← 辛普里丘

亚里士多德《物理学》注释

§268.2-269.17

首先固有与技艺制品的动因

辛普里丘探讨了“本质上”与“首先”的重合与区分,反驳了亚历山大关于灵魂自我运动及其与自然之关系的解释,并结合叙利亚诺关于自然定义的类比适用性观点,阐明了技艺制品的外部动因。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.3#3

καὶ χωρίζεσθαι πέφυκε τό τε λευκὸν τῆς ἐπιφανείας καὶ ἡ ἀρετὴ τῆς ψυχῆς. ἔστι δὲ ὅτε καὶ συντρέχει εἰς ταὐτὸν ἄμφω, ὅταν καὶ συμπληρωτικὰ τῆς οὐσίας ᾖ καὶ ἀμέσως ὑπάρχῃ, ὡς τὸ λογικὸν τῷ ἀνθρώπῳ καὶ καθ’ αὑτὸ καὶ πρώτως ὑπάρχειν λέγοιτο ἄν καὶ τὸ δυσὶν ὀρθαῖς ἴσας ἔχειν τῷ τριγώνῳ καὶ τὸ τρίγωνον τῷ ἰσοσκελεῖ. εἰ δὲ ἡ ναῦς ἐν ἑαυτῇ τὸν κινοῦντα κυβερνήτην ἔχει, ἀλλ’ οὐ καθ’ αὑτήν.1 οὐδὲ γὰρ συμπληροῖ τὴν αὑτῆς φύσιν, ἐπεὶ πᾶσα ἂν ναῦς εὐθὺ τῷ εἶναι ναῦς οὐκ ἂν ἐδεῖτο ἔξωθεν τοῦ κινήσοντος, οὔτ’ ἂν ἦν χωριστὸς αὐτῆς ὁ κυβερνήτης. οὐδὲν γὰρ τῶν καθ’ αὑτὸ ὑπαρχόντων τινὶ σῳζομένου ἐκείνου χωρίζεται ἀπ’ αὐτοῦ. κἂν κινῇ δὲ ἑαυτὸν ὁ κυβερνήτης κινῶν τὴν ναῦν οὔτε καθ’ αὑτὸ οὔτε πρώτως κινεῖ·2 οὐ συγχωρητέον δὲ τῷ Ἀλεξάνδρῳ οὕτως λέγοντι κινεῖν ἑαυτὴν τὴν ψυχὴν ὡς τὸν κυβερνήτην τῷ κινεῖν τὸ σῶμα ἐν ᾧ ἐστιν ὡς ὁ κυβερνήτης τὴν ναῦν· τὴν μὲν γὰρ κατὰ τόπον κίνησιν τῆς ψυχῆς τάχα ἄν τις οὕτως γίνεσθαι συγχωρήσειεν, αἱ δὲ βουλήσεις καὶ διανοήσεις καὶ δοξάσεις καὶ αἱ ὁρμαὶ πᾶσαι, αὐτῆς εἰσιν ἑαυτὴν κινούσης πρώτως (οὐ γὰρ δι’ ἄλλου τινός) καὶ καθ’ αὑτό· οὐσία γὰρ αὐτῆς τὸ αὐτοκίνητον. ἀλλ’ οὐδὲ ἐκεῖνα λέγοντα αὐτὸν ἀποδεκτέον. “σημειωτέον γάρ, φησίν, ὅτι καὶ τὴν ψυχὴν περιείληφε τῷ τῆς φύσεως λόγῳ, εἴπερ ἡ μὲν ψυχὴ κατ’ αὐτὸν ἐντελέχειά ἐστιν σώματος φυσικοῦ ὀργανικοῦ, ἡ δὲ φύσις κυρίως καὶ πρώτως ἐν τοῖς ἁπλοῖς ἐστι σώμασι καὶ οὐ τοῖς ὀργανικοῖς.” καὶ ἡ μὲν ψυχὴ ἐντελέχεια φυσικοῦ σώματός ἐστι, ἡ δὲ φύσις οὐκ ἂν εἴη φυσικοῦ σώματος, καὶ ἡ μὲν ἄλλων, ἡ δὲ ἄλλων κινήσεων ἀρχή. καὶ εἴπερ ἡ μὲν φύσις ἐν ὑποκειμένῳ ἐστὶ τῷ σώματι κατὰ τὸν Ἀριστοτέλην (τὸ γὰρ ἐν ᾧ ἐστι πρώτῳ ὡς ἐν ὑποκειμένῳ εἴρηται), οὐ πᾶσα δὲ ψυχὴ ἐν ὑποκειμένῳ (ὁ γὰρ νοῦς χωριστὸς ὡς αὐτὸς ἐν τῇ Περὶ ψυχῆς βοᾷ), κἂν ὁ Ἀλέξανδρος μὴ περὶ τοῦ ψυχικοῦ νοῦ ἀλλὰ περὶ τοῦ θείου βούληται ἀκούειν, πάνυ ἀπιθάνως ἐκείνους τοὺς λόγους τῇ ἑαυτοῦ περὶ ψυχῆς δόξῃ συναρμόττει φιλονεικῶν. ἀλλ’ ὅτι μὲν ἀρχὴ κινήσεως καὶ ἡ ψυχὴ καὶ κυριωτέρα τῆς φύσεως ἀρχὴ καὶ οὐκ ἀρχὴ μόνον ἀλλὰ καὶ πηγή, καὶ ἡμεῖς φαμεν, οὐ μέντοι ὡς ἐν ὑποκειμένῳ οὖσα τῷ κινουμένῳ. τὸ δὲ ἐν ὑποκειμένῳ τῇ φύσει προσεῖναι βούλεται λέγων “ὑποκείμενον γάρ τι καὶ ἐν ὑποκειμένῳ ἡ φύσις”. δηλοῖ δὲ τοῦτο τὸ χωριστὰς ἔχειν τὴν ψυχὴν τοῦ σώματος ἐνεργείας,3 ὡς καὶ Ἀριστοτέλης ἐχρήσατο ἐν τῇ Περὶ ψυχῆς, χωριστὴν αὐτὴν τοῦ σώματος καὶ τὴν οὐσίαν ἔχειν ἀποδεικνύς. Ποιούμενα δὲ εἶπε τὰ κατὰ τέχνην γινόμενα, διότι ἡ τέχνη “ἕξις ἐστὶ μετὰ ἀληθοῦς λόγου ποιητική”, ὡς ὡρίσατο αὐτὸς ἐν τοῖς Ἠθικοῖς. καὶ ἐν τῷ Ζ δὲ τῆς Μετὰ τὰ φυσικὰ λέγει τὸ μὲν γίνεσθαι κυρίως ἐπὶ τῶν φύσει γινομένων λέγεσθαι, τὰς δὲ ἄλλας ποιήσεις λέγεσθαι. πάντα οὖν τὰ κατὰ τέχνην γινόμενά τε καὶ ποιούμενα ἢ ἔξωθεν τὸ κινοῦν ἔχει ἢ εἰ ἐν αὐτοῖς κατὰ συμβεβηκός. ἐφιστάνει δὲ ὁ μέγας Συριανὸς ὅτι “ὁ ἀποδοθεὶς οὗτος τῆς φύσεως ὁρισμὸς πᾶσι σχεδὸν ἁρμόσει τοῖς τῆς φύσεως σημαινομένοις οἰκείως ἐφ’ ἑκάστῳ λαμβανόμενος. ὥσπερ γὰρ τὸ ὄνομα ἡ φύσις ὁμωνύμως κατηγορεῖται ὕλης τε καὶ εἴδους καὶ τῆς οἷον ἐκ φύσεως κατὰ τῆς οἷον αἰτίας ἐπὶ τῶν φυσικῶν σωμάτων κυρίως ταττόμενον, οὕτως καὶ ὁ ὁρισμὸς ἐπὶ μὲν τῆς κυρίως καλουμένης φύσεως αὐτόθεν ἀκούεται, κατὰ ἀναλογίαν δὲ καὶ ἐπὶ τῶν ἄλλων ἀρχῶν· ἀρχαὶ γὰρ κινήσεων καὶ αἱ ἄλλαι φύσεις, ἀλλ’ οὐχ ὡσαύτως.

