← 辛普里丘

亚里士多德《物理学》注释

§250.6-251.10

通过对形式的向往区分质料与缺乏

辛普里丘探讨了亚里士多德依据质料和缺乏对形式(神圣与善之物)的关系来区分二者的段落(192a16),考量了将此形式解释为分离的第一形式或临于质料的内在形式这两种可能性,并阐明若将质料与缺乏混同便会导致质料向往自身毁灭的荒谬后果。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.77#1

" Ὄντος γάρ τινος θείου καὶ ἀγαθοῦ καὶ ἐφετοῦ ἕως τοῦ πλὴν οὐ καθ’ αὑτὸ αἰσχρόν, ἀλλὰ κατὰ συμβεβηκὸς οὐδὲ θῆλυ, ἀλλὰ κατὰ συμβεβηκός." Τὴν διαφορὰν τῆς ὕλης καὶ τῆς στερήσεως παραδοὺς καὶ κατὰ τὴν πρὸς τὸ εἶδος ἀμφοῖν σχέσιν παραδίδωσιν αὐτήν· θεῖον γὰρ καὶ ἀγαθὸν καὶ ἐφετόν ἐστι τὸ εἶδος, καὶ τούτου ἐφίεται μὲν ἡ ὕλη κατὰ τὴν αὑτῆς φύσιν· ὑπεναντίον δέ ἐστιν ἡ στέρησις καὶ οὐκ ἂν ἐφίοιτο τῆς ἑαυτοῦ φθορᾶς. καὶ εἰ μὲν θεῖον καὶ ἀγαθὸν καὶ ἐφετὸν τὸ πρῶτον εἶδος λέγοι τὸ χωριστόν, ὃ καὶ νοῦν καὶ πρῶτον αἴτιον καλεῖ, τῷ ὄντι πάντα τὰ κατὰ φύσιν συνιστάμενα ἐφίεται τούτου, ὑπ’ αὐτῆς τῆς φύσεως θείου καὶ αὐτῆς οὔσης αἰτίου οὕτως κατεσκευασμένα, ὡς ἕκαστον καθ’ ἣν ἔχει δύναμιν ἐφίεσθαι1 τῆς πρὸς ἐκεῖνο ὁμοιώσεως. ὁμοίωσις δὲ αὐτοῖς ἡ οἰκεία τελειότης· τελειότης δὲ τοῖς μὲν συνθέτοις ἡ κατὰ τὸ εἶδος στάσις, τῇ δὲ ὕλῃ ἡ τοῦ εἴδους μέθεξις ἐφ’ ὃ καὶ νένευκε καὶ πρὸς ὃ ἐπιτηδείως ἔχει. ἢ τάχα ἀνεπιτηδείως μὲν παράλλαξίς τις οὖσα καὶ παρατροπὴ τοῦ εἴδους, ἀπηρτημένη δὲ ὅμως ἀπ’ αὐτοῦ2 καὶ σῳζομένη τῇ πρὸς ἐκεῖνο παρυποστάσει. διὸ καὶ ἐφίεσθαι ἂν αὐτοῦ λέγοιτο. ὃ γάρ ἐστιν ὄρεξις ἐν τοῖς ἐμψύχοις, τοῦτο ἐν τοῖς ἀψύχοις φυσικοῖς δὲ ἔφεσις. εἰ οὖν ἡ μὲν ὕλη ἐφίεται τοῦ εἴδους, ἡ δὲ στέρησις ἐναντίον ἐστὶ τῷ εἴδει, πολλὴ ἂν εἴη ἀμφοῖν πρὸς ἄλληλα διαφορά. ἀλλὰ πῶς τῷ πρώτῳ εἴδει ἐναντίον ἡ στέρησις, εἴπερ μηδὲν ἐκείνῳ ἐναντίον (“οὐ, γάρ, ἀγαθὸν πολυκοιρανίη” φησὶν Ἀριστοτέλης) καὶ εἴπερ πάντα τὰ ὁπωσοῦν ὄντα ἐκείνου ἐφίεται; καὶ γὰρ καὶ ἡ στέρησις εἴπερ ἔστι τι ὅλως ἐφίοιτο ἂν ἐκείνου. ἀλλ’ οὐδὲ ἔστιν ἐκείνου στέρησις, εἴπερ ἡ στέρησις ἀπουσία τοῦ παρεῖναι πεφυκότος ἐστὶ καὶ περὶ μόνα θεωρεῖται εἴδη τὰ μεταβάλλοντα. ἢ λέγοιτο ἂν ἐναντία εἶναι τῷ πρώτῳ εἴδει ἡ στέρησις, καθόσον ἐναντία ἐστὶ τῷ εἴδει τῷ διὰ τὴν ἔφεσιν τοῦ πρώτου εἴδους ἐγγινομένῳ. ἢ θεῖον καὶ ἀγαθὸν καὶ ἐφετὸν καλεῖ τὸ προσιὸν αὐτὸ τῇ ὕλῃ εἶδος, ὡς τῆς θείας μοίρας ἔκγονον ὑπάρχον. κατὰ τοῦτο γὰρ καὶ τοῦ πρώτου εἴδους ἐφίεται ἡ ὕλη, καὶ τοῦτό ἐστιν οὗ ἔχει τὸ δυνάμει καὶ πρὸς ὃ πέφυκε. πρὸς τοῦτο δὲ τὸ εἶδος καὶ ἡ στέρησις ἠναντίωται. ἀλλ’ εἰ μὲν διακρίνοι τις, φησί, τὴν ὕλην τῆς στερήσεως, ὥσπερ τῷ ἀριθμῷ οὕτως δὲ καὶ τῷ λόγῳ, σαφῶς εὑρήσει τὸ μὲν ἐφιέμενον τοῦ εἴδους τὴν ὕλην, τὸ δὲ ἐναντίον τὴν στέρησιν. Εἰ δέ τις εἰς ταὐτὸν ἄγοι τὴν ὕλην καὶ τὴν στέρησιν, συμβήσεται λέγειν αὐτῷ τὴν ὕλην τῆς οἰκείας ἐφίεσθαι φθορᾶς ἐφιεμένην τῆς τοῦ εἴδους παρουσίας. φθορὰ γὰρ παντὶ ἐναντίῳ ἡ τοῦ ἐναντίου παρουσία. οὐδὲν δὲ τῆς ἑαυτοῦ φθορᾶς ἐφίεσθαι θέμις.3

