- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:262.20-264.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘解释了动植物虽具有灵魂却仍被归为“依自然之物”的原因,指出较高等级的物体亦分有较低等的自然,并引用欧德谟的论述确证自然作为内在运动本原的定义。
καὶ ἔτι προελθὼν δὲ τὰ φυτευόμενα ξύλα βλαστάνειν διὰ τὴν φύσιν τὴν ἑαυτῶν φησι, καίτοι τῆς βλάστης καὶ πάσης γεννήσεως διὰ ψυχὴν ὑπαρχούσης. καὶ ὁ ἀποδοθεὶς τῆς ψυχῆς ὁρισμὸς ὁ λέγων αὐτὴν “ἐντελέχειαν εἶναι σώματος φυσικοῦ ὀργανικοῦ δυνάμει ζωὴν ἔχοντος” καὶ τοῖς φυτοῖς ἁρμόττει καὶ τοῖς ζῴοις, οὐκέτι δὲ τοῖς ἁπλοῖς τῶν σωμάτων οἷον γῇ καὶ πυρὶ καὶ τοῖς λοιποῖς· οὐ γάρ ἐστιν ὀργανικὰ ταῦτα. πῶς οὖν ἐνταῦθα βουλόμενος τὴν διαφορὰν εὑρεῖν τῶν φύσει πρὸς τὰ μὴ φύσει, ὡς ταύτης οὔσης τῆς φύσεως, τὰ ζῷα καὶ τὰ φυτὰ ὡς φύσει ὄντα παραλαμβάνει καίτοι κατὰ ψυχὴν χαρακτηριζόμενα; μήποτε οὖν φυσικὰ μὲν μόνα τὰ ἁπλᾶ τῶν σωμάτων ἐστί,1 κἂν ἔχῃ δὲ καὶ ψυχὴν τὰ ζῷα καὶ τὰ φυτὰ τὰ μὲν φυτικὴν τὰ δὲ ὀρεκτικήν, ἀλλὰ καὶ φύσιν ἔχει τὴν ἐνταῦθα ζητουμένην, ἣν καὶ τὰ ἁπλᾶ τῶν σωμάτων ἔχει. καὶ γὰρ τὰ τελειότερα τῶν σωμάτων τελειοτέρας ἔχοντα ζωὰς καὶ τὰς καταδεεστέρας ἔχει (οἷον ἄνθρωπος μὲν καὶ λογικὴν καὶ ὀρεκτικὴν καὶ φυτικὴν καὶ τὴν ἐνταῦθα ζητουμένην φύσιν), τὸ δὲ ἄλογον ζῷον πλὴν τῆς λογικῆς τὰς λοιπὰς καὶ τὸ φυτὸν τὴν φυτικὴν καὶ τὴν φύσιν, τὰ δὲ ἁπλᾶ τῶν σωμάτων καὶ τὰ σύνθετα ἐκ τούτων, ὡς σώματα μόνον σύνθετα οἷον λίθοι καὶ ξύλα καὶ ὀστᾶ καὶ ὅλως τὰ νεκρὰ σώματα τὴν φύσιν μόνην ὅτι ποτέ ἐστιν ἡ φύσις. καὶ τοῦτο ἀναγκαίως· εἴπερ ἡ ψυχὴ φυσικῷ σώματι ἐπιγίνεται ἐντελέχεια οὖσα σώματος φυσικοῦ ὀργανικοῦ, ὡς αὐτὸς ἐν τῇ Περὶ ψυχῆς ὡρίσατο. ἔτι δὲ εἰ ἡ φύσις τοῖς ἁπλοῖς ὑπάρχει τῶν σωμάτων, οὐ καθὸ ὀργανικὰ ἀλλὰ καθὸ σύνθετα ἐξ ὕλης καὶ εἴδους, ταῦτα δὲ καὶ τοῖς φυτοῖς ὑπάρχει καὶ τοῖς ζῴοις, εἴπερ καὶ ταῦτα ἐκ τῶν τεττάρων σύγκειται στοιχείων, δῆλον ὅτι καὶ τὰ τῶν ζῴων καὶ τὰ τῶν φυτῶν σώματα πρὸ τοῦ ζῴων καὶ φυτῶν