← 辛普里丘

亚里士多德《物理学》注释

§252.15-253.27

质料因缺乏的附带毁灭与自性不灭

辛普利丘注解亚里士多德《物理学》192a25,探讨质料究竟是因缺乏这一偶性而附带毁灭,还是依潜能与缺乏这两重视角被分别赋予了可毁灭性与不灭性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.78

" Φθείρεται δὲ καὶ γίνεται ἔστι μὲν ὡς, ἔστι δ’ ὡς οὔ. ἕως τοῦ ἀλλ’ ἄφθαρτον καὶ ἀγένητον ἀνάγκη αὐτὴν εἶναι." Δείξας καὶ ὅτι ἔστιν ἡ ὕλη καὶ ὁποία τίς ἐστι καὶ τίνι τρόπῳ γνώσεως ληπτὴ καὶ ὅτι διαφέρει τῆς στερήσεως, κἂν ἀδιόριστος δοκῇ πρὸς αὐτήν, ἐφεξῆς καὶ ὅτι ἄφθαρτος καθ’ αὑτήν ἐστι δείκνυσιν, εἰ καὶ κατὰ συμβεβηκὸς φθείρεται, τῷ τὸ συμβεβηκὸς αὐτῇ, τοῦτο δέ ἐστιν ἡ στέρησις, καθ’ αὑτὸ φθείρεσθαι. ἔστι δέ τις καὶ αὕτη διαφορὰ τῆς τε ὕλης καὶ τῆς στερήσεως, ᾗ ἡ μὲν ὕλη κατὰ συμβεβηκός, ἡ δὲ στέρησις καθ’ αὑτὸ φθείρεται. καλεῖ δὲ τὸ συμβεβηκὸς αὐτῇ τὸ ἐν ᾧ ἀντὶ τοῦ τὸ ἐν αὐτῇ·1 συμβεβηκότος γὰρ αὕτη φύσις τὸ ἔν τινι εἶναι. καὶ κυρίως μὲν τὸ ἐν ᾧ τὸ ὑποκείμενον δηλοῖ (ἄλλο γὰρ τὸ ἐν ᾧ τί ἐστι καὶ ἄλλο τὸ ἐν ἐκείνῳ ὄν), κατεχρήσατο δὲ αὐτῷ ἐπὶ τοῦ ἐν ὑποκειμένῳ. ἀντὶ δὲ τοῦ εἰπεῖν ‘ὡς δὲ κατὰ τὴν αὑτῆς φύσιν οὐ φθείρεται καθ’ αὑτὸ’ ὡς δὲ κατὰ τὴν δύναμιν εἶπε, διότι τῇ ὕλῃ τὸ εἶναι ὕλῃ τὸ δύνασθαί ἐστι· κατὰ γὰρ τὸ δυνάμει οὐσίωται. εἰ δὲ τοῦτο οὕτως ἔχει, καὶ ὅταν ἐνεργείᾳ παρῇ τὸ εἶδος, μένει τὸ δυνάμει τῆς ὕλης καὶ οὐ μεταβάλλει τοῦτό ποτε εἰς τὸ ἐνεργείᾳ, ἵνα μὴ φθαρῇ ἡ ὕλη κατὰ τὸ δυνάμει οὐσιωμένη. οὐκ ἀλλοιοῦται οὖν ἡ ὕλη, ἀλλὰ μένουσα, ὅπερ ἐστί, δέχεται τὸ εἶδος. εἰ δὲ τοῦτο, οἰκειότερον τοῦ ἐξ ὕλης καὶ εἴδους λέγειν τὸ σύνθετον τὸ εἶδος ἐν ὕλῃ λέγειν. ἀλλ’ εἰ καὶ τὸ εἶδος συμβέβηκε τῇ ὕλῃ καὶ ἔστι καὶ αὐτὸ φθαρτόν, διὰ τί μὴ κατὰ τοῦτο φθαρτὴν κατὰ συμβεβηκὸς λέγει τὴν ὕλην, ἀλλὰ διότι τὸ φθειρόμενόν ἐστιν ἐν τούτῳ ἡ στέρησις; ἢ πρῶτον μὲν οὐχ ὁμοίως ἐνὑπάρχει τῇ ὕλῃ τό τε