← 辛普里丘

亚里士多德《物理学》注释

§255.17-257.4

普遍质料的未生不灭及其本原地位

辛普里丘阐明质料是在共相性而非个体性上未生成且不可毁灭的,个别的质料是由形式所限定并随之消亡的。随后他论证质料的未生成性并不使其成为与神并列的第一本原,并结合柏拉图与亚里士多德的学说,将质料作为元素性或协同原因与异端二元论将质料视作动力因的观点进行对比。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.79#2

Ἀλλὰ πῶς ἀγένητος καὶ ἄφθαρτος ἡ ὕλη; πότερον τῇ ἑαυτῆς κοινότητι; ἢ τοῦτο καὶ τοῖς εἴδεσι προσήκει· οὐδενὸς γὰρ εἴδους κοινότης φθείρεται ἐκ τοῦ παντός, ἀλλὰ καὶ ἄνθρωπος ἀεί ἐστι καὶ ἵππος καὶ λευκὸν καὶ ἀρετὴ καὶ τῶν ἄλλων εἰδῶν ἕκαστον διὰ τὸ μένειν τὴν κοινότητα ἑκάστων. ἀλλ’ ἆρα καὶ κατὰ τὸ ἄτομον ἑαυτῆς ἡ ὕλη ἀγένητος καὶ ἄφθαρτός ἐστιν, ὥστε τὴν ἐμὴν ὕλην οὐ καθὸ ὕλη (τοῦτο γὰρ τῆς κοινότητός ἐστιν), ἀλλὰ καθὸ ἐμὴ ὕλη καὶ τοιάδε ὕλη ἀγένητον εἶναι καὶ ἄφθαρτον; καὶ πῶς οὐ μάτην ἔσται αὕτη τοῦ ἐμοῦ φθαρέντος εἴδους; οὐδὲ γὰρ ἔσται ἄλλου ὕλη, καθὸ ἐμοῦ ἐστι. πῶς δὲ οὐκ ὄντως κρείττων ἔσται τῶν εἰδῶν ἡ ὕλη καὶ οὐσιωδεστέρα, εἴπερ τῶν ἀτόμων εἰδῶν φθειρομένων ἡ ἄτομος ὕλη μένει; μήποτε οὖν οὐδὲ ἔστιν ἄτομος ὕλη καθ’ αὑτήν,1 ἀλλ’ ὑπὸ τῶν ἀτόμων εἰδῶν ἀτομοῦται, ὥσπερ καὶ μορφοῦται ὑπὸ τῶν εἰδῶν. τὰ γὰρ ἄτομα τῷ ἀριθμῷ διαφέροντα διαιρέσεσι πληθύνεται καὶ διαφοραῖς συμβεβηκότων. οὔτε δὲ διαίρεσις οὔτε ἀριθμὸς οὔτε τὰ συμβεβηκότα τῆς ὕλης ἴδιά ἐστιν, ἀλλὰ τῶν εἰδῶν. αὕτη οὖν ἡ ἀπὸ τοῦ ὄντος κοινὴ παράλλαξις, ἢ ὅτι ποτὲ ἐστιν ἡ ὕλη, ἀγένητος καὶ ἄφθαρτός ἐστιν. ἡ δὲ τοιάδε παράλλαξις καὶ ἡ τοιάδε ὕλη κατειλημμένη λοιπὸν ὑπὸ τοῦ εἴδους καὶ ἠτομωμένη γίνεται καὶ φθείρεται ὥσπερ καὶ τὸ εἶδος τὸ ἄτομον. κἂν γὰρ τὸ πρῶτον σῶμα λέγοι τις εἶναι τὴν ὕλην, καὶ ἐκεῖνο κατὰ τὴν κοινότητά ἐστιν ἄφθαρτον. τὸ γὰρ τοῦ ὕδατος σῶμα μετὰ τῶν τοῦ ὕδατος ποιοτήτων εἰς τὸ τοῦ ἀέρος σῶμα καὶ εἰς τὰς ἐκείνου μεταβάλλει ποιότητας, οὐχ ᾗ σῶμα μέντοι (κατὰ γὰρ τοῦτο οὐ μεταβάλλει), ἀλλ’ ᾗ τοιόνδε σῶμα εἰς τοιόνδε. ἐπειδὴ οὖν ἡ ὕλη τὸ κοινὸν ἔχει μόνον καθὸ ὕλη, διὰ τοῦτο ταύτῃ τὸ ἀγένητον καὶ ἄφθαρτον προσήκει. καὶ ἡ Ἀριστοτέλους ἀπόδειξις περὶ τοῦ ἀγένητον καὶ ἄφθαρτον εἶναι τὴν ὕλην ἀσάλευτος μένει. ἡ γὰρ τὶς ὕλη γίνεται ἐκ τῆς τινὸς καὶ ἡ τοῦ ἀέρος ἐκ τῆς τοῦ ὕδατος, καὶ οὐκ ἔστιν ἡ τοῦ ἀέρος πρὶν γενέσθαι (ὕδατος γὰρ ἦν ἐκείνη καὶ φθείρεται εἰς τὴν τοῦ ὕδατος ἡ τοῦ ἀέρος) καὶ οὐκ ἔφθαρται ἡ τοῦ ἀέρος πρὶν φθαρῆναι· οὐ γὰρ ἦν ὕδατος πρὶν γενέσθαι ὕδωρ. ἐπειδὴ δὲ τὸ τὶς ὕλη κατὰ τὸ εἶδος ἔχει, διὰ τοῦτο ἀδιορίστως ἀγένητον καὶ ἄφθαρτον εἶπε τὴν ὕλην ὁ Ἀριστοτέλης. Ἀλλ’ εἰ ἀγένητος, φασί τινες, καὶ ἄφθαρτος ἡ ὕλη, πῶς οὐκ ἀρχή τίς ἐστι πρώτη καὶ αὕτη ὥσπερ καὶ ὁ θεός. εἰ γὰρ ἐκ θεοῦ παρήχθη, οὐκ ἂν ἀγένητος ἦν. ἀλλ’ ὅτι μὲν ὁ Ἀριστοτέλης ἀγένητον οὐχὶ τὸ μὴ ἀπ’ αἰτίας ἠρτημένον λέγει, ἀλλὰ τὸ μὴ ἀπ’ ἀρχῆς χρόνου γενόμενον, δηλοῖ καὶ τὴν κίνησιν ἐν τοῖς τέλεσι ταύτης τῆς πραγματείας, ἀγένητον καὶ ἄφθαρτον δεικνύς,2 καίτοι πᾶν τὸ κινούμενον ὑπό τινος κινεῖσθαι φήσας. ἔτι δὲ ὁμοίως ἂν ἀγενήτους λέγοι καὶ τὰς τῶν εἰδῶν κοινότητας, ὥστε πολλὰς ἂν ἀρχὰς λέγοι πρώτας. καίτοι γε αὐτός ἐστιν ὁ βοῶν “οὐκ ἀγαθὸν πολυκοιρανίη”. ὅλως δὲ ὁ μὲν Ἀριστοτέλης ὡς στοιχειώδη ἀρχὴν ὑποτίθεται τὴν ὕλην, ἥτις οὐκ ἂν ἀντίξους εἴη πρὸς τὸ ποιητικὸν ἢ τελικὸν αἴτιον, εἴπερ καὶ ἐφίεται τοῦ ἐκεῖθεν κόσμου “ὡς θῆλυ ἄρρενος, καὶ ὡς αἰσχρὸν καλοῦ”. οἱ δὲ ἑτερόδοξοι τὴν ὕλην εἶναι τὸ κακὸν λέγοντες καὶ ἀντίξουν αὐτὴν ἀρχὴν τῷ ἀγαθῷ τιθέντες ὡς ποιητικὴν ἀρχὴν ἀντιτιθέασι. τοιγαροῦν γενέσεις ἀπ’ αὐτῆς παραδιδόασι καὶ στρατηγίας αὐτῆς καὶ βουλάς, καὶ θριάμβους κατὰ τοῦ ἀγαθοῦ ληρῳδοῦσιν. ὁ μέντοι Πλάτων ἐν Τιμαίῳ μὲν τά τε κυρίως αἴτια καὶ τὰ συναίτια τῆς τοῦ κόσμου ὑποστάσεως παραδιδοὺς τὴν ὕλην τοῖς συναιτίοις συντάττει καὶ ἄφθαρτον αὐτὴν ὥσπερ καὶ τὸν ὅλον κόσμον φησίν. ὅτι δὲ ὡς πρώτην αὐτὴν ἀρχὴν οὐκ ἀξιοῖ λέγειν, ἐδήλωσεν Ἑρμόδωρος ὁ τοῦ Πλάτωνος ἑταῖρος ἐν τῷ περὶ Πλάτωνος βιβλίῳ τὰ δοκοῦντα τῷ Πλάτωνι ἔν τε τοῖς ἄλλοις καὶ περὶ τῆς ὕλης γράφων, ὡς ὁ Δερκυλλίδης ἱστόρησε. τὸ δὲ συμπέρασμα ἐγὼ τῶν εἰρημένων παραθήσομαι· “ὥστε ἄστατον καὶ ἄμορφον καὶ ἄπειρον καὶ οὐκ ὂν τὸ τοιοῦτον λέγεσθαι κατὰ ἀπόφασιν τοῦ ὄντος. τῷ τοιούτῳ δὲ οὐ προσήκει οὔτε ἀρχῆς οὔτε οὐσίας.3 ἀλλ’ ἐν ἀκρισίᾳ τινὶ φέρεσθαι, δηλοῖ γὰρ ὡς ὃν τρόπον τὸ αἴτιον κυρίως καὶ διαφέρον τρόπῳ τὸ ποιοῦν ἐστιν, οὕτω καὶ ἀρχή. ἡ δὲ ὕλη οὐκ ἀρχή. ὃ καὶ τοῖς περὶ Πλάτωνα ἐλέγετο μία ὅτι εἴη ἀρχή.”

