- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:248.21-250.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普利丘注解了亚里士多德将质料比作形式的协同原因与母亲的文句,在辨析质料与缺乏之差别的同时,论证了缺乏与质料并非恶的自立本原,而是由善产生、为实现全宇宙之完满所必需的最末端的善。
" Ἡ μὲν γὰρ ὑπομένουσα συναιτία τῆς μορφῆς τῶν γινομένων ἐστὶν ὥσπερ μήτηρ." Μεμψάμενος τὸ μὴ διορίζειν τὴν ὕλην τῆς στερήσεως εἶπε μὲν ἤδη πολλὰς διαφορὰς τῆς τε ὕλης καὶ τῆς στερήσεως ἔκ τε τῶν πραγμάτων ἐπιχειρῶν καὶ ἐκ τῆς λεκτικῆς συνηθείας. καὶ νῦν δὲ ἄλλην αὐτῶν προστίθησι διαφορὰν λέγων τὴν μὲν ὕλην ὑπομένουσαν σὺν τῇ μορφῇ αἰτίαν1 εἶναι τῶν γινομένων ὥσπερ μητέρα. καὶ γὰρ τὴν ὕλην παρέχει τῷ γινομένῳ ὥσπερ ἡ μήτηρ καὶ ὑποδοχή ἐστι τοῦ ἐγγινομένου εἰς αὐτὴν εἴδους ἐκ τοῦ πατρὸς τῶν ὅλων. διὸ καὶ ὁ Πλάτων ποτὲ μὲν μητέρα ποτὲ δὲ χώραν αὐτὴν καλεῖ· ἀναλογεῖν δ’ ἂν μητρὶ λέγοις καὶ καθόσον διαστατικὴ καὶ διαιρετικὴ τῶν εἰδῶν ἐστιν ἡ ὕλη, ὥσπερ τῶν πατρικῶν σπερμάτων αἱ μητέρες καὶ τῶν βρεφῶν τρέφουσαι καὶ αὔξουσαι αὐτὰ εἰς μείζονα ὄγκον. διὸ καὶ τιθήνην αὐτὴν ὁ Πλάτων καλεῖ. καὶ τοιαύτη μὲν ἡ ὕλη αἰτία τοῦ εἶναι οὖσα· ἡ δὲ στέρησις, ἣν ἑτέραν μοῖραν τῆς ἐναντιώσεως ἐκάλεσε, τῷ πρὸς τὸ κακοποιὸν καὶ φθοροποιὸν αὐτῆς ἀφορῶντι, εἴπερ ἀπουσία ἐστὶ τοῦ εἴδους καθ’ ὃ ἑκάστῳ τὸ εἶναι καὶ τὸ ἀγαθόν, οὐδὲ εἶναι ὅλως τι τῶν ὄντων δόξει. τί γὰρ ἂν εἴη ἡ ἀπουσία ἢ ἡ τοῦ ὄντος φθορὰ καὶ τὸ μὴ εἶναι. διὸ οὐδὲ ὑπομένει αὐτὴ ἐν τῷ συνθέτῳ τῆς ὕλης ὑπομενούσης· τοῦ γὰρ εἴδους παρόντος πῶς ἂν ὑπομένοι ἡ ἀπουσία αὐτοῦ. καὶ λέγει ὁ Ἀλέξανδρος ὅτι “αὕτη καὶ τῶν κακῶν αἰτία. κἂν γὰρ ἡ ὕλη δοκῇ τῶν κακῶν αἰτία, ἀλλὰ καὶ αὕτη διὰ τὴν στέρησιν οὐ δυναμένη τὴν τῶν ἀιδίων εὐταξίαν ἐπιδέχεσθαι.” κἂν λέγοιτο δὲ κακὸν ἡ στέρησις, ἡ ὕλη μετὰ τῆς στερήσεως οὐχ οὕτως ἐστὶ κακὸν ὡς τὴν οὐσίαν κακὴν ἔχον οὐδὲ ὡς οἱ λέγοντες ἀρχὴν ἀγένητον ἀντίξουν τῷ ἀγαθῷ τὴν τοῦ κακοῦ. καὶ γὰρ ἡ ὕλη καὶ ἡ στέρησις, ἥτις ποτέ ἐστιν, αὕτη θεόθεν παρήχθη καὶ ἐκ τοῦ ἀγαθοῦ ὑπέστη, καὶ πολλὴν χρείαν τῇ δημιουργίᾳ παρέχονται καὶ ἀγαθά ἐστιν ἐσχάτην μοῖραν ἐν τοῖς ἀγαθοῖς ἔχοντα. ἔσχατα δέ ἐστιν ἀγαθά, οὐχὶ τὰ κακά, ἀλλὰ τὰ ἀναγκαῖα ὑπὸ τῶν φιλοσόφων καλούμενα, ἅπερ προηγουμένως μὲν οὐκ ἔστιν ἐφετά, διά τι δὲ ἀγαθὸν ὑπέστη, ὅπερ οὐκ ἂν ἐγένετο χωρὶς ἐκείνου, ὡς τὸ φλεβότομον καὶ ἡ καῦσις ἡ ἰατρική. τὰ γὰρ τοιαῦτα οὔτε προηγούμενά ἐστιν ἀγαθά (οὐδεὶς γὰρ ἂν αὐτὰ καθ’ αὑτὰ ἕλοιτο ταῦτα) οὔτε μέντοι κακὰ διὰ τὴν ὑγίειαν ἀγαθὸν οὖσαν παραλαμβανόμενα καὶ τοσαύτην τοῖς τοιούτοις ἀγαθοῖς παρεχόμενα χρείαν, ὡς μηδὲ ὑποστῆναι δύνασθαι τούτων χωρίς. οὕτως δὲ καὶ ἡ ὕλη καὶ ἡ στέρησις οὐχ ὡς κακὰ ἀλλ’ ὡς ἀναγκαῖα παρήχθησαν ὑπὸ τοῦ δημιουργοῦ συντελοῦντα πρὸς τὴν τοῦ παντὸς τελειότητα. συντελεῖ μὲν γὰρ προσεχῶς τῇ τῶν γενητῶν καὶ φθαρτῶν ὑποστάσει ἥ τε ὕλη καὶ ἡ στέρησις, ἡ μὲν ὑποκειμένη τῇ μεταβολῇ, ἡ δὲ αὐτῆς τῆς μεταβολῆς αἰτία. τὰ δὲ γενητὰ καὶ φθαρτὰ μέρος ὄντα τοῦ παντὸς τοῦ ὑπὸ σελήνην εἴπερ μὴ ὑπέστη, ἀτελὴς ἂν ἦν ὁ κόσμος. τούτων γὰρ μὴ γενομένων, ὡς καὶ Πλάτων φησίν, ἀτελὴς ἂν ὁ οὐρανὸς ἦν πρῶτα μόνα καὶ μέσα ἔχων. καὶ ἦν ἂν ἔσχατα καὶ ἄγονα καὶ ὕλη τῷ ὄντι τὰ θειότατα τῶν ἐν τῷ κόσμῳ μετὰ τοῦ τοσαύτην τοῦ παντὸς μοῖραν, κατὰ μὲν τὰς ὁλότητας ἀίδιον οὖσαν, κατὰ δὲ τὰ μέρη ὑφεστῶσαν ἐφ’ ὅσον δυνατὸν ἐκείνοις χρόνον, μὴ παρελθεῖν εἰς τὰ ὄντα.2 ὅπερ οὐκ ἄξιον τῆς θείας ἀγαθότητος τῆς μὴ τὰ πρῶτα μόνον ἀγαθὰ καὶ τὰ μέσα, ἀλλὰ καὶ τὰ ἔσχατα καὶ ὅσα πρὸς τὰ ἀγαθὰ τείνει παράγειν ὀφειλούσης. ἀλλὰ ταῦτα μὲν διὰ τοὺς τὰς ἀσεβεῖς ἑαυτῶν δόξας τοῖς ἀρχαίοις περιάπτοντας εἰρήσθω παρ’ ἡμῶν. ὅτι δὲ κἂν δοκῇ τισι μὴ εἶναι ἡ στέρησις διὰ τὸ ἀπουσία εἶναι ἔστιν ὅμως καὶ ὑπόστασιν ἔχει καὶ τῷ λόγῳ τῆς ὕλης διορίζεται, ἐφεξῆς δείκνυσιν.3