“因为既然存在着某种神圣的、善的和令人向往之物”至“只是并非就自身而言是丑陋的,而是出于偶性,也并非[就自身而言]是雌性的,而是出于偶性。” 在传授了质料与缺乏的区别之后,他也依照两者对于形式的关系传授这一区别;因为形式是神圣的、善的和令人向往的,质料依其本性向往着它,而缺乏则是相反的,不可能向往其自身的毁灭。而且,如果他通过“神圣的、善的和令人向往之物”所指的是分离的第一形式(他也称之为理智和第一原因),那么依本性成立的万物确实都向往着它,它们由本身也是神圣原因的本性自身所造就,以至于每一事物都依其所拥有的潜能向往同化于那者。同化对于它们而言便是特有的完满;对于复合事物而言,完满是依形式的持存,而对于质料而言,则是对它所倾向并对其拥有适宜性的形式的分有。或者也许由于它作为形式的某种脱节和偏离因而不具适宜性,但它终究悬系于形式,并通过依附于那者的旁立存在而得以保全。因此它也可以被说成是向往着形式。因为在有灵魂者之中为欲望的东西,这在无灵魂的自然物之中便是向往。因此,如果质料向往形式,而缺乏与形式相反,那么两者彼此之间当存在巨大的差别。但是,如果没有任何事物与第一形式相反(“主权众多并非善事”,亚里士多德说),且如果以任何方式存在的一切事物都向往第一形式,缺乏又怎会与第一形式相反呢?因为缺乏若是毕竟是某种事物,它也会向往那者。而且既然缺乏是本性上适于现前者的缺失,且仅在变易的形式上被观察到,那么甚至不存在对第一形式的缺乏。或者,可以说缺乏与第一形式相反,是在于它与因对第一形式的向往而产生的形式相反。或者,他将本身临于质料的形式称为“神圣的、善的和令人向往的”,因为它作为神圣份额的后裔而存在。因为质料依照这一形式也向往第一形式,而这正是它拥有潜能且在自然本性上朝向的东西。而缺乏所相反的正是这一形式。但是,他说,如果有人在定义上如同在数量上一样将质料与缺乏区分开来,他将清楚地发现向往形式的是质料,而相反的是缺乏。但如果有人将质料与缺乏混为同一事物,他将必然会说质料在向往形式现前的同时,向往着它自身的毁灭。因为对于任何相反者而言,相反者的现前即是毁灭;而没有任何事物被许可向往其自身的毁灭。

语法注3 条
  1. 1.77ὡς ἕκαστον καθ’ ἣν ἔχει δύναμιν ἐφίεσθαι

    此句是接在 οὕτως κατεσκευασμένα 之后的 ὡς + 不定词(ἐφίεσθαι)结构,表结果或被造之样态。宾格 ἕκαστον 作为不定词的主语。

  2. 1.77ἢ τάχα ἀνεπιτηδείως μὲν παράλλαξίς τις οὖσα καὶ παρατροπὴ τοῦ εἴδους, ἀπηρτημένη δὲ ὅμως ἀπ’ αὐτοῦ

    该句针对前文的 πρὸς ὃ ἐπιτηδείως ἔχει(对其拥有适宜性)提出修正与保留。省略了述语动词 ἔχει,分词从句(παράλλαξίς τις οὖσα... ἀπηρτημένη δὲ...)说明质料自身的状态。

  3. 1.77οὐδὲν δὲ τῆς ἑαυτοῦ φθορᾶς ἐφίεσθαι θέμις

    名词 θέμις(正当、法理)省略了联系动词 ἐστί,起无人称述语作用。中性代词 οὐδέν 作为宾格与不定词结构(ἐφίεσθαι)的主语,支配属格补足语 τῆς ἑαυτοῦ φθορᾶς。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:250.6-251.10