← 辛普里丘

亚里士多德《物理学》注释

§265.7-266.22

通过自然物与人工物的对比论证自然

辛普利丘阐明亚里士多德如何通过自然物与人工物(床、外衣)的对比证明“运动与静止的本原”是自然物的固有属性,并从形式与质料(谓项的可换位性)的角度剖析了自然的定义在第一格和第三格三段论中的推导过程。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.3#1

" Κλίνη δὲ καὶ ἱμάτιον καὶ εἴ τι τοιοῦτον ἄλλο γένος ἕως τοῦ ὅσα κατὰ συμβεβηκὸς αἴτια γένοιτο ἂν ἑαυτοῖς." Ὑποδείξας ἐκ τῶν ἐναργῶς φαινομένων, ὅτι τὰ φυσικὰ ἀρχὴν ἔχει ἐν ἑαυτοῖς κινήσεως καὶ στάσεως, τῇ παραθέσει τῶν μὴ φύσει δείκνυσιν ὅτι καὶ ἴδιον τοῦτό ἐστι τῶν φύσει συνεστώτων. καὶ τὰ μὴ φύσει γάρ, καθόσον μὲν ταῦτα λέγεται, ἅπερ ἐστὶ κατὰ τέχνην οἷον κλίνη ἢ ἱμάτιον (τοῦτο γάρ ἐστι τὸ καθόσον τετύχηκε τῆς κατηγορίας)1 οὐδεμίαν ἀφ’ ἑαυτῶν ὁρμὴν εἰς μεταβολὴν ἔχει· ὁρμὴν δὲ κυρίως τὴν ἔνδοθεν ἀρχὴν ἐκάλεσε τῆς κινήσεως. τινὲς δὲ ἀντὶ τοῦ ὁρμὴν ἀρχὴν γράφουσι· τὰ γὰρ φυσικὰ τὴν αἰτίαν τῆς κινήσεως ἐν ἑαυτοῖς ἔχει, τὰ δὲ τεχνητὰ ἔξωθεν. οὐ γὰρ ἐν ἑαυτοῖς ὁ τεχνίτης οὐδὲ ἡ τέχνη. φέρεται μὲν γὰρ ἐπὶ τὸ κάτω ἡ βῶλος οὐκ ἔξωθεν κινουμένη, σχηματίζεται δὲ ἡ κλίνη ἔξωθεν. καὶ ἡ στάσις δὲ ὁμοίως τῇ μὲν βώλῳ καταλαβούσῃ τὴν ἑαυτῆς ὁλότητα ἔνδοθεν, τῷ δὲ σχηματισμῷ τῆς κλίνης ἔξωθεν ἀπὸ τοῦ τεχνίτου. καὶ ἐν τοῖς κατὰ φύσιν γὰρ καὶ ἐν τοῖς κατὰ τέχνην, ὅθεν ἡ κίνησις, ἐκεῖθεν καὶ ἡ στάσις. καὶ γὰρ τὰ κατὰ τόπον φυσικῶς κινούμενα καὶ τὰ κατὰ αὔξησιν καὶ κατὰ ἀλλοίωσιν, τὰ μὲν εἰς τὸν οἰκεῖον τόπον ἐλθόντα, τὰ δὲ εἰς τὸ οἰκεῖον μέγεθος, τὰ δὲ εἰς τὸ οἰκεῖον εἶδος ἵσταται φυσικῶς. καὶ οὔτε ἐπ’ ἄπειρον μεταβάλλει οὔτε ἔξωθεν αὐτοῖς ἡ τῆς στάσεως αἰτία, ἀλλ’ ἀφ’ ἑαυτῶν. ἡ μέντοι κλίνη καὶ τὸ ἱμάτιον καὶ ὅλως τὰ τεχνητά, καθόσον μὲν τεχνητά, ἔξωθεν ἔχει καὶ τὴν τῆς κινήσεως καὶ τὴν τῆς στάσεως ἀρχήν, καθόσον μέντοι καὶ τούτων ἑκάστῳ τὸ ὑποκείμενον σῶμα φυσικόν