- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:26.23-28.23
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
在结束对柏拉图学说的引述并提及毕达哥拉斯派的十个本原之后,辛普里丘概述了主张本原在数量上为无限的学说,将阿那克萨戈拉与阿耳刻拉奥斯和原子论者留基伯与德谟克利特进行了对比。
τὸ δὲ ὁμώνυμον ὅμοιόν τε ἐκείνῳ δεύτερον, αἰσθητὸν γενητὸν πεφορημένον, αἰεὶ γινόμενόν τε ἔν τινι τόπῳ καὶ πάλιν ἐκεῖθεν ἀπολλύμενον, δόξῃ μετ’ αἰσθήσεως περιληπτόν”, καὶ τρίτην ἐπὶ τούτοις τὴν ὕλην παραδίδωσι. Τινὲς μέντοι καὶ μέχρι δεκάδος προήγαγον τὰς ἀρχάς, εἰ καὶ μὴ τὰς στοιχειώδεις, ὥσπερ οἱ Πυθαγόρειοι τοὺς ἀπὸ μονάδος ἄχρι δεκάδος ἀριθμοὺς ἀρχὰς ἔλεγον τῶν ἁπάντων ἢ τὰς δέκα συστοιχίας, ἃς ἄλλοι ἄλλως ἀνέγραψαν. καὶ οὕτως μὲν καὶ οἱ πλείους καὶ πεπερασμένας τῷ πλήθει τὰς ἀρχὰς λέγοντες διῃρέθησαν. Τῶν δὲ ἀπείρους τῷ πλήθει λεγόντων οἱ μὲν ἁπλᾶς ἔλεγον καὶ ὁμογενεῖς οἱ δὲ συνθέτους καὶ ἀνομογενεῖς καὶ ἐναντίας, κατὰ δὲ τὸ ἐπικρατοῦν χαρακτηριζομένας. Ἀναξαγόρας μὲν γὰρ Ἡγησιβούλου Κλαζομένιος, κοινωνήσας τῆς Ἀναξιμένους φιλοσοφίας, πρῶτος μετέστησε τὰς περὶ τῶν ἀρχῶν δόξας καὶ τὴν ἐλλείπουσαν αἰτίαν ἀνεπλήρωσε, τὰς μὲν σωματικὰς ἀπείρους ποιήσας· πάντα γὰρ τὰ ὁμοιομερῆ, οἷον ὕδωρ ἢ πῦρ ἢ χρυσόν, ἀγένητα μὲν εἶναι καὶ ἄφθαρτα, φαίνεσθαι δὲ γινόμενα καὶ ἀπολλύμενα συγκρίσει καὶ διακρίσει μόνον, πάντων μὲν ἐν πᾶσιν ὄντων, ἑκάστου δὲ κατὰ τὸ ἐπικρατοῦν ἐν αὐτῷ χαρακτηριζομένου. χρυσὸς γὰρ φαίνεται ἐκεῖνο, ἐν ᾧ πολὺ χρυσίον ἐστὶ καίτοι πάντων ἐνόντων. λέγει γοῦν Ἀναξαγόρας ὅτι “ἐν παντὶ παντὸς μοῖρα ἔνεστι” καὶ “ὅτῳ πλεῖστα ἔνι, ταῦτα ἐνδηλότατα ἓν ἕκαστόν ἐστι καὶ ἦν.” καὶ ταῦτά φησιν ὁ Θεόφραστος παραπλησίως τῷ Ἀναξιμάνδρῳ λέγειν τὸν Ἀναξαγόραν· ἐκεῖνος γάρ φησιν ἐν τῇ διακρίσει τοῦ ἀπείρου τὰ συγγενῆ φέρεσθαι πρὸς ἄλληλα, καὶ ὅτι μὲν ἐν τῷ παντὶ χρυσὸς ἦν, γίνεσθαι χρυσόν, ὅτι δὲ γῆ, γῆν· ὁμοίως δὲ καὶ τῶν ἄλλων ἕκαστον, ὡς οὐ γινομένων ἀλλ’ ἐνυπαρχόντων πρότερον. τῆς δὲ κινήσεως καὶ τῆς γενέσεως αἴτιον ἐπέστησε τὸν νοῦν ὁ Ἀναξαγόρας, ὑφ’ οὗ διακρινόμενα τούς τε κόσμους καὶ τὴν τῶν ἄλλων φύσιν ἐγέννησαν. “καὶ οὕτω μέν, φησί, λαμβανόντων1 δόξειεν ἂν ὁ Ἀναξαγόρας τὰς μὲν ὑλικὰς ἀρχὰς ἀπείρους