← 辛普里丘

亚里士多德《物理学》注释

§257.5-258.31

第一形式的探究与第一卷总结

针对亚里士多德在《物理学》第一卷末尾将形式本原留待后文探究的做法,辛普里丘区分了分离的第一形式(第一哲学的课题)与内在的自然形式,援引亚历山大的注解论证第一原因兼具动力因与目的因,并注解了第一卷的总结性结语。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.80

" Περὶ δὲ τῆς κατὰ τὸ εἶδος ἀρχῆς ἕως τοῦ ἐν τοῖς ὕστερον δεικνυμένοις ἐροῦμεν." Εἰπὼν περὶ τῆς ὑλικῆς ἀρχῆς, ὅτι ἀνάγκη εἶναί τι πρῶτον ὑποκείμενον, ἐξ οὗ γίνεται ἕκαστα ἐνυπάρχοντος καθ’ αὑτὸ καὶ οὐ κατὰ συμβεβηκός, καὶ ὅτι ἕτερον τῆς στερήσεως ἡ ὕλη, καὶ ὅτι ἀγένητος καὶ ἄφθαρτος, ὤφειλε λοιπὸν καὶ περὶ τῆς κατὰ τὸ εἶδος ἀρχῆς εἰπεῖν. τοῦτο γὰρ ἀκόλουθον ἦν τῷ τρεῖς μὲν εἰπόντι τὰς στοιχειώδεις ἀρχάς, ὕλην καὶ στέρησιν καὶ εἶδος, περὶ δὲ τῶν δύο διδάξαντι.1 ἀλλ’ ἡ μὲν ὕλη ἐνταῦθα τὴν πρώτην ἑαυτῆς ὑπόστασιν ἔχει καὶ στοιχεῖον ὅλης τῆς γενέσεώς ἐστι, τὸ δὲ εἶδος τὸ μέν ἐστι πρῶτον καὶ ἀρχικὸν ὄντως, ὅπερ νοῦν ἐν ἄλλοις καὶ ἀγαθὸν καὶ πρῶτον αἴτιον καλεῖ ποιητικὸν καὶ τελικὸν ὑπάρχον, καὶ ἓν αὐτὸ καὶ πολλὰ λέγει· μετὰ γὰρ τὸν ἕνα νοῦν τὸ πλῆθος ὑφεστάναι δεῖ, δι’ ἃ καὶ κυκλοφορητικὰ σώματα. τὸ δέ τί ἐστιν εἶδος φυσικὸν καὶ φθαρτόν, στοιχεῖον τοῦτο τῶν γινομένων καὶ φθειρομένων καὶ προσεχὲς αἴτιον ὑπάρχον. καὶ δῆλον ὅτι ἡ κατὰ τὸ εἶδος κυρίως ἀρχὴ ἐκείνη ἐστὶν ἡ πρώτη καὶ χωριστή, ἀφ’ ἧς καὶ τὸ ἐνταῦθα εἶδος τὸ εἶναι ἔχει. διὰ τοῦτο περὶ μὲν τῆς κυρίως κατὰ τὸ εἶδος ἀρχῆς τῆς χωριστῆς καὶ νοητῆς καὶ ἀκινήτου, εἴτε μία ἐστὶν ἢ πολλαί, ἢ ὅπερ ἀληθέστερον καὶ μία καὶ πολλαί, καὶ τίς ἢ τίνες, ὅτι ἄυλοι καὶ νοηταὶ καὶ πάντῃ τέλειοι τῇ οὐσίᾳ οὖσαι ἐνέργειαι, ταῦτα οὖν δι’ ἀκριβείας τῆς πρώτης φιλοσοφίας ἔργον ἐστὶ διορίσαι, ταὐτὸν δὲ εἰπεῖν,2 τῆς ὑπὲρ τὰ φυσικὰ πραγματείας, ἣν αὐτὸς μετὰ τὰ φυσικὰ καλεῖ. Περὶ δὲ τῶν φυσικῶν καὶ φθαρτῶν καὶ ὅλως ἐν κινήσει καὶ μεταβολῇ θεωρουμένων εἰδῶν, ἅπερ ἀρχαὶ στοιχειώδεις καὶ προσεχῆ αἴτια εἰδικὰ τῶν φυσικῶν εἰσιν, ὕστερον, φησίν, ἐροῦμεν. τοῦτο γάρ ἐστι τὸ εἶδος, ὃ καὶ ἐνυπάρχει τοῖς φυσικοῖς ὡς στοιχεῖον καὶ πρὸς ὃ ἡ στέρησις ἀντίκειται, ἐξ οὗ καὶ τῆς ὕλης τὰ φυσικὰ πάντα συνέστηκε. καὶ διαλύεται