← 辛普里丘

亚里士多德《物理学》注释

§259.3-260.8

第二卷导论与先行考察自然的三点理由

辛普利丘作为《物理学》第二卷的导论,结合第一卷对质料与匮乏等元素性本原的阐明,解释了亚里士多德在探讨形式因与动力因之前,为何在卷首首先对“自然”进行定义与考察的三点理由。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.0#1

Προθέμενος ἐν ταύτῃ τῇ πραγματείᾳ τὰς ἀρχὰς καὶ αἰτίας τῶν φύσει συνεστώτων παραδοῦναι,1 ἐπειδὴ τῶν ἀρχῶν αἱ μέν εἰσι στοιχειώδεις αἱ δὲ ποιητικαὶ αἱ δὲ τελικαί, πρῶται δὲ προσπίπτουσιν ἡμῖν αἱ στοιχειώδεις, διότι τὸ γνωστὸν πρὸς τὴν ζήτησιν τῶν ἑαυτοῦ αἰτίων ἀνερεθίζει τὸν γινώσκοντα ἐκ τῆς οἰκείας φύσεως καὶ τῆς οἰκείας συστάσεως, ἣν τὰ ἐνυπάρχοντα αὐτῷ στοιχεῖα συνίστησι, διὰ τοῦτο ἐν τῷ πρώτῳ βιβλίῳ μετὰ τὸ τὰς δόξας ἱστορῆσαί τε καὶ διαβασανίσαι τῶν φυσικῶν, τὰς στοιχειώδεις ἀρχὰς ἀνευρίσκει πρώτας δεικνὺς ἐκ τῶν ἐναντίων εἶναι τὰς γενέσεις, ὧν κοινότατον τό τε εἶδος καὶ ἡ στέρησις, καὶ ἔτι ἐκ τοῦ τοῖς ἐναντίοις ὑποκειμένου, καὶ δὴ καὶ περὶ τῆς ὕλης ὅτι τέ ἐστιν ἀποδείξας καὶ ὅτι ὑποκείμενον τοῖς ἐναντίοις καὶ ἐνυπάρχουσα τῷ συνθέτῳ καὶ τίνι τρόπῳ γνώσεως τῷ φυσικῷ ληπτὴ καὶ κατὰ τί διαφέρει τῆς στερήσεως καὶ ἔτι ὅτι ἀγένητος καὶ ἄφθαρτος, καὶ ὅσα ἄλλα τῶν τοῦ φυσικοῦ μέτρων ἦν περὶ αὐτῆς εἰπεῖν. ὁμοίως δὲ καὶ περὶ τῆς στερήσεως ὅτι τέ ἐστιν ἀποδείξας καὶ ὅτι ἀπουσία τοῦ εἴδους ἐν τῷ πεφυκότι καὶ ὅτι καθ’ αὑτὸ μὲν μὴ ὄν, κατὰ συμβεβηκὸς δὲ ὄν, καὶ ὅτι οὐχ ὡς ἐνυπάρχον αἴτιόν ἐστιν αὕτη, ἀλλὰ κατὰ συμβεβηκός (τῷ γὰρ ἀπεῖναι), καὶ ὅτι γενητὴ καὶ φθαρτή· ταῦτα οὖν πάντα δείξας καὶ μέλλων ἀκολούθως καὶ περὶ τῆς κατὰ τὸ εἶδος ἀρχῆς λέγειν τῆς στοιχειώδους τὰ σύμμετρα τῷ φυσικῷ καὶ οὕτως ἐπὶ τὸ ποιητικὸν καὶ τελικὸν αἴτιον μεταβαίνειν, ἐπειδὴ τὸ εἶδος καὶ ὡς στοιχεῖον ἐνυπάρχει τῷ συνθέτῳ καὶ ὡς ποιητικὸν αἴτιον κατὰ τὴν φύσιν καὶ τὸν λόγον θεωρούμενον,2 εἰκότως καὶ περὶ τοῦ εἰδικοῦ καὶ περὶ τοῦ ποιητικοῦ αἰτίου διδάσκειν ὀφείλων περὶ τῆς φύσεως ἐν ἀρχῇ διαλέγεται, ἣν καὶ ὡς εἶδος καὶ ὡς ποιοῦν αἴτιον οὖσαν ἀποδείξει. δεύτερον δὲ ἐπειδὴ οἱ μὲν τὴν ὕλην οἱ δὲ τὸ εἶδος ἔλεγον εἶναι τὴν φύσιν καὶ κυριώτερον μᾶλλον λέγουσιν οἱ τὸ εἶδος λέγοντες, ἀναγκαίως πρὸς τὴν τοῦ εἴδους ἀπὸ τῆς ὕλης διάκρισιν τὴν τῆς φύσεως θεωρίαν προλαμβάνει. καὶ τρίτον εἰ ἡ μὲν ὕλη καὶ ἡ τοῖς φυσικοῖς καὶ ἡ τοῖς τεχνητοῖς ὑποκειμένη τὴν αὐτὴν ἔχει θεωρίαν, τὸ δὲ εἶδος τὸ μὲν τεχνητὸν ἔξωθεν ἔχει πᾶσαν τὴν τῆς κινήσεως ἀρχήν, τὸ δὲ φυσικὸν ἔνδοθεν, ἔδει τὸν μέλλοντα περὶ φυσικοῦ λέγειν εἴδους τὰ φύσει τῶν μὴ φύσει πρῶτον διορίζειν.

