← 辛普里丘

亚里士多德《物理学》注释

§261.5-262.20

依自然存在之物与出于其他原因之物的区分

辛普里丘对《物理学》第二卷开头(192b8)引向自然定义的文字进行注释,梳理了依自然存在之物(动植物、其部分、单纯物体)与出于其他原因(理性、技艺、偶然、自发)之物的区分,辨析了亚历山大关于自然物与技艺制品之部分的见解,并提出了关于动植物中自然与灵魂功能界分的疑难。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.1#1

" Τῶν ὄντων τὰ μέν ἐστι φύσει, τὰ δὲ δι’ ἄλλας αἰτίας ἕως τοῦ καὶ τὰ τοιαῦτα φύσει φαμέν." Πρὸ τῶν ἄλλων ἁπάντων τί ποτέ ἐστιν ἡ φύσις ζητεῖ τε καὶ ἀποδείκνυσιν· οὔτε γὰρ τὸ φύσει οὔτε τὸ κατὰ φύσιν οὔτε ἄλλο τι τῶν φυσικῶν καθὸ φυσικὰ γνῶναι δυνατὸν τῆς φύσεως ἀγνοουμένης. εὑρίσκει δὲ τί ποτέ ἐστιν ἡ φύσις ἀπὸ τῆς διαφορᾶς τῶν φύσει πρὸς τὰ μὴ φύσει. φύσει δὲ λέγει τὰ διὰ φύσιν ὑφεστῶτα, οὐ φύσει δὲ τὰ δι’ ἄλλας αἰτίας, ἐπειδὴ πολλὰ καὶ ἄλλα τῶν γινομένων ἐστὶν αἴτια. καὶ γὰρ νοῦς καὶ λόγος πρακτικὸς ἢ ποιητικός, ὃς μετὰ μὲν ὀρέξεως προαίρεσις γινόμενος τὰ κατὰ ἀρετὴν καὶ κακίαν ἀποδίδωσιν1 οἷον δικαίαν πρᾶξιν καὶ ἄδικον, χωρὶς δὲ ὀρέξεως τὰ κατὰ τέχνην οἷον κλίνην οἰκίαν αὔλησιν. γίνεται δέ τινα καὶ διὰ τύχην ὥσπερ θησαυροῦ περίπτωσις, καὶ ἐκ ταὐτομάτου ὡς τέρατος γένεσις ἢ λίθου κατάπτωσις εἰς καθέδρας θέσιν. λαβὼν οὖν ὡς ἐναργὲς τὸ γίνεσθαί τινα καὶ δι’ ἄλλας αἰτίας, τίνα ἐστὶ τὰ φύσει λοιπὸν ἐφεξῆς ἐπάγει, φύσει λέγων εἶναι τά τε ζῷα καὶ τὰ φυτὰ καὶ τὰ τούτων μέρη καὶ τὰ ἁπλᾶ τῶν σωμάτων. οὔτε γὰρ προαίρεσις τούτων αἰτία, εἴπερ ἀόριστος μὲν ἡ προαίρεσις, ὡρισμένη δὲ ἡ τούτων γένεσις· οὔτε ἀπὸ τύχης ἢ ἐκ ταὐτομάτου· τὰ γὰρ τοιαῦτα ἐπ’ ἔλαττον, τὰ δὲ διὰ φύσιν ὡς ἐπὶ πλεῖστον· οὔτε ἀπὸ τέχνης· τὰ γὰρ ἀπὸ τέχνης ἔξωθεν γίνεται, ταῦτα δὲ ἔνδοθεν. δῆλον δὲ ὅτι πάντα ταῦτα φύσει λέγεται ὁμοίως, καθ’ ὅσον ἔχει τι κοινόν. οὔτε οὖν κατὰ τὴν αἴσθησιν (αὕτη γὰρ τῶν ζῴων ἰδία) οὔτε κατὰ τὸ τρέφεσθαι καὶ αὔξεσθαι καὶ γεννᾶν ὅμοια, ἀλλὰ κατὰ τὰς φυσικὰς ἰδίως καλουμένας κινήσεις τάς τε κατὰ τόπον χωρὶς ψυχικῆς ὁρμῆς γινομένας καὶ τὰς κατὰ ἀλλοίωσιν καὶ γένεσιν καὶ φθορὰν καὶ αὔξησίν τινα καὶ μείωσιν. εἰπὼν δὲ καὶ τὰ ζῷα, προσέθηκε καὶ τὰ τούτων μέρη, “διότι, φησίν Ἀλέξανδρος, τῶν φύσει ὄντων καὶ τὰ μέρη φύσει· τῶν μὲν γὰρ τεχνητῶν τὰ μέρη οὐ πάντα τεχνητά (τῆς γὰρ οἰκίας οὔσης κατὰ τέχνην τὰ μὲν τῶν μερῶν διὰ τέχνην ἐστί, τὰ δὲ διὰ φύσιν, πλίνθοι μὲν καὶ θύραι διὰ τέχνην, λίθοι δὲ καὶ ξύλα φυσικά), τῶν δὲ φυσικῶν τὰ μέρη καὶ αὐτὰ διὰ φύσιν εἰσί. καὶ τοῦτο εἰκότως· ταῖς μὲν γὰρ τέχναις ὑπόκειται τὰ φυσικὰ σώματα (διὸ τῶν κατὰ τέχνην γινομένων καὶ ταῦτα μέρη), τοῖς δὲ φύσει γινομένοις καὶ τὰ ὑποκείμενα φυσικά· διὸ καὶ τὰ τούτων μέρη φυσικὰ πάντα”. μήποτε δὲ ἐπιστῆσαι χρὴ τοῖς εἰρημένοις. καὶ γὰρ εἰ μὲν μέρη λέγομεν τὰ κυρίως,2 καὶ τῶν τεχνητῶν τὰ μέρη τεχνητά ἐστι. καὶ γὰρ τοῦ ἀνδριάντος ἡ κεφαλὴ καὶ οἱ πόδες τεχνητά ἐστι καὶ τοῦ οἴκου τὰ μέρη ἀνδρῶνες καὶ γυναικωνίτιδες καὶ στοαί. εἰ δὲ μέρη καὶ τὰ στοιχεῖα καλοῦμεν, οἷά ἐστι ξύλα καὶ λίθοι καὶ τὰ τοιαῦτα τῶν οἴκων, καὶ ἐπὶ τῶν φυσικῶν τὰ πρῶτα στοιχεῖα οὐκ ἔστι φυσικά· οὐδὲ γὰρ ἡ ὕλη φυσικὴ καθ’ αὑτὴν ἀκίνητος οὖσα. ἀλλ’ ἴσως ἔστι τις καὶ ἐν τούτοις διαφορά· καὶ γὰρ ἐπὶ μὲν τῶν τεχνητῶν καὶ τὰ προσεχῆ στοιχεῖα φυσικά ἐστι καὶ οὐ τεχνητὰ οἷον ἐπὶ ἀνδριάντος χαλκὸς καὶ ἐπὶ οἴκου ξύλα καὶ λίθοι, ἐπὶ δὲ τῶν φυσικῶν εἰ καὶ τὸ ἔσχατον ὑποκείμενον μὴ ἔστι φυσικὸν οἷον ἡ ὕλη, ἀλλὰ τὰ προσεχῆ φυσικά ἐστιν ὡς τὰ τέτταρα στοιχεῖα· καὶ εἴη ἄν τις οὕτως κατὰ τοῦτο τῶν φύσει καὶ τῶν μὴ φύσει διαφορά. Ἀλλὰ πῶς τὰ ζῷα καὶ τὰ φυτὰ φύσει καὶ διὰ φύσιν εἶναί φησιν ἔμψυχα ὄντα ταῦτα καὶ διὰ ψυχὴν ὄντα ἅπερ ἐστί; καὶ γὰρ τὸ ζῷον ὁριζόμενοι οὐσίαν ἔμψυχον αἰσθητικὴν αὐτό φαμεν, καὶ τὸ φυτὸν ὑπὸ τῆς φυτικῆς ἐψύχωται ψυχῆς τῆς τρέφεσθαι καὶ αὔξεσθαι καὶ γεννᾶν ὅμοια ποιούσης.3 καὶ τὸ θαυμαστὸν ὅτι προελθὼν ὀλίγον αὐτὸς ὁ Ἀριστοτέλης τὰ κατὰ αὔξησιν καὶ φθίσιν ἤτοι μείωσιν κινούμενα ὡς φυσικὰ τοῦτο πάσχειν φησὶ καίτοι ἐν τῇ Περὶ ψυχῆς τῇ φυτικῇ ψυχῇ προσήκειν λέγων τὸ τρέφειν καὶ αὔξειν καὶ μειοῦν.

