← 辛普里丘

亚里士多德《物理学》注释

§273.5-274.3

作为自然的质料与安提丰的论据

辛普里丘探讨了亚里士多德将质料视为自然的观点,区分了凭自身未定形的第一质料与相对未定形的直接质料,并阐释了智者安提丰的论据:通过将床埋入土中只长出木材而非床的事实,证明自然是基底而非形式。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.6#1

" Δοκεῖ δὲ ἡ φύσις καὶ ἡ οὐσία τῶν φύσει ὄντων ἕως τοῦ τὰ δὲ ἄλλα γίνεσθαι καὶ φθείρεσθαι ἀπειράκις." Εἰπὼν πρότερον ὅτι τὰ φύσιν ἔχοντα οὐσίαι εἰσί, διότι ὑποκείμενόν τί ἐστι τὸ ἔχον καὶ ἐν ὑποκειμένῳ ἡ φύσις ἡ ἐχομένη, ἢ διότι ἡ φύσις ὑποκείμενόν τί ἐστι καὶ ἐν ὑποκειμένῳ, ὡς ἤκουε κατὰ μίαν ἐξήγησιν ὁ Ἀλέξανδρος, εἰκότως τὰς δόξας παρατίθεται τῶν τε τὴν φύσιν τὸ ὑποκείμενον λεγόντων καὶ τῶν τὸ ἐν ὑποκειμένῳ, καὶ τὰς κατασκευὰς τὰς ἑκατέρων τοῦ οἰκείου λόγου προτίθησι, καὶ οὕτως αὐτῶν τὴν ἐπίκρισιν ποιεῖται, ἅμα δὲ καὶ τὰ σημαινόμενα τῆς φύσεως πολλαχῶς λεγομένης παραδίδωσιν, ὡς καὶ αὐτὸς ἐπὶ τέλει τοῦ λόγου πεποίηκε δῆλον λέγων “ἐπεὶ δὲ διώρισται ποσαχῶς ἡ φύσις λέγεται” καὶ ἐγὼ κατ’ ἐκεῖνο τὸ χωρίον ἐπιστήσω. εἰπὼν δὲ δοκεῖ δὲ ἡ φύσις ἐπήγαγε καὶ ἡ οὐσία τῶν φύσει ὄντων, διότι τῶν φύσει ὄντων τὸ εἶναι καὶ ἡ οὐσία κατὰ τὴν φύσιν ἐστί. πρῶτον δὲ λέγει περὶ τῶν τὴν ὕλην φύσιν ἑκάστου νομιζόντων, ὅπερ ἐστὶ τὸ πρῶτον ὑπάρχον ἐν ἑκάστῳ ἀρρύθμιστον καθ’ αὑτό, οἷον κλίνης φύσις τὸ ξύλον, ἀνδριάντος δὲ ὁ χαλκός. πρῶτον δὲ ἀρρύθμιστον εἶπε, διότι ἐν ἑκάστῳ τῶν συνθέτων πλείονα πολλάκις ἐστὶν ὑποκειμένων ἔχοντα λόγον, ὡς ἐν τοῖς τῶν ζῴων σώμασι προσεχῶς μὲν τῷ ὅλῳ εἴδει ὑπόκειται τὰ ὀργανικά, ἐκείνοις δὲ τὰ ὁμοιομερῆ καὶ ἐκείνοις τὰ τέτταρα καλούμενα στοιχεῖα καὶ ἐκείνοις ἡ πρώτη ὕλη, ἥπερ ἐστὶ τὸ πρῶτον ἀρρύθμιστον καθ’ αὑτό. τὰ μὲν γὰρ ἄλλα πρός τι ἀρρύθμιστά ἐστιν ἔχοντα οἰκεῖα εἴδη, οἷον τὰ ὀργανικὰ ἢ τὰ ὁμοιομερῆ ἢ τὰ στοιχεῖα (πρὸς γὰρ τὸ ἐπιγινόμενον ἐκείνοις εἶδος),1 ἡ δὲ πρώτη ὕλη καθ’ αὑτὸ ἀρρύθμιστός ἐστιν· ἀνδριάντος μὲν γὰρ ὕλη χαλκὸς καὶ κλίνης ξύλον εἰδοπεποιημένα ὄντα καὶ πρός τι ἀρρύθμιστα, ἡ δὲ κοινὴ πάντων ὕλη καθ’ αὑτὸ ἀρρύθμιστος. καὶ ὁ χαλκὸς δὲ καὶ τὸ ξύλον ἀναλογίαν ἔχουσι πρὸς τὴν πρώτην ὕλην· ὡς γὰρ ταῦτα πρὸς ἀνδριάντα καὶ κλίνην, οὕτως ἐκείνη πρὸς πάντα τὰ εἰδοπεποιημένα. τοῦτο οὖν τὸ πρῶτον καθ’ αὑτὸ ὑπάρχον ἐν ἑκάστῳ ἀρρύθμιστον τὴν πρώτην καὶ κοινὴν φύσιν εἶναί φασιν ὥσπερ τὸ προσεχὲς τὴν προσεχῆ, οἷον ἀνδριάντος μὲν χαλκός, κλίνης δὲ ξύλον. Σημεῖον δὲ τοῦ τὸ ὑποκείμενον ἀλλ’ οὐχὶ τὸ εἶδος εἶναι τὴν φύσιν ὁ Ἀντιφῶν ὁ σοφιστὴς ἐποιεῖτο τὸ φύσιν μὲν εἶναι τὴν φύουσαν2 ἤτοι τὴν ἔκφυσιν καὶ διανάστασιν οὖσαν εἰς κίνησιν καὶ τοῦ ὁμοίου ἀπογέννησιν. ἐπὶ γὰρ τῶν τεχνητῶν εἴ τις κατορύξειε κλίνην καὶ λάβοι δύναμιν ἡ σηπεδὼν ὥστε ἀνεῖναι βλαστόν, οὐκ ἂν γενέσθαι κλίνην, ἀλλὰ ξύλον.

