← 辛普里丘

亚里士多德《物理学》注释

§253.28-255.16

基于四条公理对质料未生不灭的论证

辛普利丘分析了亚里士多德基于四条公理和质料定义证明质料未生成且不可毁灭的论证结构,征引亚历山大的注解,并阐明这一不可毁灭性学说与柏拉图、毕达哥拉斯学派以及自然学根本原理之间的渊源。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.79#1

" Εἴτε γὰρ γίνεται, ὑποκεῖσθαί τι δεῖ πρῶτον ἕως τοῦ ὥστε ἐφθαρμένη ἔσται πρὶν φθαρῆναι." Τέτταρα δυνάμει προλαβὼν ἐναργῆ ἀξιώματα διὰ μὲν τῶν δύο δείκνυσιν ὅτι ἀγένητος ἡ ὕλη, διὰ δὲ τῶν δύο ὅτι ἄφθαρτος. ἔστι δὲ δύο μέν, ὅτι τε τὸ γινόμενον ἔκ τινος γίνεται ὑποκειμένου πρώτου καὶ ὅτι τὸ γινόμενον οὐδέπω ἐστὶ τοῦτο ὃ γίνεται. καὶ τὰ λοιπὰ δὲ δύο τούτοις ὅμοια, ὅτι πᾶν τὸ φθειρόμενον εἰς τοῦτο φθείρεται, ἐξ οὗ πρώτου γίνεται, καὶ ὅτι τὸ φθειρόμενον ὅτε φθείρεται οὐδέπω ἔφθαρται. πρὸς τούτοις καὶ τὸν ὁρισμὸν τῆς ὕλης ὡς ἀξίωμα προσλαμβάνει. ἐξ ὧν δείκνυσι πρῶτον ὅτι ἀγένητος ἡ ὕλη οὕτως· εἰ γίνεται ἡ ὕλη (τὸ δὲ γινόμενον πᾶν ἐξ ὑποκειμένου γίνεται πρώτου καθ’ αὑτὸ, ἐνυπάρχοντος, τὸ δὲ ἐξ οὗ γίνεται τι πρώτου καθ’ αὑτὸ ἐνυπάρχοντος τοῦτό ἐστιν ἡ ὕλη), εἰ οὖν γίνεται ἡ ὕλη, ἐξ ὕλης γίνεται προυπαρχούσης. ἔστιν ἄρα ἡ ὕλη πρὶν γενέσθαι. εἰ δὲ τοῦτο ὡς ἀδύνατον ἠξίωται τὸ τὸ γινόμενον εἶναι πρὶν γενέσθαι,1 δῆλον ὅτι καὶ τὸ ἡγούμενον ἀδύνατόν ἐστι τὸ γίνεσθαι τὴν ὕλην. καὶ συνῆκται ταῦτα ἔκ τε τῶν ἄλλων τῶν προηξιωμένων καὶ ἐκ τοῦ τῆς ὕλης ὁρισμοῦ. τὸ δὲ ἐξ οὗ γίνεται τι ἐνυπάρχοντος μὴ κατὰ συμβεβηκὸς πρὸς ἀντιδιαστολὴν εἴρηται τῆς στερήσεως· κἂν γὰρ λέγηται καὶ ἐκ ταύτης γίνεσθαι τὸ γινόμενον, ἀλλ’ οὔτε ἐνυπαρχούσης, οὔτε καθ’ αὑτὸ ἐκ ταύτης, ἀλλὰ κατὰ συμβεβηκός. τῷ γὰρ ἀπεῖναι αὐτὴν ἐξ αὐτῆς λέγεται γίνεσθαι τὸ γινόμενον. “ἤ, φησὶν ὁ Ἀλέξανδρος, τὸ μὴ κατὰ συμβεβηκὸς πρόσκειται, ὅτι ἐνυπάρχει μὲν τῷ γινομένῳ καὶ τὰ τῷ ὑποκειμένῳ συμβεβηκότα οἷον τῷ ἀνδριάντι τὸ χρῶμα τὸ συμβεβηκὸς τῷ χαλκῷ, ἀλλ’ οὐ καθ’ αὑτὸ ὑπάρχει, ἀλλὰ κατὰ συμβεβηκός· διὸ οὐδὲ ὕλη ἐστὶν αὐτοῦ οὐδὲ συντελεῖ τι τῷ ἀνδριάντι πρὸς τὸ εἶναι. δείξας δὲ ὅτι οὐ γίνεται ἡ ὕλη, ἐφεξῆς ὅτι οὐδὲ φθείρεται δείκνυσι. πᾶν γὰρ τὸ φθειρόμενον οὐ τῷ εἰς τὸ μὴ ὂν ἀναλύεσθαι λέγεται φθείρεσθαι, ἀλλὰ τῷ εἰς τοῦτο ἐξ οὗ ἐνυπάρχοντος πρώτου γέγονε μὴ κατὰ συμβεβηκός, τοῦτο δέ ἐστιν ἡ ὕλη. εἰ οὖν φθείρεται ἡ ὕλη, εἰς τὸ τοιοῦτον ἀναλύεται ὅ ἐστιν αὐτή, καὶ ἔσται ἐφθαρμένη ἡ ὕλη οὖσα· ὕλη δέ ἐστι πρὸ τοῦ φθείρεσθαι· ὥστε ἐφθαρμένη ἔσται πρὸ τοῦ φθαρῆναι. ὥστε εἴτε γίνεται, δεῖ ὑποκεῖσθαι πρὸς τὴν γένεσιν αὐτῆς τὴν τοιαύτην φύσιν ἥτις ἐστὶν αὐτή, ἔσται οὖν πρὸ τοῦ γενέσθαι· εἴτε φθείρεται, δεῖ εἰς τοῦτο αὐτὴν φθαρῆναι ὅ ἐστιν αὐτή, καὶ ἔσται ἐφθαρμένη πρὸ τοῦ φθαρῆναι. Καὶ τὸ ἄφθαρτον δὲ τῆς ὕλης ἀπὸ τοῦ Πλάτωνος καὶ τῶν Πυθαγορείων ὁ Ἀριστοτέλης παρέλαβε. λέγει γοῦν ὁ τοῦ Πλάτωνος Τίμαιος “τρίτον δὲ αὖ τὸ γένος ὂν τὸ τῆς χώρας ἀεὶ φθορὰν οὐ προσδεχόμενον, ἕδραν δὲ παρέχον ὅσα ἔχει γενέσθαι πᾶσιν, αὐτὸ δὲ μετ’ ἀναισθησίας ἁπτὸν λογισμῷ τινι νόθῳ μόγις πιστόν”. ἤρτηται δὲ ἡ πᾶσα τοῦ Ἀριστοτέλους ἀπόδειξις ἐκ τοῦ φυσικοῦ ἀξιώματος τοῦ λέγοντος μήτε γίνεσθαί τι ἐκ τοῦ ἁπλῶς μὴ ὄντος μήτε φθείρεσθαί τι εἰς τὸ ἁπλῶς μὴ ὄν. τοῦτο δὲ τὸ ἀξίωμα αὐτὸς ἐπιστώσατο ἐν ἀρχῇ δεικνὺς ὅτι ἐκ τοῦ ἐναντίου γίνεται τὸ γινόμενον καὶ φθείρεται εἰς τὸ ἐναντίον. καὶ δεῖ τι εἶναι τὸ τοῖς ἐναντίοις ὑποκείμενον, ὅπερ πῶς μὲν ὄν ἐστιν, πῶς δὲ οὐκ ὄν, ἐξ οὗ πρώτως ἐνυπάρχοντος καθ’ αὐτὸ γίνεται τὰ γινόμενα. ὁ μέντοι Πλάτων, ὡς εἴρηται πρότερον, κατ’ ἄλλον τρόπον ἔδειξεν, ὅτι ἐξ ὑποκειμένου τινὸς γίνεται τὸ γινόμενον· ἐπειδὴ γὰρ εἰκών ἐστι τὸ γινόμενον τοῦ ὄντος, πᾶσα δὲ εἰκὼν ὡμοίωται πρὸς τὸ παράδειγμα, τὸ δὲ ὡμοιωμένον ὁμοιώσεως μεθέξει ἀπὸ τοῦ παραδείγματος ὡμοίωται πρὸς αὐτό, ἄλλο μέν ἐστι τὸ μετέχον, ἄλλο δὲ τὸ μετεχόμενον καὶ ἡ μέθεξις καθ’ ἣν ὁμοιοῦται ἡ εἰκών. τὸ ἄρα μετέχον τοῦτό ἐστι τὸ ἐν ᾧ καὶ ἐξ οὗ γίνεται ἡ εἰκών, ὅπερ ἐστὶ τὸ γινόμενον (λέγει γοῦν ὁ Πλάτων ἐν Τιμαίῳ· “ἐν δ’ οὖν τῷ παρόντι χρὴ γένη διανοηθῆναι τριττά, τὸ μὲν γινόμενον, τὸ δὲ ἐν ᾧ γίνεται, τὸ δὲ ὅθεν ἀφομοιούμενον φύεται τὸ γινόμενον”), καὶ εἴπερ ἀληθῆ τὰ πρότερον ὑπ’ ἐμοῦ ῥηθέντα, τοῦτό ἐστιν ἡ ἀπὸ τοῦ ὄντος ἐκτροπὴ καὶ παράλλαξις καὶ εἰς τὸ μὴ ὂν ὑποφορά, ἣν ἡ τοῦ ὄντος μέθεξις καταλαμβάνουσα ἵστησιν ὡς δυνατὸν καὶ εἰκόνα ποιεῖ τοῦ ὄντως εἶναι καὶ ἀντὶ τοῦ ὄντως μὴ εἶναι, ὅπερ ἔσχεν ἂν εἰς τὸ μὴ ὂν τελέως ὑπενεχθεῖσα οὐκ ὄντως εἶναι ποιοῦσα.2

