← 辛普里丘

亚里士多德《物理学》注释

§270.22-271.22

基底与按自然之物的定义

辛普里丘梳理了亚历山大关于实体与“在基底中”相容性的解释,界定了“具有自然之物”与“按自然之物”,并进一步阐明了“依自然”与“按自然”在外延上的差异。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.4#2

” διὸ καὶ τὰς λοιπὰς ἐξηγήσεις τοῦ Ἀ̓λεξάνδρου εἰς τοῦτον τεινούσας τὸν νοῦν παρατρέχω. πάντα οὖν τὰ ἔχοντα φύσιν οὐσία, διότι ὑποκείμενόν τι τὸ ἔχον καὶ ἐν ὑποκειμένῳ τὸ ἐχόμενον, τουτέστιν ἡ φύσις, ταὐτὸν δὲ εἰπεῖν, ὕλη ἐστὶ καὶ εἶδος, ὅπερ ἐστὶν ἡ κυρίως οὐσία.1 σημειοῦται δὲ ὁ Ἀλέξανδρος ὅτι καὶ τὸ εἶδος καὶ τὴν φύσιν καίτοι οὐσίας εἶναι βουλόμενος ἐν ὑποκειμένῳ λέγει, ἐν Κατηγορίαις εἰπὼν μηδεμίαν οὐσίαν ἐν ὑποκειμένῳ εἶναι. καὶ παραμυθεῖται τὴν ἔνστασιν λέγων ἤτοι τῶν ἐκεῖ εἰρημένων οὐσιῶν μηδεμίαν ἐν ὑποκειμένῳ εἰρῆσθαι (οὐ γὰρ περὶ τῆς κατὰ τὸ εἶδος οὐσίας ἐκεῖ τὸν λόγον πεποίηται, ἀλλὰ περὶ τῆς συναμφοτέρου, ᾗτινι μηδὲ ἐναντίον τι εἶναί φησιν), ἢ οὐ τὸ κυρίως λεγόμενον ἐν ὑποκειμένῳ νῦν λέγει, οὗ ἐν Κατηγορίαις ἐμνημόνευσεν, ἀλλὰ τὸ ὑποκειμένου τινὸς πρὸς τὸ εἶναι χρῇζον ἐν ὑποκειμένῳ νῦν λέγει, ὥσπερ ἐν πολλοῖς πάλιν τὸ συμβεβηκὸς καθ’ ὑποκειμένου.2 Τοιαῦτα οὖν εἰπὼν τὰ ἔχοντα φύσιν ἐπάγει λοιπὸν τίνα τὰ κατὰ φύσιν ἐστὶ καὶ ὅτι ἐπὶ πλέον ἐστὶ τῶν φύσιν3 ἐχόντων. καὶ γὰρ καὶ τὰ ἔχοντα φύσιν κατὰ φύσιν λέγεται ὡς κατὰ τὴν ἐν ἑαυτοῖς φύσιν χαρακτηριζόμενα καὶ ὄντα ἅπερ λέγεται. οὐ μόνον δὲ ταῦτα κατὰ φύσιν εἶναι λέγεται, ἀλλὰ καὶ ὅσα τούτοις ὑπάρχει καθ’ αὑτό. καὶ γὰρ τὸ πῦρ φύσιν ἔχει ἐν ἑαυτῷ ἀρχὴν ἔχον καὶ αἰτίαν τῆς ἐπὶ τὸ ἄνω κινήσεως, κατὰ φύσιν δέ ἐστι καὶ φύσει τῷ πυρὶ ἡ ἄνω φορά. καὶ οὐκέτι φύσιν ἔχει τὸ φέρεσθαι ἄνω οὐδὲ ἔστι τοῦτο φύσις· οὐδὲ γὰρ οὐσία, ἀλλὰ δύναμις καὶ ἐνέργεια κατὰ τὸν τῆς φύσεως λόγον ὑπάρχουσα τῷ πυρὶ καὶ οὕτως λεγομένη κατὰ φύσιν. καὶ φύσει δὲ τὸ αὐτὸ λέγεται. διὰ γὰρ τὴν ἑαυτοῦ φύσιν καὶ τὸ πεφυκέναι οὕτως ἔχει τὴν τοιαύτην δύναμιν καὶ ἐνέργειαν. καὶ τῷ μὲν πυρὶ τὸ φέρεσθαι ἄνω καὶ φύσει καὶ κατὰ φύσιν ἐστίν· οὐ μέντοι ταὐτόν ἐστι τὸ φύσει καὶ τὸ κατὰ φύσιν, ἀλλ’ ἐπὶ πλέον ἐστὶ τὸ φύσει τοῦ κατὰ φύσιν· καὶ γὰρ κατὰ φύσιν λέγομεν εἶναι τῶν φύσει τὰ τὴν οἰκείαν ἔχοντα τελειότητα. ἔστι δέ τινα φύσει μὲν ὡς κατὰ φύσεως ἐνέργειαν γινόμενα, οὐ μέντοι κατὰ φύσιν, ὡς ἔχει τὰ ἐκ γενετῆς πηρώματα καὶ ὅλως τὰ ἐν τῇ στερήσει. καὶ γὰρ ταῦτα τῷ πεφυκέναι τοιαῦτά ἐστι, διότι ἡ στέρησις ἀπουσία ἐστὶν ἐν τῷ πεφυκότι. καὶ τὸ μὲν φύσει ῥηθείη ἂν ἐπὶ παντὸς τοῦ παρακολουθοῦντος καὶ συμβαίνοντος τῇ φυσικῇ οὐσίᾳ καθὸ τοιαύτη, οἷον καὶ τὸ κεχρῶσθαι τῷ σώματι καὶ τὸ νοσεῖν, τὸ δὲ κατὰ φύσιν ἐπὶ μόνου λέγεται τοῦ κατὰ τὸ βούλημα τῆς φύσεως ἀποβαίνοντος. διὸ κατὰ φύσιν μὲν τὸ ὑγιαίνειν λέγομεν, τὸ δὲ νοσεῖν φύσει προσεῖναι παρὰ φύσιν ὄν. ὅταν οὖν λέγῃ ὁ Ἀριστοτέλης ὅτι τὰ φύσει καὶ κατὰ φύσιν ἐστίν, οὐχ ὅτι ταὐτόν ἐστι ταῦτα λέγει, ἀλλ’ ὅτι ἐπὶ τοῦ πυρὸς τὰ ἄνω φέρεσθαι αὐτῷ φύσει καὶ κατὰ φύσιν ἐστίν.

