← 辛普里丘

亚里士多德《物理学》注释

§264.4-265.6

自然的定义与运动和静止的本原

辛普里丘基于《物理学》192b12及以下的定义,阐明自然乃是在自身内部具有运动与静止的本原(动力因),并审视了亚历山大与波菲利关于天体和火是否具有静止的注释意见。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.2

" Πάντα δὲ ταῦτα φαίνεται διαφέροντα πρὸς τὰ μὴ φύσει συνεστῶτα ἕως τοῦ τὰ δὲ κατ’ ἀλλοίωσιν." Προθέμενος εὑρεῖν, τί ποτέ ἐστιν ἡ φύσις, πάνυ ἐμμεθόδως τὴν διαφορὰν εὑρὼν τῶν φύσει ὄντων πρὸς τὰ μὴ φύσει ἀλλὰ διά τινας ἄλλας αἰτίας, ταύτην εἶναι τὴν φύσιν συλλογίζεται. διαφέρει δὲ τὰ φύσει τῶν μὴ φύσει οὐδενὶ ἄλλῳ ἢ τῷ ἐξ αὑτῶν ἀρχὴν ἔχειν κινήσεως καὶ στάσεως. ἀρχὴν δὲ τὴν ὡς ποιητικὴν αἰτίαν λέγει. ὥσπερ δὲ ἔνδοθεν ἐξ ἑαυτῶν κινούμενα φαίνεται τὰ φυσικὰ τὰ μὲν κατὰ τόπον (οἷον ἡ γῆ ἐπὶ τὸ κάτω καὶ ἐπὶ τὸ ἄνω τὸ πῦρ) τὰ δὲ κατὰ αὔξησιν καὶ φθίσιν (ὡς αὐτὸ τὸ πῦρ καὶ εἴ τινες πέτραι ἱστοροῦνται καθ’ ὅλον τὸν ὄγκον ἐπιδιδοῦσαι ἢ μειούμεναι, τοῦτο γάρ ἐστιν αὔξησις καὶ φθίσις), τὰ δὲ κατὰ ἀλλοίωσιν (ὡς τὸ θερμαινόμενον καὶ λεπτυνόμενον ὕδωρ), οὕτως δὲ καὶ στάσιν τῆς τοιαύτης κινήσεως ἔνδοθεν ἔχουσιν. οὔτε γὰρ ἔξωθεν οὔτ’ ἐπ’ ἄπειρον ἡ κίνησις ἢ ἡ στάσις, ἀλλὰ πρὸς τὸ μέτρον τοῦ οἰκείου εἴδους προελθόντα ἵσταται.1 ἐφιστάνει δὲ ὁ Ἀλέξανδρος, ὅτι “τούτων ἕκαστον εἶπεν ἐν ἑαυτῷ ἔχειν ἀρχὴν κινήσεως καὶ στάσεως, ἃ προείρηκε, τουτέστι τὰ ζῷα καὶ τὰ φυτὰ καὶ τὰ ἁπλᾶ τῶν σωμάτων, ἀλλ’ οὐχὶ πάντα τὰ φυσικά· καὶ γὰρ τὸ κυκλοφορητικὸν σῶμα φυσικὸν καὶ αὐτὸ ὂν κινήσεως μὲν ἀρχὴν ἔχει ἐν ἑαυτῷ, στάσεως δὲ οὐκ ἔχει ἀπαύστως κινούμενον.” μήποτε δὲ καὶ τὰ οὐράνια, κἂν μὴ μεταβάλλῃ ἀπὸ κινήσεως εἰς στάσιν, ἀλλ’ ὅμως ἔχει στάσιν καὶ αὐτὰ κατὰ τὸ κέντρον κατὰ τὸν ἄξονα κατὰ τοὺς πόλους κατὰ τὴν ὁλότητα. καὶ εἴπερ ἡ κίνησις αὐτῶν φυσική, καὶ ἡ στάσις ἂν εἴη τοιαύτη. ἀλλ’ οὐ πᾶσα στάσις ἠρεμία ἐστίν, ἀλλ’ ἡ μετὰ κίνησιν. κάλλιον οὖν ὁ Πορφύριος ἐφιστάνει “μήποτε ἐν τῷ “ἀρχῆς τινος καὶ αἰτίας τοῦ κινεῖσθαι καὶ ἠρεμεῖν” τὸ “καί” ἀντὶ τοῦ “ἤ” παρείληπται2 διὰ τὸ τινὰ τῶν φύσει κινεῖσθαι μὲν ἀεί, μηδέποτε δὲ ἠρεμεῖν. καὶ οὐ λέγω, φησί, τὸ θεῖον σῶμα (ἐξῄρηται γὰρ τῶν γενητῶν), ἀλλὰ τὸ πῦρ οὐδέποτε ἠρεμεῖ· ἢ γὰρ ἐπὶ τὸ ἄνω κάτω ἢ κύκλῳ κινεῖται. τινὰ δὲ τοῦ συναμφοτέρου τὴν φύσιν ἔχει.” τὰ τοίνυν φυσικὰ ἔνδον ἔχει ἐν ἑαυτοῖς τὴν αἰτίαν τῆς κινήσεως καὶ στάσεως καὶ οὐκ ἔξωθεν ὥσπερ τὰ τεχνητὰ καὶ τὰ δι’ ἄλλας αἰτίας γινόμενα. ὅταν δὲ λέγῃ ὁ Ἀλέξανδρος, ὅτι τὰ μὲν ἁπλᾶ τῶν σωμάτων μόνης τῆς κατὰ τόπον κινήσεως ἴσως ἂν ἐν αὑτοῖς τὴν ἀρχὴν ἔχοι, τὰ δὲ ζῷα πασῶν, τὰ δὲ φυτὰ παρὰ τὴν κατὰ τόπον τῶν ἄλλων, ἀξιώσομεν αὐτὸν ἢ μὴ τὴν ζῴων ὡς ζῴων μηδὲ τὴν φυτῶν ὡς φυτῶν κίνησιν ἐνταῦθα παραλαμβάνειν ἀλλὰ τὴν ὡς φυσικῶν σωμάτων, ἢ ὡς ὁλοσχερῶς τούτων εἰρημένων ἐκδέχεσθαι.

