← 辛普里丘

亚里士多德《物理学》注释

§274.3-275.30

作为首要基底的质料与自然的限定

辛普里丘重构了安提丰以埋床为例论证质料乃永恒实态与自然的三段论,梳理了早期自然哲学家关于首要基底的主张,并解释了亚里士多德为何将此义上的自然限定为“自身具有运动本原之物”的首要基底质料。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.6#2

τοῦτο δὲ συμβαίνει, διότι τὸ μὲν εἶδος καὶ [ἡ] κατὰ τρόπον καὶ κατὰ νόμον,1 τουτέστι κατὰ τὸ ταῖς τέχναις νενομισμένον καὶ πρὸς τὸ κατὰ φύσιν ἀντιδιαστελλόμενον, ὡς κατὰ συνθήκην ὂν κατὰ συμβεβηκὸς ὑπάρχον γίνεται καὶ ἀπογίνεται, ἡ δὲ ὕλη παραμένει, διότι οὐσία καὶ φύσις ἐστὶν αὕτη τοῦ πράγματος. οὐσίας γὰρ ἴδιον τὸ ἐπιμένειν. τῶν δὲ φυσικῶν κατὰ τὴν φύσιν ἐστὶν ἡ οὐσία. ὥστε καὶ συλλογίσαιο ἂν οὕτως· ἡ ὕλη καὶ τὸ ὑποκείμενον τὸ παραμένον καὶ ἀναφύον ἐν τοῖς φυσικοῖς ἐστι· τὸ τοιοῦτον οὐσία τῶν φυσικῶν ἐστιν· ἡ οὐσία τῶν φυσικῶν ἡ φύσις ἐστίν· ἡ ἄρα ὕλη ἡ φύσις ἐστὶν ἐν τοῖς φυσικοῖς, ὥστε καὶ ἡ φύσις ὕλη. ἀντιστρέφουσι γὰρ οἱ ὁρισμοί. ἐπεὶ δὲ τῶν προσεχῶν ὑποκειμένων ἕκαστον εἶδος ἔχει τι ὑποκείμενον, εἰκότως προσέθηκεν εἰ δὲ καὶ τούτων ἕκαστον πρὸς ἕτερόν τι ὑποκείμενον αὐτῷ ταὐτὸν πέπονθεν, ὥστε τὸ μὲν εἶδος μεταβάλλειν, τὸ δὲ ὑποκείμενον μένειν, οἷον εἰ ὁ μὲν χαλκὸς καὶ ὁ χρυσὸς πρὸς ὕδωρ τοῦτο πέπονθε, τὰ δὲ ὀστᾶ καὶ ξύλα πρὸς γῆν καὶ τῶν ἄλλων ὁτιοῦν πρὸς τὸ ἐν αὐτῷ ὑποκείμενον, τὸ ὑποκείμενον ἂν εἴη ἡ φύσις καὶ ἡ οὐσία αὐτῶν. καὶ διὰ τοῦτο ὅπερ ἕκαστον ὑπέθετο τὸ πρῶτον ὑποκείμενον2 εἴτε ἓν εἴτε πλείω τοῦτο τὴν φύσιν καὶ τὴν οὐσίαν εἶναι τῶν ὄντων ἐνόμισεν. ὥστε ὁ μὲν Ἀντιφῶν κοινῶς ἐῴκει λέγειν τὸ ὑποκείμενον τὴν φύσιν, τῶν δὲ ἄλλων ἕκαστος ὅπερ ἔλεγε πρῶτον ὑποκείμενον, τοῦτο καὶ φύσιν ἐκάλει τῶν ὄντων εἴτε ἓν ἦν τοῦτο, ὥσπερ Θαλῆς μὲν ὕδωρ ἔλεγεν, Ἀναξιμένης δὲ ἀέρα, Ἡράκλειτος δὲ πῦρ, εἴτε πλείονα, ὡς Παρμενίδης πῦρ καὶ γῆν, εἴτε τὰ τέτταρα, ὡς Ἐμπεδοκλῆς· γῆν δὲ μόνην οὐδεὶς εἶπεν, ἀλλὰ τῇ συνεκδρομῇ τῶν ἄλλων καὶ ταύτην τέθεικεν ὁ Ἀριστοτέλης. Τὰ δὲ περὶ τὸ ὑποκείμενον οἷον γενέσεις καὶ φθορὰς καὶ ἀλλοιώσεις οὐκέτι φύσεις ἔλεγον (οὐδὲ γὰρ οὐσίας), ἀλλὰ συμβεβηκότα καὶ πάθη τῆς οὐσίας, ὧν τὰ μὲν εὐαπόβλητα διαθέσεις ἐκάλουν, τὰ δὲ μόνιμα ἕξεις. καὶ τὸ μὲν ὑποκείμενον, ὅπερ ἄν τις ὑπέθετο, ἀίδιον ἔλεγον. εἰ γὰρ ἡ φθορὰ μεταβολή ἐστιν ἔκ τινος εἴς τι περὶ ὑποκείμενον γινομένη, οὐκ ἂν ἐκ τῆς ἑαυτοῦ φύσεως εἰς ἄλλο μεταβάλλοι τὸ ὑποκείμενον· ὥστε οὐκ ἄν ὑπομένοι φθοράν, ἀλλ’ ἀίδιόν ἐστιν. εἰ καὶ φθείρεται δέ, τὰ μεταβάλλειν δυνάμενα φθείρεται. ταῦτα δέ ἐστι τὰ πάθη περὶ τὸ ὑποκείμενον μεταβάλλοντα, ἅπερ οὐκέτι φύσεις καλοῦνται. καὶ ἔστι καὶ τοῦτο κατασκευαστικὸν τοῦ τὴν ὕλην εἶναι τὴν φύσιν, εἴ γε ταύτην ἀΐδιον καὶ ἀμετάβλητον πάντες ὑποτίθενται· τὴν γὰρ φύσιν καὶ οὐσίαν τῶν πάντων τὸ μόνιμον ἔχειν προσήκει. αὕτη μὲν οὖν ἡ πᾶσα τῶν εἰρημένων ἔννοια. τινὲς δὲ ἀντὶ τοῦ κατὰ νόμον διάθεσιν τὴν κατὰ ῥυθμὸν γράφουσι. καὶ ἔστι τοῦτο γνωριμώτερον· ῥυθμὸς γὰρ ἡ μορφὴ λέγεται.

