- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:277.10-278.32
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘解释了由质料与形式构成的复合物(如人)本身不是自然而是“依自然存在”的论点,并进而探讨了形式何以比质料更是自然,其间结合了完全现实态的界定、同类相生的自然繁殖论证以及波菲利与亚历山大的见解。
" Τὸ δὲ ἐκ τούτων φύσις μὲν οὐκ ἔστι, φύσει δέ, οἷον ἄνθρωπος." Εἰπὼν ὅτι κατά τινα τρόπον ἡ ὕλη φύσις ἂν εἴη, κατ’ ἄλλον δὲ τὸ εἶδος ἀκολούθως ἐπάγει περὶ τοῦ συνθέτου, ὅτι τὸ ἐξ ὕλης καὶ εἴδους φύσις μὲν οὐκ ἔστι (φύσις γὰρ ἡ ὕλη καὶ τὸ εἶδος), φύσει δέ. τὸ γὰρ δυνάμει τι ὂν ὅταν ἐνεργείᾳ γένηται κατὰ φύσιν, φύσιν ἔχει καὶ φύσει ἔστιν. οὐδεὶς γὰρ ἔτι τοῦτο φύσιν λέγει. τὸ γὰρ εἶδος ἔχον ὅπερ ἦν ἡ φύσις τοῦτο κατὰ φύσιν λέγεται καὶ φύσει οἷον ὁ ἄνθρωπος ὁ ἐξ ὕλης καὶ εἴδους· οὐ γάρ ἐστι φύσις οὗτος, ἀλλὰ φύσει. εἰπὼν δὲ μεταξὺ περὶ τοῦ συνθέτου ἐπάγει τὰ λοιπὰ περὶ τοῦ εἴδους καὶ μᾶλλον αὕτη φύσις1 τῆς ὕλης ἕως τοῦ γίνεται γὰρ ἐξ ἀνθρώπου ἄνθρωπος. περὶ τοῦ εἴδους ταῦτα πάλιν ἐπάγει βουλόμενος εἶναι μὲν καὶ τὴν ὕλην φύσιν, εἶναι δὲ καὶ τὸ εἶδος, μᾶλλον δὲ τὸ εἶδος. καὶ τὰς αἰτίας ἐπάγει, δι’ ἃς μᾶλλον τὸ εἶδος τῆς ὕλης φύσιν εἶναι βούλεται, κατὰ πολλοὺς τρόπους ἀποδεικνὺς τοῦτο. ὁ μέντοι Πορφύριος τὸ καὶ μᾶλλον αὕτη φύσις τῆς ὕλης περὶ τοῦ συνθέτου ἀκούει,2 ὅπερ κἂν εἰ μὴ φύσις ἐστὶ κυρίως ἀλλὰ φύσει, ἀλλ’ ὅμως μᾶλλον φύσις ἐστὶ τῆς ὕλης, διότι τὸ εἶδος μᾶλλον φύσις ὂν ἐν ἑαυτῷ ἔχει. ἔστι δὲ τὸ πρῶτον ἐπιχείρημα τοιοῦτον· ἡ φύσις αἰτία ἐστὶν ἑκάστῳ τῶν φυσικῶν τοῦ εἶναι τοῦτο ὅπερ λέγεται, τὸ δὲ αἴτιον τοῦ εἶναι ὅπερ λέγεταί ἐστι τὸ αἴτιον τοῦ ἐντελεχείᾳ εἶναι καὶ μὴ μόνον δυνάμει, τὸ δὲ αἴτιον τοῦ ἐνεργείᾳ εἶναι τοῦτο ὅπερ λέγεται τὸ εἶδός ἐστιν· ἡ φύσις ἄρα τὸ εἶδός ἐστιν. ὁ δὲ Ἀλέξανδρος οὕτω συνήγαγε τὸν λόγον· ἕκαστον τῶν ὄντων τότε ἐστὶν ὅ ἐστιν, ὅταν ἐντελεχείᾳ ᾖ· ὥστε καὶ τὰ φύσει φύσει ἐστίν, ὅταν ᾖ ἐντελεχείᾳ· ἐντελεχείᾳ δέ ἐστι πᾶν ὅταν τὸ εἶδος ἔχῃ καὶ τὰ φύσει ἄρα φύσει ἐστίν, ὅταν τὸ εἶδος ἔχῃ· ἀλλὰ μὴν οὐ παρουσίᾳ τὰ φύσει φύσει ἐστί· τοῦτό ἐστι φύσις, τῇ δὲ τοῦ εἴδους παρουσίᾳ τὰ φύσει φύσει ἐστί· τὸ εἶδος