“因为一方面,持存者作为协同原因与形式一起构成了生成物的原因,犹如母亲。” 在责难了未能将质料与缺乏区分开来之后,他[亚里士多德]已经通过来自事物本身以及来自语言习惯的论据,陈述了质料与缺乏之间的诸多差别。而现在他又补充了它们之间的另一差别,说质料持存着,与形式一起作为生成物的原因,犹如母亲。因为质料犹如母亲一样为生成物提供材料,并且是从万物之父那里在其自身中生成的形式的接纳所。因此柏拉图有时称其为母亲,有时称其为场所;人们也可以说质料类比于母亲,还在于质料使诸形式延展并分裂,正如母亲对待父方的种子和胎儿那样,抚养并将它们增长到更大的体积。因此柏拉图也称其为乳母。质料作为存在的原因正是这样一种事物;而缺乏(他曾称之为对立的另一分肢),对于着眼于其作恶与毁灭特性的人来说,既然它是形式的缺失(而形式乃是每个事物据以拥有存在和善的依据),它甚至完全不显得是存在物中的任何事物。因为缺失除了是存在的毁灭与非存在之外,还能是什么呢?因此,在质料持存的同时,缺乏本身在复合体中并不持存;因为当形式现前时,其缺失又怎能持存呢?而且亚历山大说:“这也是诸恶的原因。因为即使质料看似是诸恶的原因,但它〔质料〕同样也是由于缺乏〔才如此〕,无法接受永恒事物的良好秩序。”但即使缺乏被称为恶,带有缺乏的质料也并不以此种方式为恶:即具有恶的实体,或者正如那些声称恶的本原是非生成的且与善敌对的人所说的那样。因为质料与缺乏(无论它究竟是什么),都是自神衍生的,是从善中成立的,它们为创世提供了极大的用处,是属于诸善中拥有最末端份额的善。然而最末端的善并不是诸恶,而是被哲学家们称为必要之物的事物,它们并非作为首要之物而受追求,而是为了某种若无它便不可能产生的善而成立的,犹如放血与医用烙术。因为这类事物既不是首要的善(因为没有人会因其自身而选择它们),但也绝非是恶,因为它们是为了作为善的健康而被采用的,并且为这类善提供了如此巨大的用处,以至于没有它们就甚至无法成立。同样地,质料与缺乏并非作为恶,而是作为必要之物由造物主衍生出来的,共同促成了全宇宙的完满。因为质料与缺乏直接促成了受生成者与可毁灭者的成立,前者作为变化的底层,后者作为变化本身的原因。如果作为月下全宇宙之一部分的受生成者与可毁灭者没有成立,宇宙原本就会是不完满的。因为正如柏拉图也所说,若无这些事物的生成,诸天就会是不完满的,只具有在先的与居中的事物。并且在宇宙中最具神性的事物,伴随着整个宇宙如此巨大的份额(在总体上是永恒的,在部分上则在此类事物所可能的时间范围内成立)未能过渡到存在物之中,原本就会成为最末端的、不育的、且真正成为质料。这并不符合神圣的善,因为神圣的善不仅当产生最初与居中的善,也当产生最末端的以及一切朝向诸善的事物。不过,这些话权当是我们针对那些将自己的不虔敬见解强加给古人的人所说的。而至于尽管在某些人看来缺乏由于是缺失而不存在,但它仍然存在,拥有自存,并在定义上与质料相区别,他接下来予以证明。
- 1.76σὺν τῇ μορφῇ αἰτίαν
辛普利丘将亚里士多德经文中的 συναιτία τῆς μορφῆς(“形式的协同原因”)转述为带有介词短语 σὺν τῇ μορφῇ(“与形式一起”)的 αἰτίαν(“原因”),从而明确指出质料并非形式本身的原因,而是与形式相配合构成生成物的原因。
- 1.76μετὰ τοῦ τοσαύτην τοῦ παντὸς μοῖραν ... μὴ παρελθεῖν εἰς τὰ ὄντα
介词 μετά 支配中性单数属格冠词 τοῦ 以及带有否定词的不定式短语 μὴ παρελθεῖν εἰς τὰ ὄντα,表示伴随情况或后果:“伴随着整个宇宙如此巨大的份额未能过渡到存在物之中”。τοσαύτην τοῦ παντὸς μοῖραν 是不定式 παρελθεῖν 的宾格逻辑主语,并由两个分词从句(κατὰ μὲν ... οὖσαν 与 κατὰ δὲ ... ὑφεστῶσαν)所修饰。
- 1.76ὅτι δὲ κἂν δοκῇ τισι μὴ εἶναι ἡ στέρησις ... ἐφεξῆς δείκνυσιν
全句骨架是一个倒装结构,句首的整个 ὅτι 从句充当句末主动词 δείκνυσιν(“他证明”)的名词性宾语。在 ὅτι 从句内部,与让步从句 κἂν δοκῇ τισι μὴ εἶναι ἡ στέρησις 相对照,并列了三个谓词动词:ἔστιν、ὑπόστασιν ἔχει 和 τῷ λόγῳ ... διορίζεται。