而这种情况之所以发生,是因为形式以及依照方式与依照规约的[状态]——即依各门技艺所公认的、且与依自然者相对立的状态——作为基于约定的东西,是以偶性方式附随,生成并离去的,而质料则持存,因为这质料正是该事物的实态与自然。因为持久持存乃是实态的本性特征。而对于自然事物而言,实态是依据自然的。因此,人们也可以这样构建三段论:“质料即基底,是在自然事物中持存并萌发者;此类事物是自然事物的实态;自然事物的实态是自然;因此在自然事物中,质料就是自然,从而自然也是质料。”因为定义是可以换位的。但是,既然直接基底的每一种类都具有某种基底,他就理所当然地补充道:“如果这些[直接基底]中的每一个对于其下作为基底的另一个东西也同样承受这种情况”,从而使得形式发生变化而基底保持不变——例如,青铜和黄金对于水承受这种情况,骨骼和木材对于土承受这种情况,以及任何其他事物对于其内部的基底承受这种情况——那么该基底就将是它们的自然和实态。正因如此,每个人所假定的第一基底,无论是一个还是多个,都被他们认为是存在者的自然与实态。因此,安提丰似乎是将普遍的基底称为自然,而其他人则各自将自己所主张的第一基底称为存在者的自然:若是一个,如泰勒斯主张水,阿那克西美尼主张气,赫拉克利特主张火;若是多个,如巴门尼德主张火与土;若是四个,如恩培多克勒主张四元素。虽然没有人单独提出土,但通过与其他元素的连带并提,亚里士多德也将土置于其中。 对于围绕基底而发生的事情,例如生成、毁灭和性质改变,他们不再称之为自然(因为它们甚至不是实态),而是称为实态的偶性与受动;其中容易消除的他们称为状态,持久不变的则称为性向。而且无论人们假定何物为基底,他们都称其为永恒的。因为如果毁灭是围绕基底从某物向某物的变化,那么基底就不会从其自身的自然变化为另一种东西;因此它不会遭受毁灭,而是永恒的。即使毁灭发生,毁灭的也只是能够变化的东西;而这些正是围绕基底而变化的受动,它们不再被称为自然。这一点也构成了质料即自然的论证,假如人们确实都将质料假定为永恒且不可改变的;因为普遍事物的自然与实态理应具有持久性。以上便是所言内容的全部意旨。然而有些人并不写“依照规约的[状态]”,而是写成“依照节律[形态]的[状态]”。而且这种写法更加明白易晓;因为“节律”在此是指形态。