“在存在的事物中,有些是依自然的,另一些则是由于其他原因,直到,并且这类事物我们说是依自然的。” 在一切其他事情之前,他探求并证明了自然究竟是什么;因为在自然不被认识的情况下,无论依自然之物、符合自然之物,还是自然事物中的任何其他事物,就其作为自然事物而言,都是不可能被认识的。而他是从依自然之物与不依自然之物的区别中,发现自然究竟是什么的。他把由于自然而持存的事物称为“依自然”,而把由于其他原因的事物称为“不依自然”,因为生成之物的原因还有很多其他种。事实上,既有理智,也有实践的或制作的理性,后者伴随着欲求而成为抉择时,便产生合乎德性与恶劣的事物,如正义的行径与不正义的行径;而在没有欲求时,便产生依技艺的事物,如床、房屋、吹笛。某些事物也是由于偶然生成的,比如偶然拾获宝藏;还有些事物是出于自发的,比如怪胎的产生,或石头坠落到适于就坐的位置。因此,在把“某些事物也由于其他原因而生成”当作显而易见的事实之后,接下去他顺理成章地引出了哪些事物是依自然的,指出动物、植物、它们的部分以及单纯物体都是依自然的。因为抉择并不是这些事物的原因(假若抉择是不确定的,而这些事物的生成是确定的);它们也不是出于偶然或出于自发(因为这类事物是在较少数情况下发生的,而由于自然的事物是在大多数情况下发生的);它们也不是出于技艺(因为出于技艺的事物是从外部生成的,而这些事物是从内部生成的)。显而易见,所有这些事物之所以同样被称为依自然,在于它们具有某种共同点。因此,这既不是依据感觉(因为这是动物所特有的),也不是依据摄取营养、生长以及产生同类,而是依据专门被称为自然的运动:那些不伴随灵魂冲动而发生的依位置运动,以及依质变、生成、毁灭和某种生长与缩减的运动。在说了“动物”之后,他又加上了“它们的部分”,“因为,亚历山大说,在依自然存在的事物中,部分也是依自然的(而在技艺制品中,其部分并不全都是合乎技艺的;因为虽然房屋是依技艺的,但其部分有些是由于技艺,有些则是由于自然,砖和门是由于技艺,石块和木材则是自然的);然而对于自然之物,其部分本身也是由于自然。这是合情合理的:因为自然物体作为底层基质处于诸技艺之下(因此对于依技艺生成之物,这些物体也是其部分),而对于依自然生成之物,其底层基质也是自然的;因此它们的部分全都是自然的”。然而,也许应当对所说的这些话予以留意。因为如果我们所说的部分是指严格意义上的部分,那么技艺制品的部分也同样是合乎技艺的。事实上,雕像的头和脚是合乎技艺的,房屋的部分如男宾厅、女居室和柱廊也是如此。但如果我们把诸如木材、石块以及房屋的这类元素也称为部分,那么在自然之物的情形下,最先的元素也不是自然的;因为质料本身由于是不动的,也不是自然的。不过在这些事物中或许也存在着某种差异:因为在技艺制品的情形下,甚至近邻的元素也是自然的而非合乎技艺的(例如雕像上的青铜,房屋中的木材与石块);而在自然之物的情形下,即便最终的底层基质(如质料)不是自然的,但近邻的基质却是自然的,就像四元素那样;这样一来,依自然之物与不依自然之物在这一点上就会存在某种差异。但是,既然动物和植物是有灵魂的,并且正是通过灵魂才成为它们所是的所是,他又怎能说它们是依自然并且由于自然而存在的呢?因为在定义动物时,我们说它是具有灵魂的感觉实体,而植物也是由使〔它〕摄取营养、生长和繁衍同类的植物性灵魂赋予其生命的。令人惊奇的是,亚里斯多德本人在稍后前行不远处就说,依生长与衰退(即缩减)而运动的事物是作为自然事物来承受这一点的,尽管在《论灵魂》中他曾说过滋养、生长和缩减属于植物性灵魂。