εἰς ταῦτα τὸ συναμφότερον, εἰς μὲν τὴν ὕλην καὶ ὑπομένουσαν, εἰς δὲ τὸ εἶδος οὐχ ὑπομένον. λέγει δὲ περὶ τοῦ τοιούτου εἴδους εὐθὺς ἐν τῷ ἐφεξῆς βιβλίῳ διχῶς αὐτὸ θεωρῶν, κατά τε τὴν φύσιν, ἣν καὶ ὡς ποιητικὸν προσεχὲς αἴτιον παραδώσει (διὸ καὶ ἐν ἐκείνοις φυλάττει τὸν περὶ αὐτοῦ λόγον καὶ δι’ ἄλλας αἰτίας τὰς ἐκεῖ ῥηθησομένας), θεωρεῖ δὲ αὐτὸ καὶ κατὰ τὸ ἐφαπλωθὲν τῇ ὕλῃ. καὶ τὰ δύο πάλιν εἰς ἓν ἄγει κατὰ τὸ στοιχειῶδες τῶν φυσικῶν εἶδος, ὅπερ μάλιστα ἡ προκειμένη πραγματεία ζητεῖ. τάχα δὲ δυνατὸν λέγειν, ὅτι περὶ τῆς κατὰ τὸ εἶδος ἀρχῆς οὐχὶ τῆς χωριστῆς εἶπε νῦν, ἀλλὰ τῆς στοιχειώδους. καὶ γὰρ τὰ στοιχεῖα τῶν φυσικῶν πραγμάτων μετὰ ἀκριβείας παραδοῦναι οὐ τοῦ φυσιολόγου ἐστίν, ἀλλὰ τοῦ πρώτου φιλοσόφου, ὥσπερ οὐδὲ τὴν τῶν τεττάρων στοιχείων θεωρίαν τοῦ ἰατροῦ, ἀλλὰ τοῦ πρώτου φυσιολόγου· περὶ μέντοι τῶν φυσικῶν εἰδῶν, οὐχ ὡς εἰδῶν ἁπλῶς ἀλλ’ ὡς γινομένων καὶ φθειρομένων, τοῦ φυσικοῦ ἐστιν εἰπεῖν. καὶ δὴ καὶ ἐρεῖ περὶ τούτων ἐν τοῖς Περὶ γενέσεως καὶ φθορᾶς, ἅπερ ὕστερον δείκνυσθαί φησιν ὡς μετὰ ταύτην τεταγμένα τὴν πραγματείαν. καλλίων δὲ ἡ προτέρα ἐξήγησις, ὅτι ποιητικὸν τοῦ οὐρανοῦ οἶδεν Ἀριστοτέλης. ἐπειδὴ δέ τινες οἴονται ποιητικὸν αἴτιον τοῦ παντὸς μὴ λέγειν τὸν Ἀριστοτέλην, ἀλλὰ μόνον τελικὸν καὶ τοῦτο καὶ τὸν Ἀλέξανδρον ἀρέσκειν νομίζουσιν, ἀναγκαῖον δοκεῖ μοι τῶν ἐνταῦθα λεγομένων ὑπὸ Ἀλεξάνδρου τοῦ γνησιωτάτου τῶν Ἀριστοτέλους ἐξηγητῶν ἀκούειν αὐτοὺς ἐχόντων οὕτως·3 “τὸ δὲ πρῶτον εἶδος καὶ ὡς ποιητικὸν ἂν εἴη αἴτιον. λέγει γὰρ ἐν τοῖς Μετὰ τὰ φυσικά, ὅτι τοῦτο τὸ κινούμενον ὑπ’ αὐτοῦ, τοῦτο δέ ἐστι τὸ πέμπτον σῶμα, τὰ ἄλλα κινεῖ τὰ ἐν γενέσει καὶ φθορᾷ. οὕτως μὲν οὖν ποιητικόν. καθόσον δὲ πάντα τῇ τούτου ἐφέσει τῆς οἰκείας τελειότητος τυγχάνει, ὡς καὶ μικρῷ πρόσθεν εἴρηται, καὶ καθόσον, ὡς αὐτὸς εἴρηκε πάλιν ἐν τοῖς Μετὰ τὰ φυσικά,,,κινεῖ δὲ ὡς ἐρώμενον,,, εἴη ἂν ὡς τὸ τέλος καὶ τὸ οὗ χάριν αἴτιον. τοιοῦτον γὰρ τὸ ὀρεκτόν.” ἰδοὺ σαφῶς καὶ κατά τι μὲν ὡς ποιητικὸν κατά τι δὲ ὡς τελικὸν αἴτιον ὑπέθετο τὸν νοῦν, αὐτὸς παρέστησεν.

