论“因此形态乃是自然”。在说了“从某物走向某物”之后,他加上了“依其生长而言”,以此表明“从某物走向某物”等同于“从某物生长为某物”。因为其所走向的目标,乃是所生长出者,而不是作为底层的出自者,也不是作为对立面的出自者;因为两者皆是“出自者”。
- 2.10πάνυ ἐντρεχῶς προαχθέν
中性单数分词短语,与主句宾语先行词 τρίτον τοῦτο … ἐπιχείρημα(“这第三个论证”)同性数格一致,起同位语或补充修饰作用,用以说明该论证推进得极其精妙。
- 2.10ὃ δὲ φύεται τὸ εἶδος καὶ τὸ εἰς ὅ
与前句的 φυόμενον(“处于生长中的东西”,即作为接受形式之底层的质料)相对比,带关系代词的从句 ὃ δὲ φύεται 表示生长过程所产生的结果/产物,后接的 τὸ εἶδος καὶ τὸ εἰς ὅ(“形式及走向者”)为其谓语。
- 2.10ἐν τρίτῳ σχήματι γινομένης τῆς συναγωγῆς καὶ εὐλόγως ἐπὶ μέρους
属格独立结构,意为“推导在第三格中进行,且合理地是特称的”。由于中项(“生长者”)在两个前提中均充当主项,因而构成亚里士多德逻辑学中的第三格三段论,按规则必然只能得出特称结论(“某些形式是自然”)。