ἄρα φύσις. τὸ δὲ μᾶλλον προσθεὶς ἐδήλωσεν ὅτι καὶ τὰ δυνάμει ὄντα, εἰ καὶ μὴ ὁμοίως τοῖς ἐντελεχείᾳ, ἀλλ’ ὅμως λέγεται καὶ αὐτά, ὥστε καὶ ἡ ὕλη φύσις εἰ καὶ ἧττον τοῦ εἴδους. τὸ δὲ τῆς ἐντελεχείας ὄνομα λέγεται μὲν αὐτοῦ τοῦ Ἀριστοτέλους ἴδιον· σημαίνει δὲ τὸ εἶδος τὸ ἐνεργείᾳ ὄν, παρόσον κατὰ τοῦτό ἐστιν ἡ τοῦ ἑνὸς τέλους ἀπόληψις ἤτοι ἡ τοῦ ἓν καὶ τέλειον εἶναι ἀπόληψις ἤτοι ἡ τοῦ ἐντελοῦς συνέχεια, τουτέστιν ἡ κατὰ τὸ ἐντελὲς ἕξις. Ἔτι δέ, φησίν, οἱ τὴν ὕλην ἀλλ’ οὐχὶ τὸ εἶδος λέγοντες εἶναι τὴν φύσιν εἰ διὰ τοῦτο λέγουσι, διότι κλίνης κατορυχθείσης, εἰ γένοιτο βλάστησις, οὐ κλίνη ἂν βλαστήσειεν ἀλλὰ ξύλον ἐκ ξύλου, ἐπειδὴ καὶ ἄνθρωπος ἐξ ἀνθρώπου γίνεται, ἔστι δὲ ὁ ἄνθρωπος ἄνθρωπος κατὰ τὸ εἶδος, εἴη ἂν τὸ εἶδος ἡ φύσις. κἂν μὴ γίνηται οὖν κλίνη ἐκ κλίνης, ἀλλὰ ἄνθρωπος ἐξ ἀνθρώπου γίνεται ὥσπερ ξύλον ἐκ ξύλου, καὶ ὅλως τὰ μὲν τεχνητὰ οὐ γίνεται ἐξ ἀλλήλων, τὰ δὲ φυσικὰ γίνεται. καὶ εἴπερ ἄρα, ἐκ τῶν φυσικῶν κανονίζοντα ἐχρῆν τὸ εἶδος λέγειν τὴν φύσιν, ἀλλ’ οὐχὶ ἐκ τῶν τεχνητῶν ἀπογινώσκειν. ἡ γὰρ τέχνη οὐ ποιεῖ γόνιμα τῶν ὁμοίων τὰ εἴδη ὥσπερ ἡ φύσις. καὶ γὰρ τὸ ξύλον κἂν ὕλη τῆς κλίνης, ἀλλὰ φυσικὸν εἶδός ἐστι καὶ κατὰ τοῦτο ἔχει καὶ τοῦτο τὴν τοῦ ὁμοίου γέννησιν. προαναφωνηθὲν δὲ τὸ οἷον συμπέρασμα τὸ γίνεται ἄνθρωπος ἐξ ἀνθρώπου ἀσάφειαν ἐνεποίησε τῷ λόγῳ. ἔστι δὲ ἡ ἐπιδρομὴ τοῦ λόγου τοιαύτη· γίνεται ἄνθρωπος ἐξ ἀνθρώπου φυσικὸν εἶδος ἐκ φυσικοῦ, οὐ μέντοι τεχνητὸν ἐκ τεχνητοῦ· εἰς ὃ ἀποβλέψαντες ἐκεῖνοι λέγουσι μὴ εἶναι τὸ εἶδος φύσιν. καίτοι ἔδει μᾶλλον εἰς τὰ φυσικὰ ἀποβλέψαι τὰ ὅμοια τῷ εἴδει γεννῶντα καί, εἴπερ τοῦτο φύσεως ἴδιον, τὸ εἶδος φύσιν λέγειν· εἰ γὰρ τῷ διαμένειν τὴν ὕλην ἐν τῇ ξύλου ἀπὸ ξύλου γεννήσει ἡ ὕλη φύσις αὐτοῖς δοκεῖ, καὶ τῷ διαμένειν τὸ εἶδος φύσις αὐτοῖς δοκείτω τὸ εἶδος. ἐπιστῆσαι δὲ ἄξιον, ὅταν ἄνθρωπος ἐξ ἀνθρώπου γίνηται, εἰ τὸ εἶδος ἐκ τοῦ εἴδους γίνεται, ἀλλὰ μὴ τὸ συναμφότερον ἐκ τοῦ συναμφοτέρου. ἢ διὰ τοῦτο εἶπεν· εἰ δὲ ἄρα τοῦτο, καὶ ἡ μορφὴ φύσις, ὡς ἐν τῷ συνθέτῳ καὶ τῆς μορφῆς γινομένης.3