ποιεῖν, τὴν δὲ τῆς κινήσεως καὶ τῆς γενέσεως αἰτίαν μίαν τὸν νοῦν· εἰ δέ τις τὴν μῖξιν τῶν ἁπάντων ὑπολάβοι μίαν εἶναι φύσιν ἀόριστον καὶ κατ’ εἶδος καὶ κατὰ μέγεθος, συμβαίνει δύο τὰς ἀρχὰς αὐτὸν λέγειν τήν τε τοῦ ἀπείρου φύσιν καὶ τὸν νοῦν· ὥστε φαίνεται τὰ σωματικὰ στοιχεῖα παραπλησίως ποιῶν Ἀναξιμάνδρῳ.” καὶ Ἀρχέλαος ὁ Ἀθηναῖος, ᾧ καὶ Σωκράτη συγγεγονέναι φασὶν Ἀναξαγόρου γενομένῳ μαθητῇ, ἐν μὲν τῇ γενέσει τοῦ κόσμου καὶ τοῖς ἄλλοις πειρᾶταί τι φέρειν ἴδιον, τὰς ἀρχὰς δὲ τὰς αὐτὰς ἀποδίδωσιν ἅσπερ Ἀναξαγόρας. οὗτοι μὲν οὖν ἀπείρους τῷ πλήθει καὶ ἀνομογενεῖς τὰς ἀρχὰς λέγουσι, τὰς ὁμοιομερείας τιθέντες ἀρχάς· δι’ ἣν δὲ αἰτίαν οὕτως ἔδοξαν, ὁ Ἀριστοτέλης μετ’ ὀλίγον ἐρεῖ. ἀπογνόντες γὰρ τοῦ εἶναι γένεσιν, διότι τὸ γινόμενον ἢ ἐξ ὄντος ἢ ἐκ μὴ ὄντος ἀνάγκη γίνεσθαι, ἑκάτερον δὲ ἀδύνατον, συγκρίσει καὶ διακρίσει τὴν δοκοῦσαν γένεσιν καὶ φθορὰν ἀποδεδώκασι. Λεύκιππος δὲ ὁ Ἐλεάτης ἢ Μιλήσιος (ἀμφοτέρως γὰρ λέγεται περὶ αὐτοῦ) κοινωνήσας Παρμενίδῃ τῆς φιλοσοφίας, οὐ τὴν αὐτὴν ἐβάδισε Παρμενίδῃ καὶ Ξενοφάνει περὶ τῶν ὄντων ὁδόν, ἀλλ’ ὡς δοκεῖ τὴν ἐναντίαν. ἐκείνων γὰρ ἓν καὶ ἀκίνητον καὶ ἀγένητον καὶ πεπερασμένον ποιούντων τὸ πᾶν, καὶ τὸ μὴ ὂν μηδὲ ζητεῖν συγχωρούντων, οὗτος ἄπειρα καὶ ἀεὶ κινούμενα ὑπέθετο στοιχεῖα τὰς ἀτόμους καὶ τῶν ἐν αὐτοῖς σχημάτων ἄπειρον τὸ πλῆθος διὰ τὸ μηδὲν μᾶλλον τοιοῦτον ἢ τοιοῦτον εἶναι2 [ταύτην γὰρ] καὶ γένεσιν καὶ μεταβολὴν ἀδιάλειπτον ἐν τοῖς οὖσι θεωρῶν. ἔτι δὲ οὐδὲν μᾶλλον τὸ ὂν ἢ τὸ μὴ ὂν ὑπάρχειν, καὶ αἴτια ὁμοίως εἶναι τοῖς γινομένοις ἄμφω. τὴν γὰρ τῶν ἀτόμων οὐσίαν ναστὴν καὶ πλήρη ὑποτιθέμενος ὂν ἔλεγεν εἶναι καὶ ἐν τῷ κενῷ φέρεσθαι, ὅπερ μὴ ὂν ἐκάλει καὶ οὐκ ἔλαττον τοῦ ὄντος εἶναί φησι. παραπλησίως δὲ καὶ ὁ ἑταῖρος αὐτοῦ Δημόκριτος ὁ Ἀβδηρίτης ἀρχὰς ἔθετο τὸ πλῆρες καὶ τὸ κενόν, ὧν τὸ μὲν ὄν, τὸ δὲ μὴ ὂν ἐκάλει· ὡς 〈γὰρ〉 ὕλην τοῖς οὖσι τὰς ἀτόμους ὑποτιθέντες τὰ λοιπὰ γεννῶσι ταῖς διαφοραῖς αὐτῶν. τρεῖς δέ εἰσιν αὗται ῥυσμὸς τροπὴ διαθιγή, ταὐτὸν δὲ εἰπεῖν σχῆμα καὶ θέσις καὶ τάξις. πεφυκέναι γὰρ τὸ ὅμοιον ὑπὸ τοῦ ὁμοίου κινεῖσθαι καὶ φέρεσθαι τὰ συγγενῆ πρὸς ἄλληλα καὶ τῶν σχημάτων ἕκαστον εἰς ἑτέραν ἐγκοσμούμενον σύγκρισιν ἄλλην ποιεῖν διάθεσιν· ὥστε εὐλόγως ἀπείρων οὐσῶν τῶν ἀρχῶν πάντα τὰ πάθη καὶ τὰς οὐσίας ἀποδώσειν ἐπηγγέλλοντο, ὑφ’ οὗ τέ τι γίνεται καὶ πῶς.3