“关于形式方面的本原……”至“……我们将在后文所论证的事情中讨论。” 在论及质料本原之后——即必然存在某种第一的底层载体,各物由此生成,它作为内在成分就自身而言而非偶性地存在于其中,且质料不同于匮乏,以及它是未生成且不可毁灭的——,接下来他也应当讨论关于形式方面的本原了。因为对于一个主张元素性本原有三者(质料、匮乏与形式)且已经讲授了其中二者的人而言,这是理所当然的推论。然而,质料在这一领域中具有自身的首要存立,且是全部生成的元素;而形式中的一种则是真正第一且居首的,他在其他著作中称之为理智、善与第一原因,既是动力因又是目的因,并且他称之为一又是多;因为在单一的理智之后必然有多数性存立,为了这些多数性,才有了作圆周运动的物体。形式中的另一种则是自然且可毁灭的形式,这是生成与毁灭之物的元素,并作为近取原因而存立。显而易见,严格意义上形式方面的本原是那第一且分离的本原,此处的形式也是从它获得存在的。因此,关于严格意义上形式方面的本原——即分离的、理知且不动的本原,它究竟是一还是多,抑或更真实地说既是一又是多,以及它或它们是怎样的(即它们是非质料的、理知的,在实体上是完全完满的现实活动)——,将这些精确地予以界定乃是第一哲学的任务,换句话说,也就是超越自然事物的专著的任务,他本人称之为《后物理学》(形而上学)。然而关于自然的、可毁灭的以及一般而言在运动与变化中被考察的形式——它们是自然事物的元素性本原和近取的属形式原因——,他说,我们将在后文讨论。因为这正是作为元素而内在于自然事物中且匮乏与之相对立的形式,所有自然事物都由它和质料构成。而复合物则分解为这些:分解为质料(即持存者),以及形式(即不持存者)。关于这种形式,他紧接着在下一卷中从两个方面考察并讨论它:既按照自然来考察(他将把自然作为近取的动力因予以传授;因此他在那些〔段落〕中保留了关于它的论述,且也因为将在那里被阐述的其他原因),又将形式作为展开于质料上的东西来考察。并且他依据自然事物的元素性形式将这两者再次归纳为一,而这正是当前专著尤其探寻的。然而也许可以说,他现在所谈论的关于形式方面的本原并不是指分离的本原,而是指元素性的本原。因为精确地传授自然事物的元素不属于自然哲学家的任务,而属于第一哲学家,正如考察四元素不属于医生的任务,而属于第一自然哲学家的任务一样;然而,讨论自然形式,不是单纯作为形式,而是作为生成与毁灭的东西,却属于自然哲学家的任务。而且他确实将在《论生成与毁灭》中讨论这些,他说这些是在后文被论证的,因为该著作被排在本专著之后。但前一种解释更为优越,因为亚里士多德认识到天界的动力原因。既然有些人认为亚里士多德没有主张宇宙的动力因,而只主张目的因,并且他们认为这也符合亚历山大的看法,所以在我看来,有必要让他们听听亚里士多德最正统的注解家亚历山大在这里所说的内容,其文如下:“第一形式也可以作为动力因。因为他在《形而上学》中说,由它推动的这个东西——即第五物体——推动了在生成与毁灭之中的其他事物。因此,在这一方面它是动力因。但在所有事物通过对它的欲求而获得自身固有的完满性这一层面上(如不久前所说),以及如他自己在《形而上学》中再次说过的,‘它作为被爱者而推动’,它也将作为目的和为了某物的缘由这一原因。因为欲求的对象正是这样的东西。”看啊,他自己清楚地表明,他在某种意义上作为动力因、在某种意义上作为目的因而假定了理智。

