← 辛普里丘

亚里士多德《物理学》注释

§260.9-261.4

第二卷论题的顺序与结构的明晰性

辛普利丘阐明了亚里士多德在《物理学》第二卷中依次讨论自然的规定、诸学科(数学、医学、物理学)的区分、四因以及偶然与自发的原因,并赞扬了本卷论题安排与文辞的明晰性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.0#2

καὶ ἄλλως δὲ οἰκεῖος ἦν ἐν τούτοις ὁ περὶ τῆς φύσεως λόγος. ἐν μὲν γὰρ τῷ πρώτῳ βιβλίῳ κοινὰς ἀρχὰς πάσης ἐζήτει μεταβολῆς. διὸ καὶ τῶν κατὰ τέχνην μεταβολῶν παραδείγματα παρελάμβανε τὸ μουσικὸν καὶ ἄμουσον τιθείς, ἐντεῦθεν δὲ λοιπὸν τὰ φύσει πρὸς τὰ μὴ φύσει διορίσας, περὶ τῶν φυσικῶν διαλέγεται τὰ τεχνικὰ παρείς. ἀναγκαίως οὖν περὶ φύσεως καὶ τῶν φύσει καὶ τῶν κατὰ φύσιν ὄντων λέγει χωρίσας αὐτὰ πρῶτον τῶν μὴ φύσει. καὶ γὰρ ἐν τῷ τέλει τοῦ πρώτου βιβλίου περὶ τῶν φυσικῶν καὶ φθαρτῶν εἰδῶν ἐρεῖν ἐφεξῆς ἐπηγγείλατο. ὅλως δὲ τῷ περὶ τῶν φυσικῶν πραγματευομένῳ ἀναγκαία ἡ γνῶσις τῆς τε φύσεως καὶ τοῦ φύσει καὶ κατὰ φύσιν καὶ τοῦ φύσιν ἔχειν, τί τέ ἐστιν ἕκαστον αὐτῶν καὶ τί διαφέρουσιν ἀλλήλων. τούτων δὲ πάντων ἡ τῆς φύσεως γνῶσις προηγεῖται. διὸ καὶ περὶ πρώτης αὐτῆς διδάσκει τὸ μὲν εἰ ἔστιν οὐκ ἀξιῶν ζητεῖν διὰ τὸ ἐναργῆ τὴν ὑπόστασιν αὐτῆς εἶναι, ὡς αὐτὸς μετὰ τὸ τί ἐστιν ἀπολογήσεται πλείονα περὶ τούτου λέγων, τί δέ ἐστιν ἡ φύσις ἀποδείκνυσι καὶ τούτῳ τὸ εἰ ἔστι συναποδείκνυται. καὶ ἐπειδὴ τῶν ὑπὸ φύσεως διοικουμένων ἐφάπτεται καὶ μαθηματικὸς καὶ ἰατρὸς καὶ ὁ οὕτως καλούμενος φυσικός, τὴν τούτων πρὸς ἀλλήλους παρίστησι διαφοράν, μεταξὺ τὰ περὶ τῶν αἰτίων ἀνακαθαιρόμενος1 ποσαχῶς τε λέγεται καὶ καθ’ ἕκαστον σημαινόμενον παραδείγματα προστιθείς. ἐπειδὴ δέ τινες καὶ τὴν τύχην καὶ τὸ αὐτόματον αἴτια λέγουσιν, ὅσοι ἐκ τύχης καὶ ἐκ ταὐτομάτου γίνεσθαί τινά φασι, καὶ οἷς ἀκολουθεῖ τοῦτο ἐξ ὧν λέγουσι, κἂν μὴ συναισθάνωνται τῆς ἀκολουθίας, ὡς τοῖς δύο τὰς ἀνωτάτω ἀρχὰς ποιοῦσιν (εἴτε γὰρ θεὸν καὶ ὕλην λέγουσι, πῶς συνέδραμε τὸ τὸν μὲν ποιεῖν, τὴν δὲ πάσχειν, μὴ ὄντος ἄλλου τινὸς τῆς συνδρομῆς αἰτίου; ἐκ τύχης οὖν καὶ ἐκ ταὐτομάτου τὸ τοιοῦτον καὶ οὐδὲ ἐπακολουθούντων ἀλλὰ προυπαρχόντων τούτων· καὶ οἱ τὸ ἀγαθὸν δὲ καὶ τὸ κακὸν ἀρχὰς λέγοντες τήν τε εἰς τὰ ἐναντία διάστασιν ἐκ τύχης ἢ ἐκ ταὐτομάτου ἐροῦσι καὶ τὴν ἐξ ἀρχῆς αὐτοῖς τοῦ τόπου γενομένην διανέμησιν), διὰ τοῦτο τοίνυν καὶ περὶ τύχης καὶ περὶ αὐτομάτου διαρθροῖ, φιλοκάλως ἐν τούτοις ἐπισκήπτων τοῖς πρὸ αὐτοῦ, διότι καὶ ὡς αἴτια ταῦτα παραλαμβάνοντες οὐδὲν περὶ αὐτῶν εἶπον. σαφεστέρᾳ δὲ τῇ διδασκαλίᾳ ἐν τούτῳ χρῆται τῷ βιβλίῳ κατά τε τὴν τάξιν τῶν προβλημάτων καὶ κατὰ τὴν λέξιν εὐπαρακολουθήτως διαγινόμενος.