§2.7

"Ἕνα μὲν οὖν τρόπον οὕτως ἡ φύσις λέγεται ἕως τοῦ ἀρχὴν κινήσεως καὶ μεταβολῆς." Εἰπὼν καθ’ ἕνα τρόπον φύσιν λέγεσθαι τὴν πρώτην ἐν ἑκάστῳ ὑποκειμένην ὕλην προσέθηκε τῶν ἐχόντων ἐν αὑτοῖς ἀρχὴν κινήσεως καὶ μεταβολῆς.3 ἔστι γὰρ καὶ ἐν τοῖς τεχνητοῖς καθὸ τεχνητὰ πρώτη τις ὑποκειμένη ὕλη οἷον τῷ ἀνδριάντι ὁ χαλκὸς ἢ τῇ οἰκίᾳ λίθοι καὶ ξύλα. ἀλλὰ ταῦτα καθὸ τεχνητοῖς ὑπόκειται καὶ οὐκ ἂν εἴη φύσις, ἐπειδὴ οὐδὲ φυσικὸν ἀλλὰ τεχνητόν ἐστι τὸ λαμβανόμενον. δεῖ δὲ τὴν φύσιν ἐν τοῖς φυσικοῖς εἶναι· ὥστε ἡ ἐν τοῖς φυσικοῖς ὑποκειμένη ὕλη καθ’ ἕνα τρόπον τῶν εἰρημένων εἴη ἂν φύσις κατὰ τοὺς οὕτως ὑποτιθεμένους. ὅλως δὲ οὐδὲ ὑπόκειται ἐν τοῖς τεχνητοῖς ἡ πρώτη ὕλη, ἣν εἶναι βούλονται τὴν φύσιν. ὥστε οὐδὲ ἐν τοῖς φυσικοῖς ἡ τυχοῦσα ὕλη ἐστὶν ἡ φύσις, ἀλλ’ ἡ πρώτη ὑποκειμένη. ταύτην δὲ καὶ ἔσχατον ὑποκείμενον καλοῦσιν, ὃ πᾶσιν ὑπόκειται αὐτὸ μηδὲν ἔχον ὑποκείμενον. καὶ γὰρ ἐν τοῖς ζῴοις ὑπόκειται μὲν τὰ ὀργανικὰ καὶ τὰ ὁμοιομερῆ καὶ τὰ στοιχεῖα. ἀλλ’ οὐδὲν τούτων ἐστὶ φύσις κυρίως, ὅτι μηδὲν αὐτῶν πρῶτόν ἐστιν ὑποκείμενον. καὶ ἔστι μὲν καὶ ἐν τοῖς τεχνητοῖς τὸ ἔσχατον ὑποκείμενον ἡ ὕλη, ἀλλ’ οὐχ ὡς τεχνητοῖς ἀλλ’ ὡς φυσικοῖς ὑπόκειται αὕτη. διὸ καλῶς εἴρηται φύσις εἶναι ἡ πρώτη ἑκάστῳ ὑποκειμένη ὕλη τῶν ἐχόντων ἐν αὑτοῖς ἀρχὴν κινήσεως, τουτέστιν ἐν ἑκάστῳ τῶν φυσικῶν. καὶ γὰρ αἱ ἐν τοῖς συλλογισμοῖς προτάσεις ὑποκείμεναί εἰσιν ὡς ὕλη, οὐ μὴν φύσις αὗται, ὅτι μηδὲ φυσικὸς ὅλως ὁ συλλογισμός· σωματικὰ γὰρ τὰ φυσικὰ πάντα. ἀλλ’ οὐδὲ ἐν ταῖς συλλαβαῖς τὸ πρῶτον ὑποκείμενον, τουτέστι τὰ στοιχεῖα, φύσις ἐστίν. ὥστε οὐδὲ τὸ τυχόν ἐστιν ὑποκείμενον ἡ φύσις, ἀλλὰ τὸ πρῶτον, οὐδὲ ἐν τῷ τυχόντι, ἀλλὰ τῷ φυσικῷ.

