- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:247.20-248.20
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普利丘讨论了亚里士多德对未能将缺乏与质料区分开来的观点的批评,引用了亚历山大的评述,并通过波菲利转引赫尔莫多洛的见证,详细解释了柏拉图学派如何将质料规定为大与小、非存在及不定性。
διαφωνοῦσι δὲ πρὸς ἡμᾶς, ὅτι τὴν στέρησιν οὐ διορίζουσι τοῦ ὑποκειμένου τῷ λόγῳ· κἂν γὰρ δυσί τις ὀνόμασιν ἐπὶ τοῦ ὑποκειμένου χρῆται, ὥσπερ ὁ μέγα καὶ μικρὸν λέγων, ἀλλ’ ὡς ἐφ’ ἑνὸς αὐτοῖς χρῆται τῆς ὕλης παριδὼν τὴν τῆς στερήσεως φύσιν,1 ὥστε τὸ αὐτὸ καὶ οὗτος ἐκείνοις ποιεῖ τοῖς ἓν λέγουσι καὶ ὁμοίως τὴν στέρησιν παρορᾷ. “ὅτι δέ, φησὶν ὁ Ἀλέξανδρος, τὸ ἡμμένοι μὲν οὖν καὶ ἕτεροί τινές εἰσιν αὐτῆς ἐπὶ τῆς ὕλης εἴρηκε, δῆλον καὶ ἐντεῦθεν. εἰ γὰρ παριδεῖν αὐτοὺς λέγει τὴν στέρησιν, οὐ ταύτης ἥψαντο.” εἶτα ἐπικρίνει καλῶς ὅτι “δυνατὸν ἦν ταῦτα λέγειν, καὶ εἰ μὴ τελέως τὴν στέρησιν παρεῖδον, ἀλλ’ εἰ ὡς αὐτήν τινα φύσιν ἐπ’ αὐτῆς οὖσαν οὐ διώρισαν.” Ἐπειδὴ πολλαχοῦ μέμνηται τοῦ Πλάτωνος ὁ Ἀριστοτέλης ὡς τὴν ὕλην μέγα καὶ μικρὸν λέγοντος, ἰστέον ὅτι ὁ Πορφύριος ἱστορεῖ τὸν Δερκυλλίδην ἐν τῷ ια τῆς Πλάτωνος φιλοσοφίας, ἔνθα περὶ ὕλης ποιεῖται τὸν λόγον, Ἑρμοδώρου τοῦ Πλάτωνος ἑταίρου λέξιν παραγράφειν ἐκ τῆς περὶ Πλάτωνος αὐτοῦ συγγραφῆς, ἐξ ἧς δηλοῦται ὅτι τὴν ὕλην ὁ Πλάτων κατὰ τὸ ἄπειρον καὶ ἀόριστον ὑποτιθέμενος ἀπ’ ἐκείνων αὐτὴν ἐδήλου τῶν τὸ μᾶλλον καὶ τὸ ἧττον ἐπιδεχομένων, ὧν καὶ τὸ μέγα καὶ τὸ μικρόν ἐστιν. εἰπὼν γὰρ ὅτι “τῶν ὄντων τὰ μὲν καθ’ αὑτὰ εἶναι λέγει ὡς ἄνθρωπον καὶ ἵππον, τὰ δὲ πρὸς ἕτερα, καὶ τούτων τὰ μὲν ὡς πρὸς ἐναντία ὡς ἀγαθὸν κακῷ, τὰ δὲ ὡς πρός τι, καὶ τούτων τὰ μὲν ὡς ὡρισμένα, τὰ δὲ ὡς ἀόριστα” ἐπάγει “καὶ τὰ μὲν ὡς μέγα πρὸς μικρὸν λεγόμενα πάντα ἔχειν τὸ μᾶλλον καὶ τὸ ἧττον, † ἔστι μᾶλλον εἶναι μεῖζον καὶ ἔλαττον εἰς ἄπειρον φερόμενα· ὡσαύτως δὲ καὶ πλατύτερον καὶ στενότερον καὶ βαρύτερον καὶ κουφότερον καὶ πάντα τὰ οὕτως λεγόμενα εἰς ἄπειρον οἰσθήσεται. τὰ δὲ ὡς τὸ ἴσον καὶ τὸ μένον καὶ τὸ ἡρμοσμένον λεγόμενα οὐκ ἔχειν τὸ μᾶλλον καὶ τὸ ἧττον, τὰ δὲ ἐναντία τούτων ἔχειν. ἔστι γὰρ μᾶλλον ἄνισον ἀνίσου καὶ κινούμενον κινουμένου καὶ ἀνάρμοστον ἀναρμόστου. ὥστε † αὐτῶν ἀμφοτέρων τῶν συζυγιῶν πάντα πλὴν τοῦ ἑνὸς στοιχείου τὸ μᾶλλον καὶ τὸ ἧττον δεδεγμένον.2 ὥστε ἄστατον καὶ ἄμορφον καὶ ἄπειρον καὶ οὐκ ὂν τὸ τοιοῦτον λέγεσθαι κατὰ ἀπόφασιν τοῦ ὄντος. τῷ τοιούτῳ δὲ οὐ προσήκειν οὔτε ἀρχῆς οὔτε οὐσίας, ἀλλ’ ἐν ἀκρισίᾳ τινὶ φέρεσθαι. δηλοῖ γὰρ ὡς ὃν τρόπον τὸ αἴτιον κυρίως καὶ διαφέροντι τρόπῳ τὸ ποιοῦν ἐστιν, οὕτως καὶ ἀρχή, ἡ δὲ ὕλη οὐκ ἀρχή. διὸ καὶ τοῖς περὶ Πλάτωνα ἐλέγετο μία, ὅτι ἡ ἀρχή”. ἀλλὰ τοῦ μὲν μὴ εἶναι ἀρχὴν τὴν ὕλην κατὰ Πλάτωνα ὀλίγον ὕστερον δεησόμεθα· πῶς δὲ μέγα καὶ μικρὸν καὶ μὴ ὂν ἔλεγε τὴν ὕλην ὁ Πλάτων, ἐκ τούτων οἶμαι δῆλον γεγονέναι.