εἶναι φυσικὰ πάντως ἐστί. καὶ διὰ τοῦτο ἴσως καὶ τὰ μέρη αὐτῶν προσέθηκε· τὸ γὰρ ὀστοῦν καὶ τὸ ξύλον ὄρεξιν μὲν ἢ φυτικὴν ψυχὴν οὐκέτι ἔχει, φύσιν δὲ ἔχει. καὶ τὴν διαφορὰν οὖν αὐτῶν τὴν πρὸς τὰ τεχνητὰ ἐνεδείξατο καὶ παρέλαβεν αὐτὰ καθὸ φυσικά, τὴν δὲ αὔξησιν προσεῖναι τοῖς φυσικοῖς εἶπεν ἢ ὡς οὔπω διορισθεῖσαν τίνων οἰκεία ἐστὶν ἢ ὡς καὶ τῶν κυρίως φυσικῶν τισιν ὥσπερ τῷ πυρὶ συγχωρουμένην ὑπάρχειν ὑπό τινων, νῦν παρέλαβεν ὡς φυσικήν. Καὶ ὅτι τὰ ζῷα καὶ τὰ φυτὰ οὐ καθὸ ζῷα καὶ φυτὰ παρέλαβεν ἐν τούτοις ὁ Ἀριστοτέλης ὡς φύσει ὄντα, ἀλλὰ καθὸ καὶ αὐτὰ φυσικά, δηλοῖ καὶ Εὔδημος ἐν τῷ πρώτῳ τῶν Φυσικῶν τάδε γράφων· “ἐπεὶ δὲ λέγομεν πολλὰ φύσει εἶναι (καὶ γὰρ ἵππον καὶ ἄνθρωπον καὶ πᾶν ζῷον καὶ τὰ τούτων μόρια ἔτι δὲ ἐλαίαν καὶ πᾶν φυτὸν καὶ τὰ μόρια αὐτῶν, καὶ πόαν καὶ ὅλως τὰ φυόμενα, ἔτι δὲ γῆν καὶ πῦρ καὶ πολλὰ τῶν ἀψύχων), τί πᾶσι τούτοις ὑπάρχει; ἡ μὲν γὰρ αἴσθησις ἴδιός ἐστι τῶν ζῴων καὶ πολλὰ ἕτερα, ἡ δὲ αὔξησις τῶν ζωτικῶν, κινεῖται δὲ πάντα ὡς εἰπεῖν (καὶ γὰρ ξύλον καὶ χαλκὸς καὶ πῦρ καὶ ὅλως πᾶν σῶμα), οὐχ ὁμοίως δὲ πάσας τὰς κινήσεις· οἷον ὁ λίθος καὶ πάντα ὅσα βάρος ἔχει ἄνω μὲν καὶ εἰς τὸ πλάγιον ὑφ’ ἑτέρου, κάτω δὲ ὑφ’ ἑαυτοῦ, τὸ δὲ πῦρ κάτω μὲν ὑφ’ ἑτέρου, ἄνω δὲ καθ’ αὑτό. καὶ τὸ μὲν ξύλον καθ’ αὑτὸ κινεῖται κάτω, ἡ δὲ κλίνη ᾗ ξυλίνη, οὐχ ᾗ κλίνη. πτερίνη γὰρ γενομένη οὐκ οἰσθήσεται κάτω.” εἰ δὴ τὰ μὲν τεχνητὰ οὐ κινεῖται καθ’ αὑτά, ἀλλ’ ἢ ἐκ τοιούτων ἐστί, τὰ δὲ φυσικά, ταῦτα δὲ τὰς μὲν ὑφ’ ἑτέρου τῶν κινήσεων κινεῖται, τὰς δὲ καθ’ αὑτά, καὶ τὰς μὲν ὑφ’ ἑτέρου παρὰ φύσιν φαμὲν αὐτοῖς εἶναι, τὰς δὲ ὑφ’ αὑτῶν κατὰ φύσιν, τὸ δὲ κινεῖσθαι κατὰ φύσιν αὐτοῖς ἂν εἴη μὴ οὐκ ἔξωθεν τοῦ αἰτίου ὄντος ἀλλ’ ἐν αὐτοῖς,2 ἆρα οὖν τὴν τοιαύτην ἀρχὴν τῆς κινήσεως φατέον τὴν φύσιν εἶναι, ἐπειδὴ πᾶσι τοῖς κατὰ φύσιν ὑπάρχουσα τυγχάνει; εἰ δὲ οὕτως, ἡ φύσις γίνεται ἀρχὴ κινήσεως ἐν αὐτοῖς καὶ καθ’ αὑτά.
