← 辛普里丘

亚里士多德《物理学》注释

§271.23-273.4

自然的自明性与论证的不必要性

辛普利丘阐明,亚里士多德在《物理学》中略过对自然“是否存在”的探讨而直接给出其“是什么”的定义,是因为自然的实在性是自明之理;而试图论证自明之物,就如同盲人推论颜色一样荒谬颠倒。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.5

" Ὡς δὲ ἔστιν ἡ φύσις πειρᾶσθαι δεικνύναι ἕως τοῦ νοεῖν δὲ μηδέν." Ἐπειδὴ πρὸ τοῦ τί ἐστι προβλήματος ἔστι τὸ ζητεῖν εἰ ἔστιν ὅλως τὸ περὶ οὗ ἡ ζήτησις, ὡς ἐν δευτέρῳ διδάσκει τῶν Ὑστέρων ἀναλυτικῶν (μὴ γὰρ ὄντος ὅλως τοῦ προβληθέντος ζητεῖν τί ἐστι περιττῆς ἂν εἴη σχολῆς· οὐδὲ γὰρ ἂν εἴη τοῦ μὴ ὄντος ὁρισμός), ἐπειδὴ οὖν τοῦτο οὕτως ἔχει,1 αὐτὸς δὲ μὴ δείξας ὅτι ἔστιν ἡ φύσις τὸν ὁρισμὸν αὐτῆς παραδέδωκεν, ὅτι εὐλόγως παρῆκε τὸ εἰ ἔστι διδάσκει. τὰ γὰρ ἐναργῆ τὴν ὑπόστασιν ἔχοντα οὐ δεῖται τῆς τοῦ ὅτι ἔστιν ἀποδείξεως, ὡς καὶ τοῦτο αὐτὸς ἐν τῷ δευτέρῳ τῶν Ὑστέρων ἀναλυτικῶν, εἴ τι μέμνημαι, προσδιωρίσατο. φανεροῦ οὖν ὄντος, φησίν, ἐκ τῆς ἐναργείας τοῦ εἶναί τινα ἔχοντα ἐν ἑαυτοῖς ἀρχὴν κινήσεως, ὅπερ ἐστὶν ἡ φύσις, τὸ πειρᾶσθαι δεικνύναι ὅτι ἔστιν ἡ φύσις γελοῖον. τὸν γὰρ τὸ φανερὸν βουλόμενον ἀποδεῖξαι ἀναγκασθῆναι πρὸς πίστιν ἀγνωστότερόν τι λαβεῖν τοῦ δεικνυμένου, πρῶτον μὲν ἀγνοοῦντός ἐστι2 τὸν τῆς ἀποδείξεως τρόπον, ὅτι “πᾶσα διδασκαλία καὶ πᾶσα μάθησις ἀποδεικτικὴ ἐκ προυπαρχούσης γίνεται γνώσεως”, ὡς αὐτὸς διδάσκει. ἔπειτα μὴ δυναμένου κρίνειν ἐστὶ τὸ δι’ αὑτὸ καὶ μὴ δι’ αὑτὸ γνώριμον, καὶ διὰ τοῦτο τὴν φύσιν δι’ ἑαυτὸ γνώριμον οὖσαν ὡς μὴ δι’ ἑαυτὸ γνώριμον οὖσαν δι’ ἄλλων ἀποδεικνύναι σπουδάζοντος. καὶ τὸ χεῖρον, εἰ δι’ ἀγνωστοτέρων, ὅπερ ἀνάγκη πάσχειν ἐπὶ τῶν λίαν φανερῶν. καὶ ἀναιρεῖ δὲ τελέως ἀπόδειξιν ὁ βουλόμενος εἰς ἅπαντα χρῆσθαι τῇ ἀποδείξει. εἰ γὰρ δεῖ μὲν ἀρχὴν ἀποδείξεως εἶναι τὸ ἐναργές, ὁ τὰ ἐναργῆ νομίζων ἀποδείξεως δεῖσθαι οὐκέτι συγχωρεῖ ἐναργὲς εἶναί τι οὐδὲ ἀρχὴν ἀποδείξεως ἀπολιμπάνει, ὥστε οὐδὲ ἀπόδειξιν. Ὅτι δὲ τὸ τὰ φανερὰ διὰ τῶν ἀφανῶν πειρᾶσθαι δεικνύναι συμβαίνει τοῖς τὸ κριτήριον τῶν φανερῶν ἀπολέσασι, τὸν τυφλὸν ποιεῖται μάρτυρα τὸν περὶ χρωμάτων συλλογιζόμενον. φανερῶν γὰρ ὄντων καὶ αὐτοπίστων τῶν χρωμάτων τοῖς δυναμένοις ὁρᾶν ὁ τὴν ὁρατικὴν δύναμιν ἀπολέσας τὴν τὸ φανερὸν τῶν χρωμάτων κρίνουσαν, εἶτα συλλογιζόμενος περὶ χρωμάτων, καὶ ἀγνωστοτέροις χρήσεται πρὸς πίστιν ἅτε τὸ φανερὸν ἀγνοῶν καὶ περὶ ὀνομάτων ποιήσεται τὸν λόγον μηδὲν νοῶν. ἐξ ὧν γὰρ ἀκούει, ἀλλ’ οὐκ ἐξ ὧν συναισθάνεται, ποιεῖται τὸν συλλογισμὸν ἅτε τὴν σύστοιχον τῶν αἰσθητῶν γνῶσιν ἀπολέσας, ἧς χωρὶς οὐδὲ ὁ λογισμός τι περὶ χρωμάτων νοεῖν δυνήσεται. οὕτως δὴ καὶ ὁ τὰ φανερὰ πειρώμενος ἀποδεικνύναι ἀγνοεῖ τὴν φύσιν τῶν ἐξ αὑτῶν γνωρίμων τῷ μὴ ἔχειν τὴν δύναμιν ᾗ ταῦτα κρίνεται· τοῦτο δέ ἐστιν ὁ νοῦς. νοῦς γάρ ἐστι, φησίν, ᾧ τοὺς ὅρους τῶν προτάσεων γινώσκομεν αὐτοπίστους ὄντας καὶ φανεροὺς καὶ ἁπλοῦς. τάχα δὲ καὶ τοὺς ὁρισμοὺς φανεροὺς ὀφείλοντας εἶναι καὶ αὐτοπίστους καὶ ἄνευ συλλογισμοῦ γνωρίμους, ὡς ἐξ ἐναργοῦς διαιρέσεως εἰλημμένους, ὁ νοῦς ἐστιν ὁ γνωρίζων. καὶ τὰ προβλήματα δὲ τὰ δι’ ἑαυτὰ φανερά, οἷον ὅτι τὸ ἀγαθὸν ὠφέλιμον καὶ ὅσα τοιαῦτα οἷον ὅροι τινές εἰσιν οὐ δεόμενοί τινος ἄλλου δι’ οὗ ἀποδειχθήσονται, ὥσπερ αἱ ἀμφίβολοι προτάσεις. συλλογίσαιτο δὲ ἄν περὶ χρωμάτων ὁ ἐκ γενετῆς τυφλὸς ἐξ ὧν ἀκούει, ἀλλ’ οὐκ ἐξ ὧν συναισθάνεται, ὅτι τὸ φαιὸν σύμμετρόν ἐστι τῇ ὄψει, λέγων ‘τὸ φαιὸν σύγκειται ἐκ διακριτικοῦ τοῦ λευκοῦ καὶ συγκριτικοῦ τοῦ μέλανος· τὸ τοιοῦτον σύμμετρον τῇ ὄψει.’ καίτοι οὔτε διακρίνοντος οὔτε συγκρίνοντος τὴν ὄψιν οὔτε συμμέτρως ἔχοντός τινος πρὸς αὐτὴν συναισθάνεται, ἀλλ’ ὀνόματα μόνον προφέρει. ἐπιστῆσαι δὲ χρὴ ἐκ τῶν εἰρημένων, ὅτι εἰκότως καὶ παρῆκε τὴν τοῦ εἰ ἔστι ζήτησιν καὶ τὴν αἰτίαν τῆς παραλείψεως οὐκ ἐξ ἀρχῆς ἀλλὰ νῦν εἶπεν, ὅτε τί ἐστι φανερὰν οὖσαν αὐτὴν ἀπέδειξε· καὶ γὰρ πάντα τὰ σώματα πρὸς τὸ κινεῖσθαι πέφυκε.