“而第二种与那一种同名且相类似,是可感知的、生成的、处于运动中的,总是产生于某一处所,又从那里消灭,可由伴随感觉的意见所把握”,在这些之外,他又传授了第三者即质料。然而,有些人将本原推进至十个,即便不是元素性的本原,正如毕达哥拉斯学派称从一至十的数为万物的本原,或者称十个对偶系列为本原,对此不同的人有不同的记载。主张本原为多数且在数量上有限的人也是如此区分的。 在主张本原在数量上为无限的人当中,有些人称它们为单纯且同种的,另一些人则称它们为复合的、异种的且互相对立的,但依照居于主导地位者来表征。因为克拉佐墨奈人黑格西布洛之子阿那克萨戈拉在分有了阿那克西美尼的哲学之后,最先改变了关于本原的见解,并弥补了缺失的原因,将物体性的本原设为无限。因为所有的同质部分,如水、火或金,都是未生且不灭的,却表现为仅仅通过结合与分离而生成和消灭,而一切都在一切之中,每一事物皆依照其中居于主导地位者来表征。因为其中含有大量金的那一事物显现为金子,尽管万物皆包含于其中。阿那克萨戈拉至少说道:“在一切之中皆有一切的分额”,并且“在其中包含最多者,这些构成了且曾构成每一事物最清晰的显现”。泰奥弗拉斯托斯说阿那克萨戈拉所说的与阿那克西曼德相似;因为那个人说在无限的分离中,同类事物彼此汇聚,而在全体中凡是金者便生成金,凡是土者便生成土;其他每一事物亦同样如此,它们并非新生成,而是先前就内在存在的。阿那克萨戈拉将心智设为运动与生成的原因,受其分离的事物便生成了诸世界以及其他事物的本性。〔泰奥弗拉斯托斯〕说:“若人们如此理解,阿那克萨戈拉似乎将质料性本原设为无限,而将运动与生成的原因设为一个,即心智;但若有人设想万物的混合为单一的、在形式与大小上皆未确定的本性,结果便会是他主张两个本原,即无限的本性与心智;从而显出他设定物体性元素的方式与阿那克西曼德相似。”雅典人阿耳刻拉奥斯(据说苏格拉底亦曾与成为阿那克萨戈拉学生的他过从甚密)在世界的生成及其他方面虽试图提出独到的见解,但在本原上却给出了与阿那克萨戈拉相同的设定。因此,这些人将同质部分设为本原,主张本原在数量上是无限且异种的;至于他们为何持有这种见解,亚里斯多德不久之后便会阐明。因为他们否定生成之存在,鉴于生成之物必然要么由存在者要么由非存在者生成,而二者皆不可能,他们便将显现的生成与毁灭归结为结合与分离。 埃利亚或米利都人留基伯(关于他有两种说法)与巴门尼德共同探讨哲学,但在关于存在的事物上却没有追随巴门尼德和色诺芬尼的道路,反而似乎走了相反的道路。因为那些人将全界设为一个、不动、未生且有限,甚至不允许探究非存在,而他则将原子设定为无限且常动的元素,并将原子中的形状数量设定为无限,因为没有任何事物宁可是这样而不是那样,且他在存在的事物中观察到了不间断的生成与变化。此外,他认为存在者并不比非存在者更具有存在性,且二者同为生成之物的原因。因为他设定原子的实体为稠密而充实的,称其为存在者并在虚空中运动,他称虚空为非存在者,并说它绝不逊于存在者。他的同道阿布德拉的德谟克利特同样将充实与虚空设为本原,称前者为存在者,后者为非存在者;因为他们将原子设定为存在事物的质料,通过它们之间的差异生成其余事物。这些差异有三:形状、朝向与排列,亦即形式、位置与秩序。因为同类事物自然受同类事物驱动,亲缘事物彼此汇合,而诸形状中的每一个被组装入不同的结合中时便产生不同的状态;因此,由于本原是无限的,他们顺理成章地宣称他们将说明一切性状与实体,即何物通过何者生成以及如何生成。
- 1.2λαμβανόντων
未明示逻辑主语的属格绝对结构,暗指一般解释者这一不定主语:“若[人们]如此理解”。
- 1.2διὰ τὸ μηδὲν μᾶλλον τοιοῦτον ἢ τοιοῦτον εἶναι
由介词 διά 与带冠词的不定式(τὸ ... εἶναι)构成的因果分句,意为“因为没有任何事物宁可是这样而不是那样”(即原子没有偏向某种形态的理由)。它与紧随其后的分词 θεωρῶν(“因为观察到”)共同构成主句动词 ὑπέθετο 的依据。
- 1.2ὑφ’ οὗ τέ τι γίνεται καὶ πῶς
由包含介词短语的关系/间接疑问从句 ὑφ’ οὗ τι γίνεται 与间接疑问副词 πῶς 构成的复合结构,作为不定式 ἀποδώσειν(“阐明/说明”)的语义宾语。
