← 辛普里丘

亚里士多德《物理学》注释

§275.31-277.9

作为形式的自然与技艺的类比

辛普里丘阐述了从“质料即自然”的主张向“形式与形态即自然”的主张的过渡,并通过与技艺的类比、潜能与现实的区别以及与定义(logos)的关系,论证了形式即自然的理据。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.8

" Ἄλλον δὲ τρόπον ἡ μορφὴ καὶ τὸ εἶδος ἕως τοῦ ἀλλ’ ἢ κατὰ τὸν λόγον." Συμπληρώσας τὴν ὑπόθεσιν τὴν λέγουσαν φύσιν εἶναι τὸ ὑποκείμενον ἀφεὶς μεταβέβηκεν ἐπὶ τὴν τὸ εἶδος λέγουσαν εἶναι φύσιν. τῆς δὲ φύσεως καὶ κοινωνούσης τῇ τέχνῃ κατὰ τὸ εἰδοποιὸν καὶ διαφερούσης, καθόσον ἡ φύσις τὸ κατὰ τὴν ὕλην τῆς τέχνης εἶδος ποιεῖ1 τῆς μὲν κλίνης τὸ ξύλον, τοῦ δὲ ἀνδριάντος τὸν χαλκόν, οἱ μὲν τὴν ὕλην εἶναι τὴν φύσιν βουλόμενοι ἀπὸ τῆς διαφορᾶς ταύτης ἐπεχείρησαν τὴν κατορυττομένην κλίνην κατὰ τὸ ξύλον ἐμφαίνειν τὴν φύσιν λέγοντες καὶ οὐ κατὰ τὴν μορφήν, οἱ δὲ τὸ εἶδος ἀπὸ τῆς εἰδοποιοῦ κοινωνίας τῆς τε φύσεως καὶ τῆς τέχνης τὴν συνηγορίαν τῆς οἰκείας ἐπιχειρήσεως ἐποιήσαντο ὧδέ πως· ὡς ἐπὶ τῶν κατὰ τέχνην γεγονότων τέχνη λέγεται τὸ κατὰ τέχνην γεγονὸς καὶ τὸ τεχνικόν (θαυμαστὴν γὰρ τέχνην τοῦ ἀνδριάντος τὴν μορφὴν αὐτοῦ λέγομεν), οὕτως καὶ ἐπὶ τῶν φύσει καὶ διὰ φύσιν ὄντων φύσις ἂν εἴη τὸ κατὰ φύσιν τε καὶ φυσικόν. θαυμαστὴν γὰρ εἰ τύχοι καὶ τοῦ ξύλου φύσιν λέγομεν τὴν κατὰ τὸ εἶδος. ἀνάλογον γὰρ ὡς ἡ τέχνη πρὸς τὸ κατὰ τέχνην, οὕτως ἡ φύσις ἔχει πρὸς τὸ κατὰ φύσιν καὶ ἐναλλάξ,2 φασὶ γεωμετρῶν παῖδες. ἔν τε γὰρ τῷ κατὰ τέχνην ὄντι ἡ τέχνη καὶ ἐν τῷ κατὰ φύσιν ἡ φύσις. ἀλλὰ μὴν ἐν τοῖς κατὰ τέχνην οὔπω κατὰ τέχνην λέγεται τὸ μηδέπω τὸ εἶδος ἀπολαβόν, ἀλλ’ ἔτι δυνάμει μόνον ὄν. διὸ οὐδὲ ἔστιν ἐν αὐτῷ τέχνη. ἡ γὰρ τέχνη ἐν τῷ εἴδει. οὐ γὰρ ὁ χαλκὸς ἡ τέχνη τοῦ ἀνδριάντος, ἀλλὰ τὸ εἶδος. οὐδὲ ἄρα ἐν τοῖς φύσει γινομένοις τὸ δυνάμει μόνον ὂν ἤδη κατὰ φύσιν ἐστὶν οὐδὲ ἔχει φύσιν. οὔτε γὰρ ἡ δυνάμει σὰρξ οὔτε τὸ δυνάμει ὀστοῦν τὴν σαρκὸς ἢ ὀστοῦ φύσιν ἔχει πρὸ τοῦ τὸ εἶδος λαβεῖν. εἰ οὖν ἐν τῷ τὸ εἶδος λαβεῖν ἐν τούτῳ ἐστὶ τὸ τὴν αὐτῶν ἔχειν φύσιν, τὸ εἶδος ἂν ἡ φύσις εἴη. καὶ συλλογίσαιο ἂν οὕτως· οὗ τῇ παρουσίᾳ τὰ φύσει ὄντα φύσει ἐστί, τοῦτό ἐστι φύσις·3 τῇ δὲ τοῦ εἴδους παρουσίᾳ τὰ φύσει ὄντα φύσει ἐστίν. ἐπειδὴ δὲ διττόν ἐστι τὸ εἶδος τὸ μὲν κατὰ τὴν μορφὴν τὸ δὲ κατὰ τὸν λόγον ὄν, ὁριζόμενοι τί ἐστιν ἕκαστον ἀποδίδομεν τὸ μὲν κατὰ τὴν μορφὴν μόνην τὸ κατὰ τὸ ἐπιπολῆς σχῆμα καὶ χρῶμα καὶ μέγεθος, τὸ δὲ κατὰ τὸν λόγον τὸ κατὰ τὸν μονοειδῆ τύπον τοῦ ἀνειλιγμένου ὁρισμοῦ, ὃ καὶ συντρέχει τῷ ὁρισμῷ, ὥσπερ καὶ τὸ ὄνομα, τοῦτο δὲ καὶ τὴν μορφὴν περιέχει· τοῦτο οὖν τὸ εἶδος τὸ κατὰ τὸν λόγον ἢ τὴν τοιαύτην μορφὴν εἶναι τὴν φύσιν λέγει. διὸ καὶ προστίθησι τῷ εἴδει τὴν μορφὴν λέγων ἄλλον δὲ τρόπον ἡ μορφὴ καὶ τὸ εἶδος καὶ πάλιν ἡ μορφὴ καὶ τὸ εἶδος οὐ χωριστὸν ὄν. καὶ ἐν τῇ τέχνῃ δὲ κατὰ ἄλλον τρόπον ἡ μορφὴ καὶ τὸ εἶδος ταὐτόν ἐστιν, ὅτι κατὰ τὴν μορφὴν ὁ τοῦ τεχνητοῦ λόγος. καὶ ἔστι καὶ τοῦτο δεικτικὸν τοῦ τὴν φύσιν τὸ εἶδος εἶναι. εἰ γὰρ ἡ φύσις ἡ ἑκάστου ἐν τῷ εἶναι ἑκάστου, τὸ δὲ εἶναι ἑκάστου ἐν τῷ κατὰ τὸν λόγον καὶ τὸν ὁρισμὸν εἴδει ἐστί (διὸ καὶ ἀντιστρέφουσιν οἱ ὁρισμοὶ πρὸς τὰ ὁριστά), ἡ φύσις τὸ εἶδος ἂν εἴη. ὥστε κατὰ μὲν τοὺς προτέρους λόγους ἡ ὕλη ἂν εἴη ἡ φύσις ἐν τοῖς φυσικοῖς, κατὰ δὲ τὸν νῦν ῥηθέντα τὸ εἶδος, ὅπερ ἀχώριστόν ἐστι τοῦ ὑποκειμένου λόγῳ μόνῳ χωρίζεσθαι δυνάμενον ἀπ’ αὐτοῦ. χωριστὰ γὰρ ταῦτα λέγεται, ὅσα καὶ χωρισθέντα ὧν χωρίζεσθαι λέγεται4 μένει τὴν αὑτῶν ἔχοντα φύσιν· ὧν δὲ ὁ χωρισμὸς φθορά ἐστι, ταῦτα οὐκ ἔστι χωριστά. τοιοῦτον δὲ τὸ ἐν τῇ ὕλῃ εἶδος· κατὰ γὰρ τοῦτο τὸ εἶναι τοῖς φυσικοῖς, ἀλλ’ οὐχὶ κατὰ τὸ χωριστὸν εἶδος.

