- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:269.18-270.22
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘探讨了亚里士多德在《物理学》第二卷第一章中从自然的定义过渡到“具有自然之物”与“按自然之物”的逻辑必然性与作用,并结合上下文及《论天》中的用语习惯,论证“这所有一切皆为实体”应当指基底、形式与结合体三者,确立其为最优解。
" Φύσις μὲν οὖν ἐστι τοῦτο ἕως τοῦ καὶ τί τὸ φύσει καὶ κατὰ φύσιν ἐστίν." Ὁρισάμενος τὴν φύσιν καὶ τὰ ἀσαφῆ τοῦ ὁρισμοῦ διαρθρώσας ἐπάγει ὅτι φύσιν ἔχει ὅσα τοιαύτην ἔχει ἀρχήν. καίτοι τὰ φύσιν ἔχοντα ἐκ τῆς ἐνεργείας ὑποδείξας ἐκ τούτων τί ποτέ ἐστίν ἡ φύσις συνήγαγε. πῶς οὖν πάλιν ὡς ἑπόμενον τὸ τοιοῦτόν τι εἶναι τὴν φύσιν ἐπάγει τὸ φύσιν ταῦτα ἔχειν ὅσα τοιαύτην ἔχει ἀρχήν;1 ἢ τοῦτο οὐχ ὡς ἀπόδειξιν ἐπήγαγεν, ἀλλ’ ὡς ἐναργὲς μὲν παρείληπται, χρείαν δὲ παρέχεται αὐτῷ νῦν ἀναληφθέν. ἢ πρὸς τὸ διορίσαι, τί τὸ φύσιν ἔχειν καὶ τί τὸ κατὰ φύσιν, ὅπερ ἐφεξῆς ποιεῖ, ἢ πρὸς τὸ συναγαγεῖν, ὅτι τὸ φυσικὸν πᾶν οὐσία ἐστὶ σύνθετος ἔχουσα μέν τι ὑποκείμενον τὸ ἐν ᾧ ἐστιν ἡ φύσις, εἴπερ ἡ φύσις ἀρχὴ καὶ αἰτία ἐστὶν ἐν ᾧ ἐστι καθ’ αὑτό, ἔχουσα δὲ καὶ ἐν ὑποκειμένῳ τι τὴν φύσιν αὐτήν. διὸ ὡς ἀκόλουθον τούτοις ἐπάγει τὸ συνθέτου ὄντος τοῦ φυσικοῦ τινὰς μὲν τὸ ὑποκείμενον λέγειν τὴν φύσιν, ἐξ οὗ γίνεται τὰ γινόμενα ἐνυπάρχοντος, τινὰς δὲ τὸ εἶδος. καὶ διαιτᾷ τοῖς λόγοις ἀμφοτέροις. διορίζει δὲ τὸ φύσιν ἔχον καὶ τὸ κατὰ φύσιν, εἰπὼν τὸ φύσιν ἔχον οὐσίαν εἶναι σύνθετον ἐξ ὑποκειμένου τοῦ ἔχοντος καὶ τῆς ἐν ἐκείνῳ φύσεως. τὸ γὰρ ἔχον φύσιν ὑποκείμενόν τί ἐστι καὶ ἡ ἐν ὑποκειμένῳ φύσις. καὶ εἰσὶ πάντα ταῦτα τὰ ἔχοντα φύσιν οὐσίαι. καὶ γὰρ οὐσία μέν πως εἴρηται καὶ ἡ ὕλη καὶ τὸ ὑποκείμενον ἐν τῷ πρώτῳ, οὐσία δὲ καὶ τὸ ἐν ὑποκειμένῳ, ὅπερ ἐστὶ τὸ εἶδος. κυριωτέρα δὲ οὐσία τὸ συναμφότερον. δεικτικὸν οὖν τοῦ τὰ ἔχοντα φύσιν οὐσίας εἶναι τὸ ὑποκείμενόν τι εἶναι καὶ ἐν ὑποκειμένῳ, οὐσίαν δὲ ἑκάτερον εἶναι καὶ μᾶλλον τὸ συναμφότερον. ἢ τὸ καὶ πάντα ταῦτα οὐσία ἀκουστέον, ὅτι καὶ τὸ ἔχον φύσιν, τουτέστι τὸ ὑποκείμενον, οὐσία ἐστὶ καὶ ἡ φύσις οὐσία, καὶ πολὺ πλέον δηλονότι τὸ συναμφότερον οὐσία· ἔστι γὰρ ὑποκείμενόν τι καὶ ἐν ὑποκειμένῳ. ἢ εἰπὼν ὅτι εἰσὶ πάντα ταῦτα οὐσίαι, τουτέστι τό τε ὑποκείμενον καὶ τὸ ἐν ὑποκειμένῳ, τοῦτο δείκνυσι διὰ μέσης τῆς φύσεως, λέγων ὅτι ἡ φύσις ὑποκείμενόν τι καὶ ἐν ὑποκειμένῳ ἐστὶν ἀεί. εἰ οὖν ἡ φύσις οὐσία, τὸ δὲ ὑποκείμενον φύσις καὶ τὸ ἐν ὑποκειμένῳ φύσις, τουτέστιν ἡ ὕλη καὶ τὸ εἶδος, οὐσία ἂν εἶεν ταῦτα πάντα. καὶ ταύτῃ δοκεῖ τῇ ἐννοίᾳ συνᾴδειν καὶ τὸ μετ’ ὀλίγον ζητούμενον, πότερον ἡ ὕλη καὶ τὸ ὑποκείμενόν ἐστιν ἡ φύσις ἢ τὸ εἶδος καὶ τὸ ἐν ὑποκειμένῳ. ἀμείνων δὲ ἡ προτέρα ἐξήγησις καὶ διὰ τὰ ἐφεξῆς ἐπαγόμενα καὶ ὅτι οὐκ ἂν τὸ ὑποκείμενον καὶ τὸ ἐν ὑποκειμένῳ δύο ὄντα πάντα ὁ Ἀριστοτέλης ἐκάλει,2 ὃς γε ἐν τῇ Περὶ οὐρανοῦ τάδε γέγραφε· “τὰ γὰρ δύο ἄμφω μὲν λέγομεν καὶ τοὺς δύο ἀμφοτέρους, πάντας δὲ οὐ λέγομεν, ἀλλὰ κατὰ τῶν τριῶν ταύτην τὴν κατηγορίαν φαμὲν πρῶτον.