“而自然以及本性存在的实态似乎是”直至“而其他事物则无数次地生成与毁灭”。 他此前曾说过具有自然者是实态,这或者是因为拥有自然者是基底,而所拥有的自然是存在于基底之中的东西;或者如亚历山大根据一种解释所理解的那样,是因为自然是某种基底且存在于基底之中。因此,他理所当然地罗列了主张自然是基底者和主张自然是存在于基底之中者的各种见解,陈述了各自固有论述的论证,并以此对它们作出批判性评判;同时他也传达了按多种方式言说的“自然”的各种含义,正如他自己也在论述的末尾指出的那样:“既然已经规定了自然按多少种方式被言说”;而在那一处我也将对此予以留意。在说了“自然似乎”之后,他又加上了“以及本性存在的实态”,因为对于本性存在的事物而言,其存在与实态都是依据自然的。首先,他谈到了那些将每一事物的质料视为自然的人,这就是在每一事物中首要存在、凭自身未定形的东西,比如木材是床的自然,而青铜是雕像的自然。他说“首要未定形的东西”,是因为在每一个复合事物中,往往有多个具有基底之地位的东西,正如在动物身体中,直接作为整体形式之基底的是器官部分,而作为器官部分之基底的是同质部分,作为同质部分之基底的是所谓的四元素,而作为四元素之基底的是第一质料,它正是凭自身首要未定形的东西。因为其他事物在具有自身固有形式的同时是相对未定形的,比如器官部分、同质部分或元素(因为相对于附随于它们的形式而言是未定形的),而第一质料则是凭自身未定形的。因为对于雕像而言质料是青铜,对于床而言质料是木材,它们都已经被赋予了形式且是相对未定形的,但一切事物共有的质料则是凭自身未定形的。青铜和木材与第一质料之间也具有类比关系;因为这二者对于雕像和床的关系,正相当于第一质料对于一切被赋予形式之物的关系。因此他们说,这在每一事物中首要存在、凭自身未定形的东西,就是首要且共通的自然,正如直接的质料是直接的自然一样,比如雕像的是青铜,床的是木材。 智者安提丰将自然就是基底而非形式的标志,归于自然是生育者,即朝向运动和同类之再生产的萌发与抽枝。因为对于人工制品而言,如果有人将一张床埋入土中,而腐朽获得了发出嫩芽的力量,那么生成的将不会是床,而是木材。

语法注2 条
  1. 2.6πρὸς γὰρ τὸ ἐπιγινόμενον ἐκείνοις εἶδος

    括号内的短语省略了谓语动词,承接前文的 πρός τι ἀρρύθμιστά ἐστιν(“相对未定形”),需补充 [ἀρρύθμιστά ἐστι],结构意义为“因为相对于附随于它们的形式而言[它们是未定形的]”。

  2. 2.6Σημεῖον δὲ τοῦ τὸ ὑποκείμενον ἀλλ’ οὐχὶ τὸ εἶδος εἶναι τὴν φύσιν ὁ Ἀντιφῶν ὁ σοφιστὴς ἐποιεῖτο τὸ φύσιν μὲν εἶναι τὴν φύουσαν

    动词 ἐποιεῖτο 构成双宾格结构:带有定冠词的不定式短语 τὸ φύσιν μὲν εἶναι τὴν φύουσαν 作直接宾语,前置的 Σημεῖον δὲ τοῦ ... εἶναι τὴν φύσιν 作宾语补足语(述语宾格)。属格短语 τοῦ τὸ ὑποκείμενον ... εἶναι τὴν φύσιν 依附于名词 σημεῖον,充当说明性属格,表述“自然是基底而非形式”的内容。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:273.5-274.3