§1.81

"Ὅτι μὲν οὖν εἰσὶν ἀρχαὶ καὶ τίνες καὶ πόσαι τὸν ἀριθμόν ἕως τοῦ τέλους." Τὸ μὲν γὰρ εἶναι τῶν φυσικῶν ἀρχὰς ὡς ἐναργὲς ἔδοξε παραλαμβάνειν φυλάττων τὰ προσήκοντα τῷ φυσικῷ μέτρα, τὸ δὲ τίνες καὶ πόσαι διορισάμενος καὶ ὅτι εἰσὶν ἀρχαὶ παρέστησε μέχρι τούτων τὸ πρῶτον κατακλείσας βιβλίον.

“因此,存在着本原,以及它们是什么,数目是多少……”至结尾。 因为对于自然事物的本原是存在的这一事实,他似乎作为显明之事而予以采纳,恪守着适合于自然哲学家的分寸;但在界定了它们是什么和有多少,至此结束第一卷的同时,他也表明了存在着本原。

语法注3 条
  1. 1.80τοῦτο γὰρ ἀκόλουθον ἦν τῷ τρεῖς μὲν εἰπόντι τὰς στοιχειώδεις ἀρχάς, ὕλην καὶ στέρησιν καὶ εἶδος, περὶ δὲ τῶν δύο διδάξαντι.

    与格分词 τῷ εἰπόντι ... διδάξαντι 是无人称结构 ἀκόλουθον ἦν(“对于……而言是顺理成章的推论”)的与格补足语。前述指示主语 τοῦτο 指代讨论形式本原之事。

  2. 1.80ταὐτὸν δὲ εἰπεῖν

    不定词的独立用法(插入性绝对不定词),意为“说同样的话”,即“换言之”,起插入性副词短语的作用。

  3. 1.80ἀναγκαῖον δοκεῖ μοι τῶν ἐνταῦθα λεγομένων ὑπὸ Ἀλεξάνδρου τοῦ γνησιωτάτου τῶν Ἀριστοτέλους ἐξηγητῶν ἀκούειν αὐτοὺς ἐχόντων οὕτως

    句子的核心框架是无人称结构 ἀναγκαῖον δοκεῖ μοι 带宾格不定词短语(逻辑主语为 αὐτούς,不定词为 ἀκούειν)。动词 ἀκούειν 此处以表示所言内容的属格短语为补足语,即中性复数属格 τῶν ... λεγομένων 及其同格分词 ἐχόντων οὕτως(“内容如下”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:257.5-258.31