而白色天然地可与表面分离,德性天然地可与灵魂分离。但有时两者也汇聚于同一事物中,即当它们既构成其实体、又无中介地属于它时,正如“有理性的”可以说既本质上又首先属于人,具有两直角等角既本质上又首先属于三角形,三角形属于等腰三角形那样。另一方面,即使船在自身中具有使它运动的舵手,但这也不是依其自身如此的。因为舵手甚至并不补足船自身的自然,否则每一条船仅凭其作为船就立刻不需要外部的移动者了,舵手也不会与它可分离了。因为在某物得以保全的前提下,任何本质上属于它的事物都不会从它分离出去。而且,即使移动船的舵手移动了他自己,他既非本质上、亦非首先进行移动。而绝不可赞同亚历山大如下的主张:灵魂移动自身,就像舵手通过移动其所在的物体而移动自身,宛如舵手移动船那样;因为关于灵魂的位移运动,人们或许可以承认它是这样产生的,但是意愿、推论思考、信念以及所有冲动,都属于自身首先(因为并非通过任何其他事物)且本质上移动自身的灵魂;因为自我运动乃是其实体。然而他在说以下这番话时也是不可接受的。因为他说:“应当指出,他也将灵魂包含在自然的定义中了,如果依他而言灵魂确实是自然有机身体的隐德来希,而自然真正且首先存在于简单物体中而非有机物体中。”然而灵魂是自然身体的隐德来希,自然却不会是自然身体的隐德来希,且一者是某些运动的本原,另一者则是另一些运动的本原。而且,依亚里士多德,如果自然确实存在于作为底层的身体中(因为“它首先存在于其中”是作为在底层中被言说的),但并非所有灵魂都在底层中(因为理智是可分离的,正如他自己在《论灵魂》中所高呼的那样),哪怕亚历山大不愿将其理解为属灵魂的理智而愿理解为属神的理智,他也是固执好辩且极不可信地将那些言论强合于他自己关于灵魂的意见。但关于灵魂也是运动的本原,并且是比自然更根本的本原,不仅是本原而且是源泉,这一点我们也赞同,只是并非作为在被移动者这一底层中存在。然而亚里士多德通过说“因为自然是某种底层且在底层中”,意在表明在底层中存在属于自然。而灵魂具有与身体相分离的活动表明了这一点,正如亚里士多德在《论灵魂》中所采用的那样,以此论证灵魂连同其实体也是与身体可分离的。 而他将依技艺生成之物称为“被制作之物”,是因为技艺是“伴随真实言理的制作性品质”,正如他自己在《伦理学》中所定义的那样。而且在《形而上学》第七卷中他也说,“生成”在真正意义上是就依自然生成之物而言的,而其余事物则被称为“制作”。因此,凡依技艺生成和被制作之物,要么在外部具有移动者,要么即使在自身内部也是偶性地具有。 而伟大的叙利亚诺指出:“给出的这一自然的定义,若在每一种情形下被适切地理解,将几乎适合于自然的全部所指。因为正如‘自然’之名同名异义地述谓质料与形式以及宛如出于自然之物,而在自然物体中主要被指派于宛如原因之物,这一定义在就真正被称为自然的事物而言是直接被领会的,但通过类比也适用于其他本原;因为其他自然同样是运动的本原,只是并非以同样的方式而已。”