“试图证明自然存在”直至“却一无所思”。 既然在“是什么”这一探求课题之前,首先要探求所探讨的对象究竟“是否存在”,正如他在《后分析篇》第二卷中所教导的那样(因为如果所提出之物根本不存在,探求它是什么就是徒耗闲暇;因为不存在之物根本不可能有定义)——既然情况如此,而他自己没有证明自然存在就给出了它的定义,因此他是在指明,他合乎情理地略过了“是否存在”这一问题。因为具有显明实在性的事物不需要关于“它存在”的论证,正如他自己在《后分析篇》第二卷中(若我未曾记错的话)也曾如此附带规定过的那样。他说,既然从显明的事实中可以清楚地看出,存在着某些在其自身内具有运动本原的事物(而这正是自然),那么试图证明自然存在就是可笑的。因为一个想要论证显明之物的人,为了获得确信不得不采纳比被证明之物更不可知的东西,这首先属于不懂得论证方式的人(正如他自己所教导的,“一切论证性的教导和一切论证性的学习都产生于预先存在的知识”);其次,这属于无法判断什么是凭自身可知而什么不是凭自身可知的人,并因此致力于通过其他事物来论证凭自身可知的自然,宛如它不是凭自身可知的一样。更糟糕的是,如果通过更不可知的事物来论证——而在面对极其显明的事物时必然会陷入这种境地。此外,凡想要对一切事物都使用论证的人,都彻底摧毁了论证。因为如果显明之物必然是论证的本原,那么认为显明之物需要论证的人就不再承认有任何显明之物存在,也不给论证留下本原,因而也就没有留下任何论证。 对于试图通过不显明之物来证明显明之物是发生在丧失了显明之物的判定标准的人身上这一点,他引证就颜色进行推论的盲人作为见证。因为对于能看的人而言颜色是显明且不证自明的,而丧失了判定颜色显明状态的视觉能力、随后又就颜色进行推论的人,由于对显明之物一无所知,不仅将使用更不可知的事物来求得确信,而且会在一无所思的情况下围绕名称展开言说。因为他并不是根据共同感知的经验,而是根据听闻到的东西来进行推论,这是由于他丧失了与可感物相对应的认识,而若没有这种认识,理性思考便根本无法就颜色形成任何思惟。正是这样,试图论证显明之物的人,也因不具备用以判定这些事物的能力而不知晓凭自身可知之物的本性;而这种能力就是理智。他说,因为理智正是我们据以认识命题之项的能力,这些项是不证自明、显明且单纯的。或许理智也是认识定义者,定义本应当是显明、不证自明且无需推论即可知晓的,因为它们是从显明的划分中获得的。而且那些凭自身显明的问题,比如善是有益的以及一切诸如此类的课题,有如某种项一般,并不像那些可疑的命题那样需要借助其他事物来得到论证。天生的盲人或许能根据听闻到的东西,而非根据共同感知的经验,就颜色推论出灰色与视觉是相称的,他说:“灰色是由起分散作用的白色和起凝缩作用的黑色组成的;这类事物与视觉是相称的。”然而,他既没有共同感知到使视觉分散者,也没有共同感知到使其凝缩者,更没有共同感知到与视觉相称者,而仅仅是说出了名称而已。从上述内容中应当注意到,他合乎情理地略过了“是否存在”的探求,并且不是在开端、而是在证明了“是什么”是显明的现在的时刻才说明省略的原因;因为一切物体生就便是为了被运动的。