”因此我也略过亚历山大倾向于这种意思的其余解释。所以,凡具有自然之物皆为实体,因为具有者是某种基底,而被具有者——即自然——是在基底中的,换言之,即质料与形式,而这正是本真的实体。然而亚历山大指出,他虽意欲将形式与自然视作实体,却又称其为在基底中的,尽管他在《范畴篇》中曾说没有任何实体是在基底中的。于是他化解这一异议,指出:要么是在该处所提到的那些实体无一被说成是在基底中的(因为他在该处并非针对依形式的实体展开论述,而是针对两者的结合体,对于这种结合体,他说甚至没有任何与其相反之物);要么是他如今所说的并非《范畴篇》中所提及的本真意义上的“在基底中”,而是如今将为了存在而需要某种基底的事物称作“在基底中”,正如在许多地方又将偶性称为“关于基底[述说]”一样。在如此阐述了具有自然之物之后,他接着补充了何谓按自然之物,以及它们的外延要广于具有自然之物。因为事实上,具有自然之物也因依照其自身的自然被表征且正是其所被称作之物,而被称作按自然的。但不仅这些事物被称为是按自然的,凡本质上属于它们的事物也同样如此。实际上,火因在其自身中具有向上运动的本原与原因而具有自然,而向上移动对于火而言既是按自然的,也是依自然的。但向上被运载并不再是具有自然,这本身也不是自然;因为它不是实体,而是依其自然的言理属于火的能力与现实活动,故而被称作按自然的。并且同样的事物也被称作依自然的;因为凭借其自身的自然以及如此生就的本性,它才具有这样的能力与现实活动。对火而言,向上被运载既是依自然的,也是按自然的。然而,“依自然”与“按自然”并非同一回事,而是“依自然”比“按自然”外延更广;因为在依自然之物中,我们称那些具有固有完善性的事物是按自然的。但有些事物虽然因依照自然的现实活动而产生故而是依自然的,却绝非按自然的,如先天残疾以及一般处于缺乏状态中的事物便是如此。因为这些事物也是凭借其生就的本性才是如此的,由于缺乏正是在本性生就者之中的缺失。 “依自然”可以用来指称凡随伴并发生于自然实体(就其作为此种实体而言)的一切事物,比如身体具有颜色或生病;而“按自然”则仅用于指称依照自然的意愿而产生的结果。因此我们说,健康是按自然的,而生病虽是反自然的,却依自然而存在。故而,当亚里士多德说依自然之物也是按自然的,他并非说它们是同一的,而是说对于火而言,向上被运载既是依自然的,也是按自然的。

语法注3 条
  1. 2.4ὅπερ ἐστὶν ἡ κυρίως οὐσία

    中性单数关系代名词 ὅπερ 以紧邻的 εἶδος(形式)为先行词,这契合亚里士多德形而上学中将形式视作最本真意义上的实体的学说。虽然在语境上亦可理解为指代质料与形式的结合体整体,但就中性单数的语法一致性而言,指代紧邻的 εἶδος 最为自然。

  2. 2.4ὥσπερ ἐν πολλοῖς πάλιν τὸ συμβεβηκὸς καθ’ ὑποκειμένου

    句末省略了动词(或分词)λέγεται(被说)等的省略构文。此处构成一个类比:正如偶性(τὸ συμβεβηκός)严格而言应当是“在基底中(ἐν ὑποκειμένῳ)”,亚里士多德在许多地方却宽泛地表述为“关于基底[被述说](καθ’ ὑποκειμένου)”,同理,在此处他也宽泛地用“在基底中”来表达形式需要基底以获得存在。

  3. 2.4ἐπὶ πλέον ἐστὶ τοῦ κατὰ φύσιν

    述谓短语 ἐπὶ πλέον ἐστί 带比较级属格 τοῦ κατὰ φύσιν,是表示“外延广于……”、“涵盖……”的逻辑学与哲学专门句式。它表明“依自然(φύσει)”所涵盖的范围大于且包容了符合目的与完善性的“按自然(κατὰ φύσιν)”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:270.22-271.22