“因此自然便是这”直至“以及何谓依自然与按自然”。 在定义了自然并阐明了定义中不清晰之处后,他接着指出,凡具有这样本原的事物都具有自然。然而,他既已从现实活动中指明了具有自然的事物,并据此推论出了自然究竟是什么,那么他为何又将凡具有这样本原的事物便具有自然,作为自然是这样一种事物的后承而再次附加上来呢?抑或他附加这一点并非作为论证,而是〔这一点〕已作为一件显明之事被引入,如今被重新取用而为他提供助益?这要么是为了界定何谓“具有自然”以及何谓“按自然”(这正是他接下去所做的事),要么是为了推导出一个结论:凡自然之物皆为复合实体,一方面具有作为自然存在于其中的基底,如果自然确实是它本质上存在于其中的本原和原因的话;另一方面又具有自然本身作为在基底中的某种事物。因此,作为这些观点的后承,他附加说,由于自然之物是复合的,因而有人称生成之物由之生成且作为内在于其中的基底为自然,而另有人则称形式为自然。并且他对这两种言论进行了仲裁。他界定了“具有自然之物”与“按自然之物”,指出具有自然之物是由具有它的基底以及在该基底中的自然所构成的复合实体。因为具有自然之物是某种基底以及在基底中的自然。并且所有这些具有自然之物都是实体。因为事实上,在第一卷中质料和基底在某种意义上已被称作实体,而在基底中的事物(即形式)也是实体。而两者的结合体则是更本真的实体。因此,表明具有自然之物是实体的事实便是:存在某种基底以及在基底中的事物,且二者各自皆为实体,而两者的结合体更是如此。 或者,“这所有一切皆为实体”应当被理解为:既包括具有自然之物(即基底)是实体,自然也是实体,显然两者的结合体更是实体;因为存在某种基底以及在基底中的事物。又或者,在他说了这所有一切都是实体(即基底与在基底中的事物两者)之后,他通过作为中项的自然证明了这一点,指出自然是某种基底且总是在基底之中。因此,若自然是实体,而基底是自然、在基底中的也是自然(即质料与形式),那么所有这些事物都将是实体。而在稍后所探讨的问题——究竟质料与基底是自然,还是形式与在基底中的是自然——似乎也与这种理解相契合。然而前一种解释更优,这不仅是因为后文所附加的论述,也是因为亚里士多德绝不会把基底和在基底中的事物这两个事物称为“所有”,正如他自己在《论天》中所写的那样:“因为对于二,我们说‘两者’,对于两个人说‘双方’,但我们不说‘所有’,而是在涉及三者时才首先使用这一述谓。”
- 2.4ὡς ἑπόμενον τὸ τοιοῦτόν τι εἶναι τὴν φύσιν ἐπάγει τὸ φύσιν ταῦτα ἔχειν ὅσα τοιαύτην ἔχει ἀρχήν;
动词 ἐπάγει 的直接宾语是冠词加不定式短语 τὸ φύσιν ταῦτα ἔχειν(“具有这种本原的事物具有自然”),而 ὡς ἑπόμενον 是修饰该直接宾语的述语宾格(“作为后承”),冠词加不定式短语 τὸ τοιοῦτόν τι εἶναι τὴν φύσιν(“自然是这样一种事物”,相当于受 ἑπόμενον 支配的与格 τῷ ... εἶναι)则表示其所依从的前提。语序的交错使得动词与其宾语被隔开。
- 2.4οὐκ ἂν τὸ ὑποκείμενον καὶ τὸ ἐν ὑποκειμένῳ δύο ὄντα πάντα ὁ Ἀριστοτέλης ἐκάλει
双重宾格结构,动词为 ἐκάλει:直接宾语是 τὸ ὑποκείμενον καὶ τὸ ἐν ὑποκειμένῳ(“基底与在基底中的事物”),述语宾格为 πάντα(“所有”)。分词短语 δύο ὄντα 作宾语的说明性修饰(“既然是两个”或“作为两者”)。