“按另一种方式,则是形态与形式”直至“除非依定义[言明]”。 在完成了主张自然是基底的假定之后,他离开该假定,转向了主张形式是自然的假定。既然自然在赋予形式这一点上既与技艺相通,又与技艺有所区别——区别在于自然造就了作为技艺质料的形式,如对于床而言造就木材,对于雕像而言造就青铜——因此,意图主张质料是自然的人便从这一差异出发进行立论,称被埋入土中的床是依木材而非依形态显现出自然;而主张形式的人则从自然与技艺在形式赋予上的相通之处,大致如下地为自己的立论进行辩护:正如在依技艺产生的事物中,依技艺产生之物与技艺制品被称为“技艺”(因为我们称雕像的形态为其“令人赞叹的技艺”),同样,在依自然且由于自然而存在的事物中,依自然之物与自然事物也当是自然(因为例如我们也称依形式的那一〔自然〕为木材“令人赞叹的自然”)。因为正如几何学研习者所言,按比例而言,技艺之于依技艺者,正如自然之于依自然者,交错比例亦然。因为在依技艺而存之物中有技艺,在依自然而存之物中有自然。然而在依技艺的事物中,尚未获得形式而仍仅处于潜能之中的事物,尚未被称为依技艺者。因此其自身中亦不存在技艺。因为技艺存在于形式之中;因为青铜不是雕像的技艺,形式才是。因此在依自然生成的事物中,仅处于潜能中的事物既尚未依自然而存,亦不具有自然。因为在获得形式之前,潜在的肉和潜在的骨都不具有肉或骨的自然。因此,如果说拥有其自身的自然在于获得形式,那么形式就当是自然。人们也可以这样构建三段论:“凡因其临在而使得依自然存在者依自然存在之物,此物即是自然;然而正是由于形式的临在,依自然存在者才依自然存在[因此形式就是自然]。”但是,既然形式有双重意义,一种是依形态而言的,另一种是依定义而言的,当我们定义每一事物是什么时,我们把仅依形态而言者归为表面的形状、颜色和大小,而把依定义而言者归为展开之定义的统一式样,正如名称一样,它与定义并驾齐驱,并且这也涵盖了形态;因此他说,这种依定义的形式或此类形态即是自然。因此他在形式之外又附加上形态,说“按另一种方式,则是形态与形式”,又说“形态与形式,并不是可分离的”。而在技艺中,按另一种方式形态与形式也是同一的,因为人工制品的定义乃是依形态而言的。而且这一点也能证明自然就是形式。因为如果每一事物的自然存在于每一事物的存在[本质]之中,而每一事物的存在又存在于依定义和规定的形式之中(因此定义与被定义者相互换位),那么自然就当是形式。因此,按先前的论述,在自然事物中质料当是自然;但按刚才所说的论述,形式当是自然,而形式与基底是不可分离的,唯有在定义[思辨]上才能与其分离。因为所谓可分离的事物,是指那些即便与其被言说分离的事物相分离,仍能保持自身自然而持存的事物;而凡是分离即意味着毁灭的事物,便不是可分离的。而在质料中的形式正是此类事物;因为自然事物的存在是依据这种形式,而不是依据可分离的形式。