语法注3 条
  1. 2.1ὃς μετὰ μὲν ὀρέξεως προαίρεσις γινόμενος τὰ κατὰ ἀρετὴν καὶ κακίαν ἀποδίδωσιν

    关系代词 ὃς 的先行词是前面整个复合表述 νοῦς καὶ λόγος πρακτικὸς ἢ ποιητικός,或者更具体而言是邻近的阳性名词 λόγος。分词 γινόμενος 伴随主句动词 ἀποδίδωσιν,表示伴随状况或条件/手段,指理性与欲求结合而成为抉择,从而产生合乎德性与恶劣的作为。

  2. 2.1εἰ μὲν μέρη λέγομεν τὰ κυρίως

    名词 μέρη 是动词 λέγομεν 的直接宾语,中性复数带冠词的副词性表达 τὰ κυρίως(“严格/本来意义上的事物”)作宾语补足语或同位语,意为“如果我们把严格意义上的东西称为部分”。

  3. 2.1τῆς τρέφεσθαι καὶ αὔξεσθαι καὶ γεννᾶν ὅμοια ποιούσης

    阴性属格单数分词 ποιούσης 修饰前文的 τῆς φυτικῆς ψυχῆς。并列的不定词 τρέφεσθαι、αὔξεσθαι 和 γεννᾶν 依赖于 ποιούσης 构成致使结构(ποιέω + 不定词,意为“使……摄取营养、生长和繁殖”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:261.5-262.20