然而他们与我们存在分歧,因为他们在定义上没有将缺乏与底层事物区分开来;因为即使有人对底层事物使用两个名称(正如说大与小的人那样),但他仍是将它们当作针对质料这单一事物来使用的,从而忽略了缺乏的本性,以至于此人也与那些说底层是一的人做着同样的事,同样忽略了缺乏。“而他说,”亚历山大说,“‘因而其他一些人也接触到了它’是指质料而言,这也从下述这一点显明:因为如果他说他们忽略了缺乏,那么他们就没有接触到缺乏。”接着他[亚历山大]恰当地评判道:“即使他们并未完全忽略缺乏,但只要他们没有将其作为自身独存的某种本性区分开来,说出这些话也是可能的。”既然亚里士多德在许多地方提到柏拉图将质料称为大与小,就应当知晓:波菲利记载道,德尔基利德在《柏拉图的哲学》第十一卷中(他在那里讨论了质料),从柏拉图的同伴赫尔莫多洛的著述《论柏拉图》中引用了一段文字,从中表明柏拉图依照无限与不定设定质料,通过那些容许“更多与更少”的事物来阐明它,而大与小也属于这些事物。因为在他说过“在存在物中,他[柏拉图]说有些是依自身的,如人与马,另一些则是相对于他物的;在后者之中,有些是相对于对立面的,如善相对于恶,另一些是作为关系物,而在这些之中,有些是确定的,有些是不定的”之后,他接着写道:“而作为大相对于小被述说的事物全部具有‘更多与更少’,并且可能存在朝向无限扩展的更大与更小;同样地,更宽与更窄、更重与更轻,以及所有以此种方式被述说的事物都将朝向无限扩展。但作为相等、静止、协调被述说的事物则不具有‘更多与更少’,然而它们的对立面却具有;因为可能存在比不相等更不相等、比运动者更运动、比不协调更不协调的事物。因此,在这两组配对之中,除了一项元素之外,全部都接受了‘更多与更少’。由此,这类事物被称为不定的、无形的、无限的,并且作为存在的否定而被称为非存在。对这类事物既不适合本原之名,也不适合实体之名,而是处于某种无分别之中漂移。因为他表明,正如本义上且卓越意义上的原因是作动者一样,本原也是如此,而质料并非本原;因此柏拉图学派的人也说本原是一”。然而关于依柏拉图质料并非本原这一点,我们稍后会有所需要;至于柏拉图如何将质料称为大与小以及非存在,我认为从这些讨论中已经变得清楚了。
- 1.75κἂν γὰρ δυσί τις ὀνόμασιν ἐπὶ τοῦ ὑποκειμένου χρῆται, ὥσπερ ὁ μέγα καὶ μικρὸν λέγων, ἀλλ’ ὡς ἐφ’ ἑνὸς αὐτοῖς χρῆται τῆς ὕλης παριδὼν τὴν τῆς στερήσεως φύσιν
在接在让步从句 κἂν (καὶ ἐάν) 之后的正句(归结分句)开头使用了转折连词 ἀλλά(apodotic ἀλλά)。这种用法在承认使用两个名称这一假设的前提下,强调整体结论“但无论如何仍是将它们用于质料这一单一事物”。
- 1.75αὐτῶν ἀμφοτέρων τῶν συζυγιῶν πάντα πλὴν τοῦ ἑνὸς στοιχείου τὸ μᾶλλον καὶ τὸ ἧττον δεδεγμένον
αὐτῶν ἀμφοτέρων τῶν συζυγιῶν 为部分属格,修饰随后的 πάντα;完成时分词 δεδεγμένον 作谓语,配合中性复数主语 πάντα。其句法骨架指明:在两对组合中,除了“相等/静止/协调”这单一的正面元素(τοῦ ἑνὸς στοιχείου)之外,其余项(不相等/运动/不协调以及大与小双方)都容纳了“更多与更少”。