而且在另一层意义上,关于自然的讨论在这些地方也是适宜的。因为在第一卷中,他探求的是一切变化的共同本原;因此他也选取了依据技艺而变化的事例,设定了“有音乐修养的”与“无音乐修养的”,但从此开始,在把依自然之物与不依自然之物区分开来之后,他就略去技艺之物,探讨自然之物。因此,必然地,在首先把它们与不依自然之物分开之后,他论述了关于自然、依自然之物以及符合自然之物。事实上,在第一卷末尾,他就曾预告接下去要论述关于自然的和可毁灭的形式。总体而言,对于从事自然事物研究的人来说,关于自然、依自然之物、符合自然之物以及“具有自然”的认识——它们每一个是什么以及它们彼此有何区别——都是必然的。而在所有这些认识中,关于自然的认识在先。因此他也首先讲授关于自然本身的知识,他不认为值得去探求自然是否存在,因为它的实在性是显明的——正如他自己在说明了它是什么之后将通过论及更多关于此点的内容而为之辩护的那样——,但他证明了自然是什么,并且凭借这一点,自然是否存在也同时得到了证明。又由于数学家、医生以及所谓的自然哲学家都触及由自然所统辖的事物,他便阐明了他们彼此之间的区别,在此期间理清了关于原因的事情,即原因在多少种意义上被述说,并为每一种含义补充了事例。此外,既然有些人也把偶然和自发说成原因——凡是主张某些事物出于偶然和出于自发生成的人,以及凡是从其言论中必然得出这一结论的人,即使他们并未觉察到这一推论,正如那些设定两项最高本原的人那样(因为如果他们主张神与质料,在不存在这一汇聚的任何其他原因的情况下,一者施作而另一者承受的汇聚又是如何发生的呢?因此,这种汇聚出于偶然和出于自发,并且这些甚至不是后随而至,而是预先存在的;而那些把善与恶说成本原的人,也将把向着相反者的离析以及起初发生在它们身上的位置分配说成出于偶然或出于自发)——,正是由于这个缘故,他也对关于偶然和关于自发作了分节阐发,在这些问题上巧妙地责备了他的前人,因为他们虽然把这些当作原因来采纳,却对它们未发一言。而且他在这一卷中采用了更为明晰的讲授法,无论就论题的次序还是就措辞而言,都以易于跟循的方式展开。

语法注2 条
  1. 2.0μεταξὺ τὰ περὶ τῶν αἰτίων ἀνακαθαιρόμενος

    副词 μεταξύ 在此在时间或论述顺序上意为“在此期间”或“在中间”,修饰中间态分词 ἀνακαθαιρόμενος(“自行清理、梳理”)。它指在论述数学家、医生与自然哲学家的区别的过程中,插叙了对诸原因的辨析。

  2. 2.0ἐπειδὴ δέ τινες καὶ τὴν τύχην καὶ τὸ αὐτόματον αἴτια λέγουσιν, ὅσοι ἐκ τύχης καὶ ἐκ ταὐτομάτου γίνεσθαί τινά φασι, καὶ οἷς ἀκολουθεῖ τοῦτο ἐξ ὧν λέγουσι, κἂν μὴ συναισθάνωνται τῆς ἀκολουθίας, ὡς τοῖς δύο τὰς ἀνωτάτω ἀρχὰς ποιοῦσιν (...) διὰ τοῦτο τοίνυν καὶ περὶ τύχης καὶ περὶ αὐτομάτου διαρθροῖ

    该长句的骨架是由 ἐπειδὴ δέ τινες... αἴτια λέγουσιν 引导的原因从句与主句 διὰ τοῦτο τοίνυν καὶ περὶ τύχης καὶ περὶ αὐτομάτου διαρθροῖ 构成的呼应关系。主语 τινες 由关系从句 ὅσοι... φασι 与与格关系结构 οἷς ἀκολουθεῖ τοῦτο... ὡς τοῖς... ποιοῦσιν(受 ἀκολουθεῖ 支配的关系与格)作同位展开,并在进入主句动词前插入了长篇括号性质的论证。

    未在正文中定位

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:260.9-261.4