“由这些构成的复合物并不是自然,而是依自然存在的,例如人。” 在说明了按某种方式质料当是自然,而按另一种方式形式当是自然之后,他顺理成章地补充了关于复合物的内容:由质料和形式构成的复合物并不是自然(因为质料和形式才是自然),而是依自然存在的。因为潜在地是某物者,当现实地依自然生成时,它就具有自然并且依自然存在。因为再也没有人称此物为自然。因为拥有形式(形式即曾是自然)之物才被称为依自然且依自然存在,例如由质料和形式构成的人;因为人并不是自然,而是依自然存在的。而在中途论述了复合物之后,他接着引入了关于形式的其余部分:“并且此[形式]比质料更应当是自然”直至“因为人从人生出”。他再次提出关于形式的这些论述,是因为他意图表明质料固然是自然,形式也同样是自然,但形式更是自然。并且他列举了形式比质料更应当是自然的原因,从多个方面对此作出了证明。然而波菲利把“并且此[物]比质料更应当是自然”理解为是关于复合物的,其理由是:复合物即便在严格意义上不是自然而是依自然存在,但仍然比质料更应当是自然,因为它自身之中包含了作为更根本之自然的形式。第一个论证是这样的:“自然乃是使得每一自然事物成为其所被言说之物的始因;而使其成为所被言说之物的始因,乃是使其处于完全现实态而非仅处于潜能之中的始因;而使某物现实地成为其所被言说之物的始因正是形式;因此自然就是形式。”而亚历山大则如下推导这一论证:“每一存在物在处于完全现实态时,才是其所是;因此依自然存在者在处于完全现实态时,亦是依自然存在;而在具有形式时,一切事物都处于完全现实态;因此依自然存在者在具有形式时,亦是依自然存在;然而,凡因其临在而使得依自然存在者依自然存在之物,此物即是自然;并且由于形式的临在,依自然存在者才依自然存在;因此形式就是自然。”通过加上“更”字,他表明:潜能中存在的事物,即便不像完全现实态中的事物那样,但也同样被如此言说,从而质料亦是自然,尽管其逊色于形式。“完全现实态”这一名称据说是亚里士多德所特有的;它意指现实地存在着的形式,因为依凭它才有一个终极的获得,亦即成为一与完全的获得,或者说是完全者的持续,亦即依完全状态而有的具备状态。 他说,“再者”,主张质料而非形式是自然的人,如果是因为如下理由而这样主张——即如果埋下床并发生萌芽,发芽长出的不会是床,而是从木材中长出木材——那么既然人也是从人生出的,并且人依形式而言才是人,形式就应当是自然。因此,即使床不能从床中生出,但人正如木材从木材中生出一样从人生出;总而言之,人工制品不能相互从自身生出,而自然事物却能生出。既然如此,人们本应当根据自然事物确立标准并称形式为自然,而不应当根据人工制品来否定形式。因为技艺并不能像自然那样,使形式能产生同类事物。因为木材纵然是床的质料,但它本身是一个自然形式,并且正是依据这一点,木材才拥有对同类事物的生成。然而,作为类似结论的“人从人生出”被先行宣告,给这一论述带来了晦涩。论述的脉络乃是这样的:人从人生出,即自然形式从自然形式生出,但人工制品绝不会从人工制品生出;那些论者正是着眼于此,才称形式不是自然。然而他们本更应当着眼于那些生成形式上同类者的自然事物,并且既然这是自然的固有特征,就应当称形式为自然。因为如果在木材从木材的生成中质料的持存使得质料在他们看来是自然,那么因形式的持存,形式在他们看来也当是自然。然而值得探究的是,当人从人生出时,究竟是形式从形式生成,还是复合物从复合物生成?抑或正是因此他才说“如果果真如此,形态亦是自然”,仿佛在复合物中形态亦得以生成一样?
- 2.9ἀλλὰ μὴν οὐ παρουσίᾳ τὰ φύσει φύσει ἐστί· τοῦτό ἐστι φύσις
印本中的 οὐ 系因抄传或排印脱落了粗气符与重音符,实为关系代词 οὗ(承接并重现 §2.8 中的前提 οὗ τῇ παρουσίᾳ...),作为属格修饰 παρουσίᾳ(“因其临在”)。整句构成大前提:“凡因其临在而使得依自然存在者依自然存在之物,此物即是自然”。
- 2.9τὸ καὶ μᾶλλον αὕτη φύσις τῆς ὕλης περὶ τοῦ συνθέτου ἀκούει
动词 ἀκούει 在此具有“理解、诠释”的专门用法。此处说明波菲利将引文中的阴性指示代词 αὕτη(通常理解为与 μορφή 或 φύσις 配合指代形式)解释为指涉中性的复合物(τὸ σύνθετον)。
- 2.9ὡς ἐν τῷ συνθέτῳ καὶ τῆς μορφῆς γινομένης
由 ὡς 引导的属格独立结构(τῆς μορφῆς γινομένης),表示注解者对亚里士多德言说意图的推测与说明:“仿佛在复合物中形态亦得以生成一样”。