然而质料是如何既未生成又不可毁灭的呢?是通过自身的共相性吗?抑或这也是属于形式的;因为没有任何形式的共相性会从宇宙中毁灭,反而由于各自的共相性常驻,人、马、白、德性以及其他各形式都永远存在。但难道质料按照自身的个体性而言也是未生成且不可毁灭的,以致我的质料不是作为质料(因为这是属于共相性的),而是作为我的质料和某种特定的质料而言也是未生成且不可毁灭的吗?而在我的形式毁灭之后,这[质料]又怎能不是徒劳的呢?因为作为我的质料,它将不能再成为他物的质料。而且,如果在个体形式毁灭时个体质料却常存,质料怎能不真正优于形式且更具实体性呢?也许个体质料就自身而言根本不存在,而是由个体形式所个体化的,正如同它也是由形式所塑形的一样。因为在数目上相异的个体之物,是通过分割以及偶性的差异而被倍增的。而无论是分割、数目还是偶性,都不是质料所固有的,而是形式所固有的。因此,这种脱离存在者的普遍偏离,或者质料不论它究竟是什么,都是未生成且不可毁灭的。但是某种特定的偏离和某种特定的质料,一旦被形式所把握并被个体化,就如同个体形式一样生成与毁灭。因为即使有人说第一物体是质料,那也是按照其共相性而言是不可毁灭的。因为水之物体连同水的性质转变为空气之物体及空气之性质,然而并不是作为物体而转变(因为就此而言它并不转变),而是作为某种特定物体转变为某种特定物体。因此,既然质料作为质料仅具有共同的东西,由于这个缘故,未生成与不可毁灭才属于它。而亚里士多德关于质料未生成且不可毁灭的证明依然坚固不移。因为某种特定的质料由某种特定的质料生成,空气的质料由水的质料生成,而空气的质料在生成之前并不存在(因为那曾是水的质料,且空气的质料毁灭为水的质料),空气的质料在毁灭之前也尚未被毁灭;因为在水生成之前它并不是水的质料。然而既然作为“某种特定的质料”是依据形式而具有的,由于这个缘故,亚里士多德无规定地称质料是未生成且不可毁灭的。 然而有人说,如果质料是未生成且不可毁灭的,它怎能不像神一样也是某种第一本原呢?因为如果它是从神产生的,它就不可能是未生成的。但是亚里士多德所说的未生成,不是指不依附于原因者,而是指并非从时间的起点生成者,这由他在本专著的结尾部分证明运动是未生成且不可毁灭的也可以表明,尽管他曾说凡被推动者皆由某物所推动。再者,按同样道理,他也应当称形式的共相性为未生成的,从而他将主张许多第一本原,尽管正是他自己呼喊道“多头统治并非好事”。总之,亚里士多德将质料假定为元素性本原,如果质料确实也向往来自那里的秩序,“如雌性渴望雄性,丑陋渴望美好”,那么它就不会是与动力因或目的因相对立的。而异端者称质料为恶,将它设定为与善相对抗的本原,则是将它作为动力本原相对抗。因此,他们传讲由它引起的生成、它的统帅与计谋,并在胡言乱语中歌颂战胜善的凯旋。然而柏拉图在《蒂迈欧篇》中传授宇宙成立的严格原因与协同原因时,将质料列入协同原因之中,并称它如整个宇宙一样是不可毁灭的。而至于他不赞成称它为第一本原,柏拉图的同道赫尔莫多洛在论柏拉图的书中,如德尔基利德斯所记载的那样,在记述柏拉图关于其他事物以及关于质料的看法时表明了这一点。我将引述其所言的结论:“因此,这样的东西由于对存在者的否定而被说成是不稳定的、无形状的、无限的以及非存在。对于这样的东西,既不适合称为本原,也不适合称为实体,而是漂流在某种不确定之中;因为它表明,正如严格意义上的且在方式上有别的原因是施动者一样,本原也是如此,而质料却不是本原。这也是柏拉图学派所说的,本原只有单一的一个。”