“因此按一种方式,自然是这样被言说的”直至“运动与变化的本原”。 在指出按一种方式自然是指每一事物中首要作为基底的质料之后,他又补充道“自身中具有运动与变化本原的事物”。因为在人工制品中,就其作为人工制品而言,也存在某种首要作为基底的质料,比如对于雕像是青铜,对于房屋是石块和木料。但这些东西是就〔它们〕作为人工制品而言作为基底的,因而不可能成为自然,因为所取的对象并不是自然的,而是人工的。然而自然必须存在于自然事物中;因此,在自然事物中作为基底的质料,按照所述方式之一,对于作此假定的人而言就将是自然。而且归根结底,人工制品中根本没有他们意图认作自然的第一质料作为基底。因此,即便在自然事物中,也并非任何质料都是自然,唯有首要作为基底的质料才是自然。他们也将这种质料称为终极基底,它作为一切事物的基底,其自身却没有任何东西作其基底。因为在动物中,器官部分、同质部分和元素固然作为基底;但它们中没有一个是严格意义上的自然,因为它们中没有一个是第一基底。在人工制品中终极基底固然也是质料,但这种质料不是对于作为人工制品的〔它们〕、而是对于作为自然事物的〔它们〕作为基底的。因此说得很好:自然是在自身中具有运动本原的事物——即自然事物的每一者——中首要作为基底的质料。因为三段论中的各前提也像质料一样作为基底,但它们绝不是自然,因为三段论根本不是自然的事物;一切自然事物都是物体的。在音节中首要作为基底的东西,即字母[元素],同样也不是自然。因此,自然既不是任意的基底,而是首要的基底,也不是存在于任意事物中,而是存在于自然事物中。

语法注3 条
  1. 2.6τὸ μὲν εἶδος καὶ [ἡ] κατὰ τρόπον καὶ κατὰ νόμον

    在 κατὰ τρόπον καὶ κατὰ νόμον 之后,依据文末所提的异文(τινὲς δὲ ἀντὶ τοῦ κατὰ νόμον διάθεσιν...),隐含了阴性名词 διάθεσις(状态、配置),或者该介词短语被视作与 τὸ εἶδος 并列的实体化表述,指代与持存质料相对立的人工制品的偶然形式与构造。

  2. 2.6ὅπερ ἕκαστον ὑπέθετο τὸ πρῶτον ὑποκείμενον

    虽然部分手抄本作主格 ἕκαστος(“每个人”),但若保留中性宾格 ἕκαστον,该短语可理解为“各人作为首要基底所假定的那每一个东西”(或在每一事物中被假定的首要基底),与后文的 τοῦτο 形成相关呼应,作 ἐνόμισεν 的宾语从句。

  3. 2.7τῶν ἐχόντων ἐν αὑτοῖς ἀρχὴν κινήσεως καὶ μεταβολῆς

    属格短语 τῶν ἐχόντων... 作为限定性属格,修饰前文 τὴν πρώτην ἐν ἑκάστῳ ὑποκειμένην ὕλην 中的 ἑκάστῳ,意即“在自身具有运动本原的那些事物的每一者之中”,从而将自然的定义严格限定于自然物,排除人工制品及逻辑基底。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:274.3-275.30