在这部专著中,他既已打算传授依自然而构成之物的诸本原与原因,又由于诸本原中有些是元素性的,有些是动力性的,有些是目的性的,而元素性本原最先呈现在我们面前——因为可知之物从自身固有的自然以及由内在于其中的元素所构成的固有组织出发,促使认识者去探寻它自身的原因——,因此在第一卷中,在叙述并审查了自然哲学家们的意见之后,他最先发现了元素性本原,表明生成出于对立者(其中最普遍的是形式与匮乏),并且进一步出于作为对立者之底层的载体;事实上,关于质料,他也证明了它存在,并且是作为对立者之底层且内在于复合物之物,自然哲学家以何种认识方式能够把握它,它在何种方面不同于匮乏,以及它是未生成且不可毁灭的,并论述了属于自然哲学家的分寸所当论及关于质料的所有其他事情。同样,关于匮乏,他也证明了它存在,并且它是具有自然承受能力者对形式的缺乏,并且就自身而言是非存在,而偶性地是存在,以及它不是作为内在成分而是偶性地(通过其缺席)作为原因,并且是可生成且可毁灭的;因此,在指明了这一切之后,并且既然接下来也准备就形式方面的元素性本原论述符合自然哲学家分寸的事情,并进而过渡到动力因与目的因,又因为形式既作为元素内在于复合物之中,在依自然和定义被考察时又作为动力因,故而理所当然地,作为有责任讲授属形式原因和动力原因的人,他首先探讨了自然,他将证明自然既作为形式存在,又作为施作的原因存在。其次,既然有人主张质料是自然,有人主张形式是自然,而主张形式的人说得更为本真,所以为了将形式与质料区分开来,他必然预先着手对自然的研究。第三,如果说作为自然物之底层的质料与作为人工物之底层的质料具有相同的考察,但在形式方面,人工形式完全从外部具有运动的本原,而自然形式则从内部具有,因此,打算论述自然形式的人,必须首先将依自然之物与不依自然之物区分开来。

语法注2 条
  1. 2.0Προθέμενος ἐν ταύτῃ τῇ πραγματείᾳ τὰς ἀρχὰς καὶ αἰτίας τῶν φύσει συνεστώτων παραδοῦναι

    句首的主格分词 Προθέμενος 先在对第一卷成果的总结中由主句限定动词 ἀνευρίσκει(“发现”)承接,随后接续一连串分词(ἀποδείξας),并经由总括(ταῦτα οὖν πάντα δείξας)过渡到后文的主动词 διαλέγεται(“探讨”)。整段构成一个宏大的句式骨架,旨在解释亚里士多德在完成质料与匮乏的论述后,为何在第二卷卷首立即以对“自然”的考察开篇(并列举了三条理由)。

  2. 2.0ἐπειδὴ τὸ εἶδος καὶ ὡς στοιχεῖον ἐνυπάρχει τῷ συνθέτῳ καὶ ὡς ποιητικὸν αἴτιον κατὰ τὴν φύσιν καὶ τὸν λόγον θεωρούμενον

    在由 ἐπειδή 引导的原因从句中,前半句带有限定动词 ἐνυπάρχει,而后半句(καὶ ὡς ποιητικὸν αἴτιον ... θεωρούμενον)则是省略了存在动词 ἐστί 的分词(θεωρούμενον)表语结构,或并列承接主语 τὸ εἶδος。此处表达了形式的双重属性:它既作为元素内在于复合物中,在依自然和定义被考察时又发挥动力因的作用。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:259.3-260.8