← 辛普里丘

亚里士多德《物理学》注释

§266.22-268.2

自然定义中限定条件的分析

辛普利丘指出了定义自然的前提之文本出处以及亚历山大将其表述为假言三段论的方式,并通过医生自愈的例子与几何学证明,阐明了在定义中添加“首先”与“本质上且非偶性地”的必然性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.3#2

εἴη δὲ ἂν ἡ πρότασις ἡ λέγουσα ‘τὰ φύσει τῶν μὴ φύσει διαφέρει ἀρχῇ καὶ αἰτίᾳ κινήσεως καὶ ἠρεμίας’ δι’ ἐκείνων δηλουμένη τῶν ῥητῶν “πάντα δὲ ταῦτα φαίνεται διαφέροντα πρὸς τὰ μὴ φύσει συνεστῶτα” καὶ τῶν ἑξῆς. “δύναται δέ, ὡς καὶ ὁ Ἀλέξανδρός φησι, καὶ ὑποθετικῶς ὁ λόγος ἠρωτῆσθαι ἐξ ἀκολουθίας ὢν κατασκευαστικὸς1 οὕτως· εἰ τὰ φύσει καὶ φύσιν ἔχοντα διαφέρει τῶν μὴ φύσει τῷ ἀρχὴν καὶ αἰτίαν κινήσεως ἐν ἑαυτοῖς ἔχειν καθ’ αὑτὰ καὶ μὴ κατὰ συμβεβηκός, ἡ φύσις ἂν εἴη ἀρχὴ κινήσεως, ἐν οἷς ἐστι καθ’ αὑτὸ καὶ οὐ κατὰ συμβεβηκός, τὸ δὲ πρῶτον, τὸ ἄρα δεύτερον. ὅτι δὲ τούτῳ διαφέρει τὰ φύσιν ἔχοντα τῶν μὴ ἐχόντων, ἐπιστώσατο διὰ τῆς ἐπαγωγῆς τὰ τεχνητὰ παραθέμενος.” Πάνυ δὲ ἀναγκαίως πρόσκειται τὸ ἐν ᾧ ὑπάρχει πρώτως καθ’ αὑτὸ καὶ μὴ κατὰ συμβεβηκός. καὶ γὰρ καὶ ἡ κλίνη ἀρχὴν ἔχει κινήσεως καὶ ἠρεμίας ἐν ἑαυτῇ· ἀφεθεῖσα γοῦν ἐπὶ τὸ κάτω φέρεται, καὶ ὅμως οὐ λέγεται φυσικὴ οὐδὲ φύσιν ἔχειν ὡς κλίνη, διότι ἡ ἀρχὴ τῆς κινήσεως οὐ τῇ κλίνῃ πρώτως ὑπάρχει, ἀλλὰ τῷ ξύλῳ, δι’ ἐκεῖνο δὲ καὶ τῇ κλίνῃ. ἀναγκαία οὖν ἡ τοῦ πρώτως προσθήκη. καὶ τὸ καθ’ αὑτὸ δὲ καὶ μὴ κατὰ συμβεβηκὸς ὅτι ἀναγκαίως παρείληπται, αὐτὸς ὁ Ἀριστοτέλης ἐξηγήσατο. δεῖ γάρ, εἰ μέλλοι φυσικὸν εἶναι καθό ἐστι, κατὰ τοῦτο ἐν ἑαυτῷ ἔχειν τὴν ἀρχὴν τῆς κινήσεως, οἷον ἡ γῆ καθὸ γῆ ἐστιν ἀρχὴν ἔχουσα τῆς ἐπὶ τὸ κάτω φορᾶς φύσιν ἔχειν λέγεται. εἰ μέντοι τις νοσῶν ἰατρὸς ἑαυτὸν ὑγιάζοι, ὑγιάζεται μὲν ἐξ ἑαυτοῦ (ἐν ἑαυτῷ γὰρ ἔχει τὴν τῆς κινήσεως ἀρχήν), οὐ καθ’ αὑτὸ δὲ ἀλλὰ κατὰ συμβεβηκός· οὐ γὰρ ᾗ ἰατρὸς ὑγιάζεται ὑφ’ ἑαυτοῦ ὁ ἰατρός, ἀλλ’ ᾗ νοσῶν. ὑγιάζει μὲν γὰρ καθὸ ἰατρός, ὑγιάζεται δὲ καθὸ νοσεῖ. ἄλλο δὲ τὸ ἰατρῷ καὶ ἄλλο τὸ νοσοῦντι εἶναι.2 διὸ καὶ χωρίζεται ἀλλήλων. οὔτε γὰρ πᾶς ἰατρὸς νοσεῖ οὔτε πᾶς νοσῶν ἰατρός ἐστιν, ὥστε ὁ ὑφ’ ἑαυτοῦ ὑγιαζόμενος ἰατρὸς οὐχ ᾗ νοσῶν ἐστι κατὰ τοῦτο ἐν ἑαυτῷ τὴν τῆς κινήσεως ἀρχὴν ἔχει· εἰ γὰρ ᾗ νοσῶν, πᾶς ἂν ἑαυτὸν ὑγίαζεν ὁ νοσῶν· ὑγιάζεται μὲν γὰρ ᾗ νοσῶν. τὴν δὲ ἀρχὴν τῆς κινήσεως καὶ τοῦ ὑγιάζειν ἐξ ἑαυτοῦ οὐχ ᾗ νοσῶν ἔχει. καλῶς δὲ τὸ κατὰ συμβεβηκὸς ἐδήλωσε διὰ τοῦ εἰπεῖν διὸ καὶ χωρίζεταί ποτε ἀπ’ ἀλλήλων. τὸ μὲν γὰρ καθ’ αὑτὸ ὑπάρχον τινὶ ἀχώριστον ἐκείνου, τὸ δὲ χωριζόμενον οὐ καθ’ αὑτὸ ὑπάρχει ἀλλὰ κατὰ συμβεβηκός. διαφέρει δὲ τὸ πρώτως τοῦ καθ’ αὑτὸ καὶ οὐδὲ τὸ καθ’ αὑτὸ πᾶν πρώτως ἐστὶν οὐδὲ τὸ πρώτως καθ’ αὑτό.3 καὶ γὰρ ὅταν τι καθ’ αὑτὸ ὑπάρχῃ τινὶ καὶ ἐκεῖνο πάλιν ἄλλῳ τινὶ καθ’ αὑτὸ ὑπάρχῃ, καὶ τὸ πρῶτον τῷ τρίτῳ καθ’ αὑτὸ μὲν ὑπάρχει, οὐ πρώτως δέ, οἷον τῷ τριγώνῳ καθ’ αὑτὸ ὑπάρχει τὸ τὰς τρεῖς γωνίας δυσὶν ὀρθαῖς ἴσας ἔχειν καὶ τὸ τρίγωνον τῷ ἰσοσκελεῖ καθ’ αὑτὸ ὑπάρχει. διὸ καὶ τῷ ἰσοσκελεῖ τὸ τὰς τρεῖς δυσὶν ὀρθαῖς ἴσας ἔχειν καθ’ αὑτὸ ὑπάρχει. καὶ γὰρ ᾗ ἰσοσκελὲς τρίγωνόν ἐστι καὶ ᾗ τρίγωνον δυσὶν ὀρθαῖς ἴσας ἔχει, καὶ ἀχώριστα τοῦ ἰσοσκελοῦς ἐστι τό τε τρίγωνον καὶ τὸ δυσὶν ὀρθαῖς ἴσας ἔχειν. οὐ μέντοι πρώτῳ τῷ ἰσοσκελεῖ τὸ δυσὶν ὀρθαῖς ἴσας ἔχειν ὑπάρχει, ἀλλὰ διὰ μέσου τοῦ τριγώνου. πάλιν δὲ τὸ λευκὸν τῇ ἐπιφανείᾳ πρώτως ὑπάρχει καὶ ἡ ἀρετὴ τῇ ψυχῇ· οὐ γὰρ δι’ ἄλλου τινὸς μέσου. οὐ μέντοι καθ’ αὑτὸ ὑπάρχει ταῦτα· οὔτε γὰρ συμπληρωτικὰ τῆς οὐσίας τῶν ὑποκειμένων ἐστὶν οὔτε ἐν τῷ ὁρισμῷ παραλαμβάνεται.