语法注2 条
  1. 2.5Ἐπειδὴ πρὸ τοῦ τί ἐστι προβλήματος ἔστι τὸ ζητεῖν εἰ ἔστιν ὅλως τὸ περὶ οὗ ἡ ζήτησις... ἐπειδὴ οὖν τοῦτο οὕτως ἔχει

    句首由连词 Ἐπειδὴ 引导的从句因中间插入了括号式的解释(μὴ γὰρ ὄντος...)而变得冗长,故通过 ἐπειδὴ οὖν 进行了复显(resumptive)。统领这一长段前提条件的真正主句骨架是后文的 ὅτι εὐλόγως παρῆκε τὸ εἰ ἔστι διδάσκει(“他是在指明,他合乎情理地略过了‘是否存在’这一问题”)。

  2. 2.5τὸν γὰρ τὸ φανερὸν βουλόμενον ἀποδεῖξαι ἀναγκασθῆναι πρὸς πίστιν ἀγνωστότερόν τι λαβεῖν τοῦ δεικνυμένου, πρῶτον μὲν ἀγνοοῦντός ἐστι

    句首由带不定式的宾格短语 τὸν... βουλόμενον... ἀναγκασθῆναι λαβεῖν...(想要论证显明之物的人……不得不采纳……)充当全句的实体主语(主题),其后紧承两个表示特征或属性的属格短语作为表语:πρῶτον μὲν ἀγνοοῦντός ἐστι... ἔπειτα μὴ δυναμένου... ἐστί。整个句式骨架为“……首先属于不了解……之人,其次属于不能够……之人”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:271.23-273.4