而且进一步前行,他说被插植的木条发芽是由于它们自身的自然,尽管发芽和一切繁衍都是由于灵魂才存在的。并且关于灵魂所给出的那个说它是“潜在具有生命的自然有机身体的隐德来希”的定义,既适合于植物,也适合于动物,但不再适合于单纯物体,如土、火及其他,因为这些并不是有机的。那么,他既然在这里希望找出依自然之物与不依自然之物的区别,就像这就是自然一样,为什么把动物和植物当作依自然之物来采纳呢,尽管它们是依据灵魂被规定其特征的?难道不是这样吗:固然唯有单纯物体是自然的,而即使动物和植物具有灵魂(后者具有植物性灵魂,前者具有欲求性灵魂),它们也同时具有这里所探求的自然,即单纯物体也具有的自然?事实上,较完满的身体具有较完满的生命,同时也具有较低等的生命(例如人既具有理性生命、欲求生命、植物生命,也具有这里所探求的自然);非理性动物除了理性生命之外具有其余的生命,植物具有植物生命和自然;而单纯物体以及由它们构成的复合体,作为仅仅复合的身体(例如石块、木材、骨头以及一般而言没有生命的尸体),无论自然究竟是什么,唯独具有自然。而且这是必然的,假若灵魂确实是产生于自然身体之上、作为自然有机身体的隐德来希,正如他自己在《论灵魂》中所定义的那样。再者,如果自然属于单纯物体,并非就其是有机物而言,而是就其由质料和形式构成而言,并且这些也属于植物和动物(假若它们也是由四元素构成的),那么显而易见,动物和植物的身体在作为动物和植物之前,完全是自然的。也许正是由于这个缘故,他又加上了“它们的部分”;因为骨头和木材已不再具有欲求或植物性灵魂,却具有自然。因此,他既指出了它们相对于技艺制品的差异,并将它们作为自然物来采纳;而他说生长属于自然物,要么是因为尚未明确限定生长究竟特属于哪些事物,要么是因为某些人承认生长也属于某些严格意义上的自然物(如火),他现在便将它当作自然的来采纳。 并且,亚里斯多德在这些事物中并非就动物和植物作为动物和植物采纳为依自然之物,而是就它们本身也是自然物而言采纳的,欧德谟在《物理学》第一卷中写下的这段话也表明了这一点: “既然我们说许多事物是依自然的(事实上,马、人、一切动物以及它们的部分,还有橄榄树、一切植物以及它们的部分,草以及一般生长的植物,还有土、火以及许多无灵魂之物),那么属于这一切事物的究竟是什么呢?因为感觉和许多其他事物是动物所特有的,生长是具有生命之物所特有的,但可以说一切事物都在运动(木材、青铜、火以及一般的每一个身体);但并不是在所有的运动上都同样如此:例如石头以及所有具有重量之物,向上和向侧方是由他物推动的,但向下是由自身推动的;而火向下是由他物推动的,向上是由其自身推动的。木材依其自身向下运动,床则是就其是由木材制成的而言,而不是就其是床而言;因为若是用羽毛制成的,它就不会向下运动”。 如果说技艺制品并不是依自身运动,而只是由这类自然物构成的,自然物则在某些运动上由他物推动,在另一些运动上依自身运动,并且我们说由他物推动对它们而言是违反自然的,由自身推动则是符合自然的,而符合自然地运动对它们而言是由于原因不在外部而在它们自身内部,那么难道不应当说,这种运动的本原就是自然吗,既然它碰巧属于一切符合自然之物?如果这样,自然便成了在它们自身之中并且依其自身的运动本原。
- 2.1μήποτε οὖν φυσικὰ μὲν μόνα τὰ ἁπλᾶ τῶν σωμάτων ἐστί
μήποτε 是引导审慎推测或提出自己看法的习用表达(“难道不是……”)。它与接下来的 κἂν ἔχῃ... ἀλλὰ καὶ... 相呼应,提出了自己的解答:唯有单纯物体是最严格意义上的自然物,而动植物也在较低层级上兼具该自然。
- 2.1τὸ δὲ κινεῖσθαι κατὰ φύσιν αὐτοῖς ἂν εἴη μὴ οὐκ ἔξωθεν τοῦ αἰτίου ὄντος ἀλλ’ ἐν αὐτοῖς
在句法结构上,主语是冠词加不定词短语 τὸ κινεῖσθαι κατὰ φύσιν,谓语动词是表示潜在可能的希求法 ἂν εἴη,而 μὴ οὐκ ἔξωθεν τοῦ αἰτίου ὄντος ἀλλ’ ἐν αὐτοῖς 是表示条件或原因的属格绝对结构。μὴ οὐκ 在假设性语境中构成双重否定,强调了肯定的条件:“由于原因不是在外部,而是在它们自身之中”。