ἐστιν ἢ ξύλον ἢ ἔριον ἤ τι ἄλλο σῶμα ἁπλοῦν ἢ μικτόν, κατὰ τοσοῦτον καὶ ταῦτα ἐν ἑαυτοῖς ἔχει τήν τε τῆς κινήσεως καὶ τὴν τῆς στάσεως ἀρχήν. εἰ οὖν καὶ τὰ φυσικὰ πάντα ἐν ἑαυτοῖς ἔχει τοῦτο καὶ τὰ τεχνητὰ καθὸ μὲν τεχνητὰ οὐκ ἔχει, καθὸ δὲ φυσικὰ καὶ ταῦτα ἔχει, ἴδιον ἂν εἴη τοῦτο τῶν φυσικῶν καθὸ φυσικὰ τὸ ἔχειν ἐν ἑαυτοῖς ἀρχὴν κινήσεως. ὥστε ἐκ τούτων δῆλον, ὅτι ἡ φύσις οὐδὲν ἄλλο ἐστὶν ἢ ἀρχὴ κινήσεως καὶ ἠρεμίας ἐν ᾧ ἐστι πρώτῳ καθ’ αὑτὸ καὶ μὴ κατὰ συμβεβηκός. Καὶ ἔοικεν ἐν πρώτῳ σχήματι τοῦτο συνῆχθαι συλλογιστικῶς οὕτως· φύσις ἐστὶν ᾧ διαφέρει τὰ φύσει τῶν μὴ φύσει· διαφέρει τὰ φύσει τῶν μὴ φύσει τῷ ἀρχὴν καὶ αἰτίαν κινήσεως καὶ ἠρεμίας ἐνυπάρχουσαν ἔχειν πρώτως καθ’ αὑτὸ καὶ μὴ κατὰ συμβεβηκός· φύσις ἄρα ἐστὶν ἀρχὴ κινήσεως καὶ ἠρεμίας, ἐν ᾧ ἐστι πρώτως καθ’ αὑτὸ καὶ μὴ κατὰ συμβεβηκός. δύναται δὲ καὶ ἐν τρίτῳ σχήματι ἠρωτῆσθαι οὕτως· τὰ φύσει τῶν μὴ φύσει διαφέρει τῷ φύσιν ἔχειν· τὰ φύσει τῶν μὴ φύσει διαφέρει τῷ ἀρχὴν κινήσεως ἐν αὑτοῖς καὶ στάσεως ἔχειν καθ’ αὑτὸ καὶ μὴ κατὰ συμβεβηκός· τὰ ἄρα φύσιν ἔχοντα ἀρχὴν ἔχει κινήσεως καὶ τὰ ἑξῆς. ἡ φύσις ἄρα ἀρχὴ κινήσεώς ἐστι καθ’ αὑτὸ καὶ μὴ κατὰ συμβεβηκός. καὶ ἔστιν ὅμοιος τούτῳ ὁ συλλογισμός· πᾶν γελαστικὸν ἄνθρωπός ἐστι· πᾶν γελαστικὸν ζῷον λογικὸν θνητόν ἐστι· καὶ συνάγεται τὸ πάντα ἄνθρωπον ζῷον λογικὸν θνητὸν εἶναι διὰ τὴν ὕλην ἔχον τὸ καθόλου,2 κἂν τὸ σχῆμα μερικῶν ἔστι συμπερασμάτων συναγωγόν. αἱ γὰρ τὰ ἴδια καὶ τοὺς ὁρισμοὺς κατηγορούμενα ἔχουσαι προτάσεις3 καθόλου οὖσαι καταφατικαὶ ἀντιστρέφουσι διὰ τὴν τῆς ὕλης ἰδιότητα καθόλου. διόπερ ἐν τῷ τρίτῳ σχήματι κἂν παρὰ τοῦ σχήματος ἔχωσι τὸ συνάγειν τὸ ἐπὶ μέρους διὰ τὴν ὕλην ὅμως καὶ τὸ καθόλου ἀληθὲς ἔσται, ὡς εἶπεν αὐτὸς ἐν τοῖς Ἀναλυτικοῖς.