语法注3 条
  1. 1.79μήποτε οὖν οὐδὲ ἔστιν ἄτομος ὕλη καθ’ αὑτήν

    μήποτε 在此不是引导疑惧疑问句,而是用作委婉断定(“也许……”)。它与 οὖν 配合,引出对前述关于个体质料是否自为不灭的疑难的解答。

  2. 1.79δηλοῖ καὶ τὴν κίνησιν ἐν τοῖς τέλεσι ταύτης τῆς πραγματείας, ἀγένητον καὶ ἄφθαρτον δεικνύς

    动词 δηλοῖ 的主语是亚里士多德,宾语是前面的 ὅτι 从句。τὴν κίνησιν 是表示方式/手段的分词 δεικνύς 的直接宾语,与宾语补足语 ἀγένητον καὶ ἄφθαρτον 构成双宾格结构:“亦通过指明运动是未生成且不可毁灭的[来表明]”。

  3. 1.79τῷ τοιούτῳ δὲ οὐ προσήκει οὔτε ἀρχῆς οὔτε οὐσίας

    无人称动词 προσήκει 接与格 τῷ τοιούτῳ 表示归属对象,而后面的属格 οὔτε ἀρχῆς οὔτε οὐσίας 为部分属格(或隐含省略了不定词如 μετέχειν),意为“对于这类事物而言,既无本原之份,亦无实体之份”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:255.17-257.4