εἶδος καὶ ἡ στέρησις, ἀλλὰ τὸ μὲν ὡς ἐν ὕλῃ εἶδος τὴν σύνθετον οὐσίαν ποιεῖ μετὰ τῆς ὕλης μέρος αὐτῆς γινόμενον μετ’ ἐκείνης, καὶ διαφέρει ταύτῃ τοῦ ὡς συμβεβηκότος ἐν οὐσίᾳ· τοῦτο γὰρ οὐ ποιεῖ τι σύνθετον μετὰ τῆς οὐσίας, ἡ δὲ ἐν τῇ ὕλῃ στέρησις ὡς ἐν ὑποκειμένῳ ἐστὶ τῇ ὕλῃ οὐ ποιοῦσά τινα μετ’ αὐτῆς οὐσίαν οὐδὲ μέρος συνθέτου οὐσίας γινομένη. διὸ ἡ μὲν στέρησις συμβεβηκὸς λέγεται τῆς ὕλης, τὸ δὲ εἶδος οὔ. καὶ ἡ μὲν τῆς στερήσεως φθορὰ κατὰ συμβεβηκὸς καὶ τῆς ὕλης λέγεται, ἡ δὲ τοῦ εἴδους οὐκέτι. τοῦ γὰρ εἴδους φθειρομένου τότε μάλιστα ἡ ὕλη διαφαίνεται. στερήσεως δὲ φθειρομένης καὶ εἴδους ἐπιγινομένου κρύπτεται ἡ ὕλη, καὶ φθείρεσθαι καὶ αὕτη δοκεῖ. μήποτε δὲ καὶ ὁ Ἀριστοτέλης2 τὴν ὕλην ἐκ τοῦ δυνάμει καὶ τῆς ἐν τούτῳ στερήσεως θεασάμενος κατὰ μὲν τὸ ἐν ᾧ τουτέστι κατὰ τὴν στέρησιν, φθείρεσθαι τὴν ὕλην καθ’ αὑτό φησι, κατὰ δὲ τὴν δύναμιν ἄφθαρτον εἶναι καὶ ἀγένητον. οὕτως δὲ οἶμαι καὶ ἡ λέξις καταλληλοτέρα φανήσεται ἡ λέγουσα ὡς μὲν γὰρ τὸ ἐν ᾧ, εἰ ὡς ἐπὶ τῆς ὕλης λέγοιτο, ὅτι κατὰ μὲν τὴν στέρησιν καθ’ αὑτὸ φθείρεται, κατὰ δὲ τὸ δυνάμει ἄφθαρτος καὶ ἀγένητός ἐστι. καὶ γὰρ οὐδὲ εἶπεν ὅτι κατὰ συμβεβηκὸς φθείρεται ἡ ὕλη, ἀλλ’ ὅτι ὡς μὲν στέρησις καθ’ αὑτὸ φθείρεται, ὡς δὲ τὸ δυνάμει οὔτε γίνεται οὔτε φθείρεται. οἱ δὲ ἐξηγηταὶ κατὰ συμβεβηκὸς αὐτὴν φθείρεσθαι λέγουσι, διότι τὸ ἐν αὐτῇ ὂν ἡ στέρησις φθείρεται, ὡς τὸν ἀμφορέα φθείρεσθαί φαμεν, ὅταν ὁ ἐν αὐτῷ οἶνος φθαρῇ. καίτοι τίς ἂν εἴποι τὸν ἀμφορέα ἐφθάρθαι τοῦ οἴνου φθαρέντος; κἂν πολὺν δὲ λόγον κατέτεινεν ὁ Ἀριστοτέλης διορίζων τὴν ὕλην τῆς στερήσεως, δύναται ὡς κατὰ τὸ δυνάμει μάλιστα τὴν ὕλην θεωρῶν ἐκείνοις κεχρῆσθαι τοῖς λόγοις. ἀλλ’ ὅπως δείκνυσιν ἄφθαρτον καὶ ἀγένητον κατὰ τὸ δυνάμει τὴν ὕλην, ἐφεξῆς ἴδωμεν.

