- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:251.10-252.14
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘论证了质料是出于亲和性而非作为相反者向往形式,阐明缺乏绝非与质料同其实体,并解释了质料何以仅出于偶性才被称为雌性和丑陋者。
οὔτε οὖν τὸ ἐναντίον τοῦ ἐναντίου ἐφίεται, ὅπερ ἂν συνέβαινεν εἰ ἡ ὕλη τῇ στερήσει ταὐτὸν ἦν, οὔτε τὸ εἶδος ἑαυτοῦ ἐφίεται· ἐκείνου γὰρ ἐφίεται ἕκαστον οὗ ἐστιν ἐνδεές· οὐδὲν δὲ αὐτὸ ἑαυτοῦ ἐνδεές ἐστιν. εἰ οὖν μήτε οὗ ἔχει τι ἐφίεται ἀνενδεὲς ὂν τούτου, μήτε τοῦ ἐναντίου, διότι φθαρτικόν ἐστι τὸ ἐναντίον, δῆλον ὅτι τὸ ἐφιέμενον τοῦ εἴδους οὔτε τὸ εἶδός ἐστιν οὔτε ἡ στέρησις, ἀλλ’ ἔστιν ἡ ὕλη ἄλλο οὖσα ἑκατέρου τῶν ἐναντίων καὶ ἐφιεμένη τοῦ εἴδους ὥσπερ θῆλυ ἄρρενος, τουτέστι τὸ ἐνδεὲς τοῦ αὐτάρκους καὶ ἀόριστον. τοιαύτην γὰρ αὐτὴν ἔχουσι περὶ αὐτῆς ἐρίζοντες ἔννοιαν καὶ οἱ μητέρα καὶ τιθήνην αὐτὴν λέγοντες. κατὰ οἰκειότητα οὖν ἡ ἔφεσις καὶ οὐχ ὡς ἐναντίου, ὅπερ ἂν ἦν, εἰ ἡ ὕλη στέρησις ἦν, ἢ ταὐτὸν τῇ στερήσει. ἐφίεται δὲ καὶ ὡς αἰσχρὸν καλοῦ ἡ ὕλη τοῦ εἴδους καὶ οὐδὲ οὕτως τοῦ ἐναντίου ἐφίεται. οὐ γὰρ ὡς αἰσχρότης καὶ καθ’ αὑτὸ αἰσχρὸν ἐφίεται τοῦ καλοῦ (οὕτως γὰρ ἂν τῆς ἑαυτῆς ἐφίετο φθορᾶς), ἀλλ’ ὡς συμβεβηκυίας μὲν αὐτῇ τῆς αἰσχρότητος, ἥτις ἐστὶ τοῦ καλοῦ στέρησις, ἐπιτηδείως δὲ πρὸς τὸ καλὸν ἔχουσα.1 ὡς εἴ γε ἡ στέρησις ἦν τοῦ καλοῦ ἡ ὕλη, οὐκ ἂν ἐφίετο τοῦ καλοῦ, καὶ εἰ ταὐτὸν ἦν τῇ στερήσει ἡ ὕλη, οὐκ ἂν ἐσῴζετο ἐν τῷ τινὸς εἴδους μεταλαμβάνειν. εἰ δὲ λέγοι τις ὅτι συνουσίωται ἀεὶ τῇ ὕλῃ ἡ στέρησις, διότι κἂν ἄλλου τινὸς εἴδους μετέχῃ, ἄλλου τινὸς πάντως ἐστέρηται, ἐννοεῖν ἐχρῆν,2 ὅτι οὐδεμία στέρησις αὐτῇ συνουσίωται, εἴπερ παντὸς εἴδους μετέχειν πέφυκεν. ὅλως δὲ εἰ μίαν τις αὐτῇ στέρησιν συνουσιῶσθαι λέγοι, καὶ πάσας ἐρεῖ. ὥστε οὑτινοσοῦν εἴδους παρόντος αὐτῇ ἔφθαρται αὐτῆς ἡ οὐσία, εἴπερ καὶ ἡ στέρησις. εἰ δὲ λέγοι τις ὅτι καὶ ἐν τῷ μετέχειν εἴδους συνουσίωται τῇ ὕλῃ καὶ ἡ τοῦ εἴδους ἐκείνου στέρησις, διότι τὸ εἶναι τῇ ὕλῃ ἐν τῷ ἀνειδέῳ ἐστίν,3 οὐ φυλάττει τὸ τῆς στερήσεως σημαινόμενον. ἄλλο γάρ ἐστιν ἡ ἑτερότης, καθ’ ἣν καὶ τὸ εἶδος ἄυλόν ἐστι, καὶ ἄλλο ἡ τοῦ εἴδους ἀπουσία, ἥτις οὐ δύναται τῇ παρουσίᾳ συνυπάρχειν. ἀλλ’ ὅτι μὲν οὔτε ἡ στέρησις οὔτε τὸ εἶδος ἐφίεται τοῦ εἴδους, καὶ ἄλλως δέδεικται, καὶ ὅτι τὸ ὑποκείμενον καὶ πεφυκὸς μεταλαμβάνειν τοῦ εἴδους καὶ κοσμεῖσθαι ἀπ’ αὐτοῦ τοῦτό ἐστι τὸ ἐφιέμενον τοῦ εἴδους, ἐκ τούτων δὲ καὶ ὅτι ἄλλο τῆς ὕλης ἡ στέρησις συνῆκται. οὐ μέντοι διὰ τοῦτο ἐν ταῖς στοιχειώδεσιν ἀρχαῖς ἀριθμηθήσεται ἡ στέρησις. τὸ γὰρ στοιχεῖον ἐνυπάρχουσά ἐστιν ἀρχή, ἀλλ’ οὐχὶ τῇ ἀπουσίᾳ ποιοῦσα. ἀλλὰ πῶς θῆλυ κατὰ συμβεβηκὸς ἡ ὕλη, εἴπερ τῷ αὑτῆς λόγῳ ἐνδεὴς τοῦ εἴδους ἐστὶ καὶ ὀρέγεται αὐτοῦ καὶ ὑποδέχεται καὶ διαστάσεως αὐτῷ καὶ ἐκτάσεώς ἐστιν αἰτία; ἢ διὰ τὴν ἀπουσίαν ἐνδεής ἐστι καὶ ὀρέγεται, ὡς εἴ γε ἀεὶ μετεῖχε τοῦ εἴδους ὡς ἐν τοῖς οὐρανίοις, οὔτε ἐνδεὴς ἂν ἦν οὔτε ὠρέγετο, ἀλλὰ μία τις ἐξ ἀμφοῖν ἀεὶ φύσις ἦν συνουσιωμένη.