语法注3 条
  1. 2.3εἰ δὲ ἡ ναῦς ἐν ἑαυτῇ τὸν κινοῦντα κυβερνήτην ἔχει, ἀλλ’ οὐ καθ’ αὑτήν

    属于“归结从句中的 ἀλλά”(apodotic ἀλλά)结构,在条件从句 εἰ ... ἔχει 之后由转折小词 ἀλλά 引出主句,表示让步转折关系:“即使船……,[但]并不是依其自身的”。

  2. 2.3κἂν κινῇ δὲ ἑαυτὸν ὁ κυβερνήτης κινῶν τὴν ναῦν οὔτε καθ’ αὑτὸ οὔτε πρώτως κινεῖ

    由 κἂν (καὶ ἐάν) 引导虚拟式 κινῇ 构成的让步条件句(“即使移动船的舵手移动了他自己”),分词 κινῶν τὴν ναῦν 作伴随情况状语。主句为 οὔτε καθ’ αὑτὸ οὔτε πρώτως κινεῖ(“他既非本质上、亦非首先进行移动”)。

  3. 2.3δηλοῖ δὲ τοῦτο τὸ χωριστὰς ἔχειν τὴν ψυχὴν τοῦ σώματος ἐνεργείας

    动词 δηλοῖ 的主语是带冠词的不定式短语 τὸ χωριστὰς ἔχειν τὴν ψυχὴν τοῦ σώματος ἐνεργείας(“灵魂具有与身体相分离的活动”),指示代词 τοῦτο(即上文自然在底层中而灵魂不然)为其宾语。该句采用了语序倒装,使主语后置。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:268.2-269.17