语法注4 条
  1. 2.8τῆς δὲ φύσεως καὶ κοινωνούσης τῇ τέχνῃ κατὰ τὸ εἰδοποιὸν καὶ διαφερούσης, καθόσον ἡ φύσις τὸ κατὰ τὴν ὕλην τῆς τέχνης εἶδος ποιεῖ

    τῆς φύσεως... κοινωνούσης... καὶ διαφερούσης 构成属格绝对结构,主句由 οἱ μὲν... ἐπεχείρησαν... οἱ δὲ... ἐποιήσαντο 构成对比。在 καθόσον 引导的从句中,τὸ κατὰ τὴν ὕλην τῆς τέχνης εἶδος 是动词 ποιεῖ 的直接宾语,意为“充当技艺质料的形式”。

  2. 2.8ἀνάλογον γὰρ ὡς ἡ τέχνη πρὸς τὸ κατὰ τέχνην, οὕτως ἡ φύσις ἔχει πρὸς τὸ κατὰ φύσιν καὶ ἐναλλάξ

    此为数学比例结构,句式为 ὡς A πρὸς B, οὕτως C πρὸς D,并由 ἔχει 充当共有谓语。καὶ ἐναλλάξ 指几何学中的“更比(alternando)”,表示该比例交错亦成立(A比C等于B比D)。

  3. 2.8οὗ τῇ παρουσίᾳ τὰ φύσει ὄντα φύσει ἐστί, τοῦτό ἐστι φύσις

    由关系从句构成的定义句式。οὗ 为属格关系代词,修饰 τῇ παρουσίᾳ(手段/原因与格,“因其临在”),其先行词为 τοῦτο。主句核心为主谓结构 τοῦτό ἐστι φύσις(“此物即是自然”)。

  4. 2.8χωρισθέντα ὧν χωρίζεσθαι λέγεται

    分词 χωρισθέντα 带分离属格关系代词 ὧν(“从那些事物中”),意为“即使与其被言说分离的事物相分离”。先行词省略,依上下文指基底或复合实体。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:275.31-277.9