“因为如果它生成,就必须首先有某种东西作为底层……直至‘以致它在毁灭之前就已经被毁灭了’。” [亚里士多德]在预先潜在地设定了四个明晰的公理之后,通过其中的两个证明了质料是未生成的,通过另外两个证明了它是不可毁灭的。前两个公理是:生成之物是从某种第一的底层之物生成的;以及生成之物尚未是它所生成为的那种东西。其余两个公理与这些类似:凡毁灭之物都毁灭到它最初由之生成的那种东西中去;以及毁灭中的事物在其毁灭之时尚未被毁灭。除这些之外,他还将质料的定义作为公理一并采纳。根据这些公理,他首先以如下方式证明质料是未生成的:如果质料生成(而凡生成之物都从就自身而言内在存在的第一底层生成,而事物作为就自身而言内在存在者最初由之生成的东西就是质料),因此,如果质料生成,它就是由预先存在的质料生成的。因此,质料在生成之前就已经存在。但如果这——即生成之物在生成之前就已经存在——被认定为是不可能的,显然其前件——即质料生成——也是不可能的。而这些结论是从预先设定的其他公理以及质料的定义中共同推导出来的。至于“事物作为内在存在而非出于偶性者由之生成的东西”[这一定义条款],则是为了与缺乏相对照而说的;因为即使生成之物也被说成是从缺乏生成的,但这既不是在缺乏内在存在时,也不是就自身而言从缺乏生成的,而是出于偶性;因为正是由于缺乏的不在场,生成之物才被说成是由它生成的。“或者,”亚历山大说,“‘非出于偶性’之所以被附加,是因为属于底层的偶性也内在存在于生成之物中——例如偶然附随于青铜的颜色内在存在于雕像中——但它不是就自身而言存在,而是出于偶性存在;因此它既不是雕像的质料,也不对雕像的存在做出任何贡献。” 在证明了质料不生成之后,接下来他证明了它也不毁灭。因为凡毁灭之物被说成毁灭,不是通过分解为无,而是通过分解为它作为内在存在而非出于偶性者最初由之生成的那种东西,而这就是质料。因此,如果质料毁灭,它就会分解为它自身所是的这种事物,并且质料在存在的同时就已经被毁灭了;但它在毁灭之前是质料;以致它在毁灭之前就已经被毁灭了。因此,无论它是生成,就必须有与它自身所是相同的本性作为其生成的底层,因而它在生成之前就将存在;无论它是毁灭,它都必须毁灭到它自身所是的东西中去,因而它在毁灭之前就将被毁灭。 此外,亚里士多德关于质料不可毁灭的学说,是从柏拉图和毕达哥拉斯派那里继承而来的。至少柏拉图的《蒂迈欧篇》说道:“第三种则是空间之种,它永远存在,不接受毁灭,为所有具有生成之物提供基座,它自身不可通过感觉感知,而只能通过某种私生子式的推理勉强被确信”。亚里士多德的整个证明都依附于那条自然学公理,该公理说:没有任何事物从单纯的无中生成,也没有任何事物毁灭为单纯的无。而这一公理是他自己在开篇通过证明生成之物由对立面生成并毁灭为对立面而确立的。并且必须有某种作为对立面之底层的事物,它在某种意义上存在,在某种意义上不存在,生成之物正是作为就自身而言最初内在存在者由它生成的。然而正如先前所言,柏拉图以另一种方式证明了生成之物是由某种底层生成的;因为既然生成之物是存在者的影像,而凡影像都与其范型相似,且相似之物是通过从范型分有相似性而与之相似的,那么分有者是一回事,被分有者以及影像借以相似的分有则是另一回事。因此,分有者就是影像——即生成之物——在其中并由之生成的东西(至少柏拉图在《蒂迈欧篇》中说:“无论如何在当下应当思考三种种类:其一是生成之物,其二是它在其中生成之物,其三是生成之物借以变得相似而生出的来源”);并且如果我先前所言为真,这就是从存在者的偏离、转折以及滑向非存在,而对存在者的分有抓住了它,尽可能使其驻足,并使其成为真实存在的影像,而不是真正的不存在——如果它完全滑落到非存在中它本会具有这种状态——从而使它成为非真实地存在。