因此,既非相反者向往相反者——如果质料与缺乏相同,这就会发生——亦非形式向往自身;因为每一事物所向往的,乃是它所匮乏者,而没有任何事物匮乏自身。所以,如果一事物既不向往它所拥有的东西(因为它并不匮乏此物),也不向往相反者(因为相反者具有毁灭性),那么显而易见,向往形式的既不是形式也不是缺乏,而是质料,它异于两个相反者中的每一方,且向往形式如同雌性[向往]雄性,也就是说,匮乏者[向往]自足者,以及不定者[向往规定者]。因为那些争论质料并称其为母亲和保姆的人,关于它也怀有这样的观念。因此,向往是依亲和性而产生的,而不是作为相反者而产生的——若质料是缺乏,或与缺乏相同,情况就会是那样。质料也像丑陋者[向往]美好者那样向往形式,即便如此它也并非向往相反者。因为质料并非作为丑陋和作为就自身而言的丑陋去向往美好者(因为若那样它就会向往其自身的毁灭),而是作为丑陋偶然附随于它——这丑陋即是美好的缺乏——同时它对美好者保有适宜性[去向往的]。因为如果质料确实是美好的缺乏,它就不会向往美好;而如果质料与缺乏相同,它就不会在分有某种形式时得以保全。但如果有人说,缺乏始终与质料同其实体,因为即使它分有某种其他的形式,它也无论如何被剥夺了某种其他的形式,那么此人本应考虑到,既然质料在自然本性上适于分有每一种形式,便没有任何缺乏与它同其实体。总之,如果有人说有一种缺乏与它同其实体,他也就会说所有的缺乏都是如此。以至于无论何种形式现前于它,倘若缺乏被毁灭了,它的实体也就已被毁灭了。又如果有人说,即使在分有形式之中,那形式的缺乏也与质料同其实体,因为质料的存在就在于无形式之中,那么他就没有持守缺乏的涵义。因为根据它而使形式也是非物质的异质性是一回事,而不能与现前共存的形式的缺失则是另一回事。但是,缺乏与形式都不向往形式,这也通过其他方式得到了证明;而作为底层且在自然本性上适于分有形式并由它装饰者,才是向往形式之物;由此亦推论出缺乏与质料是不同的。然而,缺乏绝不会因此被列入元素性的本原之中。因为元素是内在的本原,而绝非因缺失而起作用。但是,如果质料依其自身的定义便匮乏形式、渴求形式、接受形式,并且是形式的空间间隔与延展的原因,质料又怎会是出于偶性作为雌性呢?抑或是由于缺失才匮乏和渴求,以至于如果质料像在天上事物中那样始终分有形式,它就不会匮乏也不会渴求,而是两者始终构成一种单一的、同其实体的本性?
- 1.77ὡς συμβεβηκυίας μὲν αὐτῇ τῆς αἰσχρότητος, ἥτις ἐστὶ τοῦ καλοῦ στέρησις, ἐπιτηδείως δὲ πρὸς τὸ καλὸν ἔχουσα
此句通过 μέν... δέ 将一个属格独立结构(ὡς συμβεβηκυίας... τῆς αἰσχρότητος)与一个同主句主语(ἡ ὕλη)一致的主格分词(ἐπιτηδείως δὲ... ἔχουσα)并列起来。这种句法上的转换准确呈现了质料向往形式时的两重维度:丑陋(缺乏)只是出于偶性附随于它,而其自身本性则对善美者具有适宜性。
- 1.77εἰ δὲ λέγοι τις... ἐννοεῖν ἐχρῆν
条件从句使用 εἰ 加祈愿语气(λέγοι),而主句则使用不带 ἄν 的表示义务的过去未完体动词(ἐχρῆν)。这一句式表达假使有人提出该假设,则他“理应考虑到……”以指出对方主张中逻辑上的疏漏,是典型的论辩句法结构。
- 1.77τὸ εἶναι τῇ ὕλῃ ἐν τῷ ἀνειδέῳ ἐστίν
由带冠词不定词和领属与格构成的短语(τὸ εἶναι τῇ ὕλῃ),是表达本质定义的经典句法(“质料的存在”或“质料的本质”)。表语由介词短语 ἐν τῷ ἀνειδέῳ 充当,表达了论辩对手的论点,即质料的本质就在于“无形式”。