“而床和外衣,以及如果有任何其他此类种类……直到凡能偶性地成为自身的原因者。” 在依显而易见的现象指明自然物在自身中具有运动与静止的本原之后,他又通过与非依自然之物的并置对照表明,这也是依自然构成之物所特有的固有属性。因为非依自然之物,就其作为依技艺而成的这些具体事物(例如床或外衣)被言说而言(因为这正是“就其获得该谓述而言”的意思),从自身而言没有任何走向变化的冲动;而他将内部的运动本原严格地称为“冲动”。不过有人用“本原”代替“冲动”来书写;因为自然物在自身中具有运动的原因,而技艺制品则从外部具有。因为工匠与技艺都不在它们自身之内。确实,土块不是从外部受动而向下运移,而床则是从外部被赋形的。静止同样也是如此:对土块而言,在其达到自身的整体性时,静止是从内部而来的;而对床的赋形而言,静止则是从外部由工匠而来的。因为无论是在依自然之物中还是在依技艺之物中,运动源于何处,静止便也源于何处。事实上,按处所自然运动之物、按生长运动之物以及按质变运动之物,有些达到固有的处所,有些达到固有的体量,有些达到固有的形式,便自然地静止下来。它们既不是无限地变化,其静止的原因对它们而言也不是从外部而来的,而是从自身而来的。然而,床和外衣以及一般的技艺制品,就其作为技艺制品而言,从外部具有运动与静止的本原,然而就这些事物中的每一者而言其作为底层的物体是自然的(无论是木头、羊毛还是某种其他单纯或混合的物体),在此限度内,它们也在自身中具有运动与静止的本原。因此,如果所有自然物都在自身中具有这一本原,而技艺制品就其作为技艺制品而言不具有,但就其作为自然物而言也具有,那么在自身中具有运动的本原,就将是自然物就其作为自然物而言的固有属性。因此由这些可见,自然无非是运动与静止的本原,它本质上且非偶性地首先存在于具有它的事物之中。 这似乎是在第一格中依三段论如下推导出来的:自然是依自然之物与非依自然之物借以相区别的东西;依自然之物与非依自然之物的区别在于本质上且非偶性地首先具有内在的运动与静止的本原与原因;因此自然是运动与静止的本原,它本质上且非偶性地首先存在于具有它的事物之中。但这也可以在第三格中如下立论:依自然之物与非依自然之物的区别在于具有自然;依自然之物与非依自然之物的区别在于本质上且非偶性地在自身中具有运动与静止的本原;因此具有自然之物具有运动的本原等等;因此自然是本质上且非偶性的运动本原。这一三段论与下述三段论相似:每一个能笑之物都是人;每一个能笑之物都是会死的理性动物;由此推导出“所有人都是会死的理性动物”,这一结论因质料而包含全称,即便该格本身是推导出特称结论的。因为以固有属性和定义为谓项的命题,虽为全称肯定命题,却因质料的特有性质而可全称换位。因此在第三格中,即使依格而言它们具有推导特称的特性,但因质料之故全称也将为真,正如他自己在《分析篇》中所说的那样。

语法注3 条
  1. 2.3τοῦτο γάρ ἐστι τὸ καθόσον τετύχηκε τῆς κατηγορίας

    这是由带有省略先行词的关系短语 καθ’ ὅσον(就……而言)与支配属格 τῆς κατηγορίας(谓述)的完成时直陈式动词 τετύχηκε(获得)构成的解释性短语,说明前句“就其作为……被言说而言”是在转述亚里士多德这一原文的含义。

  2. 2.3καὶ συνάγεται τὸ πάντα ἄνθρωπον ζῷον λογικὸν θνητὸν εἶναι διὰ τὴν ὕλην ἔχον τὸ καθόλου

    非人称动词 συνάγεται(被推导)的主语是带冠词的宾格不定式短语 τὸ πάντα ἄνθρωπον ζῷον λογικὸν θνητὸν εἶναι(所有人都是会死的理性动物)。中性单数分词 ἔχον 与该带冠词不定式短语(τὸ... εἶναι)保持性数格一致,意为“(该结论)因质料而具有全称性”。

  3. 2.3αἱ γὰρ τὰ ἴδια καὶ τοὺς ὁρισμοὺς κατηγορούμενα ἔχουσαι προτάσεις

    限定分词 ἔχουσαι 修饰主语 προτάσεις(前提命题)。它支配直接宾格 τὰ ἴδια καὶ τοὺς ὁρισμούς(固有属性与定义),而被动态分词 κατηγορούμενα(作为谓述项)在此构成双宾格结构中的宾语补足语(谓语性宾格)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:265.7-266.22