语法注2 条
  1. 1.79εἰ δὲ τοῦτο ὡς ἀδύνατον ἠξίωται τὸ τὸ γινόμενον εἶναι πρὶν γενέσθαι

    带冠词的不定式短语 τὸ τὸ γινόμενον εἶναι πρὶν γενέσθαι(生成之物在生成之前就已经存在)与指示代词 τοῦτο 构成同位语。在连续出现的两个中性冠词 τὸ τὸ 中,前一个 τὸ 将整个不定式短语名词化,后一个 τὸ 则修饰分词 γινόμενον。

  2. 1.79ἀντὶ τοῦ ὄντως μὴ εἶναι, ὅπερ ἔσχεν ἂν εἰς τὸ μὴ ὂν τελέως ὑπενεχθεῖσα οὐκ ὄντως εἶναι ποιοῦσα

    句末的句法骨架以主语 ἡ τοῦ ὄντος μέθεξις 为核心,统摄并列的动词短语 καὶ εἰκόνα ποιεῖ [...] καὶ [...] οὐκ ὄντως εἶναι ποιοῦσα [αὐτήν]。关系从句 ὅπερ ἔσχεν ἄν(如果完全滑落至非存在它本会具有的状态)是一个与过去事实相反的虚拟从句,修饰先行语 τοῦ ὄντως μὴ εἶναι(真正的不存在),其中分词 ὑπενεχθεῖσα 起到了条件从句的作用。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:253.28-255.16