“它在某种意义上毁灭并生成,但在某种意义上却不。直至‘但它必然是不灭且未生成的’。” 在指明了质料存在、它是何种事物、可以通过何种认识方式被把握,以及尽管它相对于缺乏显得未加规定却依然有别于缺乏之后,接下来[亚里士多德]证明了质料就自身而言是不灭的,即使它出于偶性而毁灭,这是由于偶然附随于它的东西——即缺乏——就自身而言毁灭。而这也是质料与缺乏之间的一个区别,即质料是出于偶性毁灭,而缺乏则是就自身而言毁灭。他将偶然附随于它的东西称为“在其之中的东西”,以代替“在它之中的东西”;因为这就是偶性的本性:在某一事物之中。严格来说,“在其之中的东西”指示底层(因为某物在其之中的东西是一回事,而处于那物之中的东西是另一回事),但他将其借用在处于底层之中的事物上。而他不说“若依其自身的本性,它就不在自身上毁灭”,却说“若依潜能”,这是因为对于质料而言,作为质料存在就在于具有潜能;因为它是依潜能而被赋予实体的。如果情况是这样,那么即使当形式在现实中现前时,质料的潜能依然保留,并且这潜能绝不会转变为在现实中的状态,以免依潜能被赋予实体的质料被毁灭。因此,质料并不发生性质变化,而是在保持其所是的同时接受形式。若然如此,与其说复合体由质料与形式构成,不如说它是质料中的形式更为贴切。然而,如果形式也附随于质料且自身也是可毁灭的,为什么他不说质料依此而是出于偶性可毁灭的,却说是因为毁灭之物是这之中的缺乏呢?抑或首先是因为,形式与缺乏并不以同样的方式内在存在于质料中,质料中的形式作为在质料中者与质料一起构成复合实体,与质料一同成为其部分,并在这方面有别于实体中的偶性(因为偶性不与实体构成某种复合体,而质料中的缺乏是在质料中如同在底层中一样,既不与质料构成某种实体,也不成为复合实体的部分)?因此,缺乏被称为质料的偶性,而形式则不被如此称呼。并且缺乏的毁灭也被称为出于偶性亦是质料的毁灭,而形式的毁灭则不再如此称呼。因为当形式毁灭时,质料才最为彰显;而当缺乏毁灭且形式随之产生时,质料被遮蔽,它自身似乎也毁灭了。但或许亚里士多德也是从潜能以及在其中的缺乏的角度来考察质料,才说依“在其之中的东西”——也就是说依缺乏——质料就自身而言毁灭,而依潜能则是不灭且未生成的。我想,若是这样,那句说“因为作为在其之中的东西”的话,如果被视为就质料而言,也将显得更为融贯,即依缺乏而言它在自身上毁灭,而依潜能而言它是不灭且未生成的。因为他也确实没有说质料出于偶性而毁灭,而是说作为缺乏它在自身上毁灭,而作为潜能它既不生成也不毁灭。然而注解家们却说它是出于偶性毁灭,因为在它之中的缺乏毁灭了,正如我们说双耳细颈罐在其中的酒变质时毁灭了一样。然而,酒变质了又有谁会说双耳罐已被毁灭呢?纵然亚里士多德用了很长的篇幅将质料与缺乏区分开来,他也完全可能是在主要依潜能来考察质料时运用那些论述的。但是,他是如何证明质料依潜能而言是不灭且未生成的,让我们接下来看。

语法注2 条
  1. 1.78τὸ ἐν ᾧ ἀντὶ τοῦ τὸ ἐν αὐτῇ

    ἀντί 支配属格,意为“代替”。严格来说,含有关系代词的 τὸ ἐν ᾧ(在其之中的东西)指示容器或底层(subiectum),但辛普利丘指出亚里士多德在此转义借用(κατεχρήσατο),以表达 τὸ ἐν αὐτῇ(在它之中的东西,即内在存在于底层中的偶性/缺乏)。

  2. 1.78μήποτε δὲ καὶ ὁ Ἀριστοτέλης

    μήποτε 引导委婉的推测或假说(“或许……不是吗”)。它与后文的不定词结构(φθείρεσθαι τὴν ὕλην... φησι)相配合,针对注解家们(如亚历山大等)主张的质料出于偶性而毁灭的观点,辛普利丘对亚里士多德的原意提出了自己的替代性假说。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:252.15-253.27