“而这一切显然与非依自然而构成的事物不同……直到另一些则依质变。” 他立意要探求自然究竟是什么,极其有条理地找出了依自然之物与非依自然而是由于某些其他原因之物的差异,并推论出这就是自然。而依自然之物与非依自然之物的区别,不在于别的任何东西,唯在于从自身具有运动与静止的本原。而他所说的本原,乃是作为动力因的原因。正如自然物显然在内部依自身运动——有些依处所运动(例如土向下方,火向上方),有些依生长与缩减运动(正如火自身,以及如果有某些岩石据记载就其整体体积而言会增大或缩减,因为这正是生长与缩减),有些则依质变运动(正如被加热和被稀薄化的水)——同样地,它们也从内部具有这种运动的静止。因为无论运动还是静止,既不是从外部而来的,也不是无限延伸的,而是在进至其固有形式的限度时停顿下来。 然而亚历山大指出:“他说在自身中具有运动与静止本原的,是前述的这些事物中的每一者,即动物、植物以及单纯物体,但并不是所有的自然物;因为进行圆周运动的身体本身固然也是自然物,且在自身中具有运动的本原,但由于不停歇地运动着,它并不具有静止的本原。”但难道天体不也是〔具有静止的〕吗?即使它们不从运动转变为静止,但它们自身在中心上、在轴线上、在极点上以及在整体上,仍然具有静止。而且假若它们的运动是自然的,它们的静止也应当是自然的。但并非所有的静止都是运动后的休止,唯有在运动之后的静止才是。因此波菲利更妥当地指出:“或许在‘运动和静止的某种本原与原因’这句话中,‘和’被用来代替‘或’,这是因为依自然之物中的某些事物一直在运动,而绝不静止。并且他说,我所说的并不是神圣的身体(因为它超出了可生成之物的范围),而是火绝不静止;因为火要么向上,要么向下,要么作圆周运动。但某些事物则具有兼具两者的自然。”因此,自然物在自身内部具有运动与静止的原因,而不是像技艺制品以及由于其他原因产生的事物那样从外部具有。 当亚历山大说单纯物体或许唯独在自身中具有处所运动的本原,动物具有一切运动的本原,植物则具有除处所运动之外的其他运动的本原时,我们将要求他:要么不要在这里把动物作为动物的运动、植物作为植物的运动采纳进来,而是把它们作为自然身体的运动采纳进来;要么把这些话理解为是就大体而言的。

语法注2 条
  1. 2.2προελθόντα ἵσταται

    分词 προελθόντα 为中性复数主格,与前句中作为主语的自然物(τὰ φυσικά)相一致。动词 ἵσταται 遵循中性复数主语使用单数动词的常规语法规则。

  2. 2.2τὸ “καί” ἀντὶ τοῦ “ἤ” παρείληπται

    此处引述了波菲利对亚里斯多德原文短语“运动和静止的”(τοῦ κινεῖσθαι καὶ ἠρεμεῖν)中连词 καί 的句法解读,认为它是析取性地代替了 ἤ(“或者”),从而使得仅具有运动而不具有静止的事物也能被包含在自然的定义中。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:264.4-265.6