而表述“依自然之物与非依自然之物的区别在于运动与静止的本原与原因”的前提,将是通过“而所有这些事物相较于非依自然构成之物都显得不同”以及其后文句而被表明的。“而且,正如亚历山大所言,该论证也可以作为从因果归结立论的形式假言地提出如下:如果依自然且具有自然之物与非依自然之物的区别,在于本质上且非偶性地在自身中具有运动的本原与原因,那么自然就将是本质上且非偶性地内在其中的事物中的运动本原;但前项成立,因此后项成立。而至于具有自然之物借此与不具有自然之物相区别,他是通过并置技艺制品进行归纳来加以证实的。” 而“它本质上且非偶性地首先存在于具有它的事物之中”这一限定被附加于此是完全必然的。因为床同样在自身中具有运动与静止的本原;无论如何,床一旦被释放就会向下运移,然而作为床它既不被称为自然的,也不被称为具有自然的,因为运动的本原并非首先属于床,而是属于木头,并经由木头而属于床。因此,“首先”这一添加是必然的。至于“本质上且非偶性地”作为必要限定被采用,亚里士多德自己已经解释过了。因为如果要成为自然物,它就必须就其所是的那一事物而言在自身中具有运动的本原;例如土就其为土而言具有向下位移的本原,因此被说成具有自然。然而,如果某个生病的医生医治他自己,他确实从自身得到医治(因为他在自身中具有运动的本原),但并非本质上如此,而是偶性地如此;因为医生并非作为医生被自己医治,而是作为病人。因为他作为医生而医治,但作为生病者受医治。而对于医生而言的所是与对于生病者而言的所是乃是两回事。因此它们彼此也是可分离的。因为既非每一个医生都生病,也非每一个生病者都是医生;所以,被自己医治的医生,并非作为生病者而在此方面于自身中具有运动的本原。因为若是作为生病者,每一个生病者就都会医治自己了;事实上他只是作为生病者受医治。但他并非作为生病者从自身具有运动以及医治的本原。而他通过说“因此它们有时彼此分离”,恰当地指明了偶性的含义。因为某物本质上属于另一物者是与其不可分离的,而分离者则并非本质上属于,而是偶性地属于。 而“首先”与“本质上”是有区别的,既非凡本质上属于者皆为首先的,亦非凡首先属于者皆为本质上的。因为当某物本质上属于某一事物,而该事物又本质上属于另一事物时,第一者虽本质上属于第三者,但并非首先属于;例如具有三内角等于两直角本质上属于三角形,而三角形本质上属于等腰三角形。因此具有三内角等于两直角也本质上属于等腰三角形。因为就其为等腰三角形而言它是三角形,就其为三角形而言它具有两直角等角,而三角形与具有两直角等角对于等腰三角形而言都是不可分离的。然而,具有两直角等角并非首先属于等腰三角形,而是通过三角形这一中项属于它。反之,白色首先属于表面,德性首先属于灵魂;因为它们并非通过任何其他中项属于二者。然而,这些并非本质上属于;因为它们既不是底层事物实体的构成部分,也没有被采纳在定义之中。

语法注3 条
  1. 2.3ἐξ ἀκολουθίας ὢν κατασκευαστικὸς

    分词 ὤν 与主语 ὁ λόγος 一致,形容该论证是“根据后承/因果归结来建立结论的”(即基于前件肯定式的假言推理)。ἐξ ἀκολουθίας 修饰 κατασκευαστικός,表明其论证立足于逻辑上的因果关联。

  2. 2.3ἄλλο δὲ τὸ ἰατρῷ καὶ ἄλλο τὸ νοσοῦντι εἶναι

    冠词化不定词 τὸ εἶναι 与与格名词/分词结合,构成了亚里士多德哲学中表示本质的标准句式(“作为……的所是/本质”)。主语分别为 τὸ ἰατρῷ εἶναι 和 τὸ νοσοῦντι εἶναι,与表语 ἄλλο(不同的东西)相对照,意为“作为医生的本质与作为病人的本质是不同的”。

  3. 2.3οὐδὲ τὸ καθ’ αὑτὸ πᾶν πρώτως ἐστὶν οὐδὲ τὸ πρώτως καθ’ αὑτό

    在后半句 οὐδὲ τὸ πρώτως καθ’ αὑτό 中,省略了前半句的谓语动词 ἐστίν(或语意上的 ὑπάρχει)。两句结合表达了二者之间互不可逆的关系:“既非凡本质上属于者皆为首先的,亦非凡首先属于者皆为本质上的”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:266.22-268.2