← 辛普里丘

亚里士多德《物理学》注释

§246.17-247.20

作为非存在的质料与缺乏及柏拉图说之异

辛普里丘阐释了亚里士多德在定义上区分质料与缺乏的论据——质料是接近实体的偶然非存在,而缺乏是远离实体的自身非存在——并将其与柏拉图把大和小均视为质料的二元底层学说进行对比。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.75#1

" Ἡμεῖς μὲν γὰρ ὕλην καὶ στέρησιν ἕτερον εἶναί φαμεν ἕως τοῦ τὴν γὰρ ἑτέραν παρεῖδεν." Τὴν διαφορὰν τῆς ἑαυτοῦ δόξης πρὸς τὴν Πλάτωνος περὶ τῆς ὕλης καὶ τῆς στερήσεως ἐκτιθέμενος, ἡμεῖς μέν, φησί, τὴν ὕλην καὶ τὴν στέρησιν ἕτερά φαμεν εἶναι τῷ λόγῳ· καὶ τούτων τὴν μὲν ὕλην κατὰ συμβεβηκὸς οὐκ ὂν εἶναι, διότι συμβέβηκεν αὐτῇ ἡ στέρησις, τὴν δὲ στέρησιν καθ’ αὑτὸ μὴ ὄν. καὶ πάλιν τὴν μὲν ὕλην ἐγγὺς οὐσίαν πως· τὴν δὲ στέρησιν οὐδαμῶς οὐσίαν. τοῦτο δὲ, διότι κυρίως μὲν καὶ πρώτως οὐσία ἐστὶν ἡ σύνθετος. ἤδη δὲ καὶ τὰ ταύτης μέρη. ὥστε ἡ μὲν ὕλη ἐπειδὴ μέρος τῆς οὐσίας ἐνυπάρχον ἐστίν, ἐγγὺς ἂν εἴη οὐσία καθ’ αὑτήν, ὅτι συμπληρωτικὴ τῆς κυρίως οὐσίας ἐστίν· ἡ δὲ στέρησις ἀπουσία μόνον οὖσα, πόρρω τῆς οὐσίας ἐστίν. ἔτι δὲ εἰ πρώτως μὲν καὶ κυρίως οὐσία ἡ σύνθετός ἐστι, δευτέρως δὲ τὸ εἶδος, δεκτικὴ δὲ τούτου ἐστὶν ἡ ὕλη, ἐγγὺς ἂν εἴη οὐσία, ἡ δὲ στέρησις ἀπουσία τοῦ εἴδους οὖσα καὶ κατὰ τοῦτο πόρρω ἂν εἴη τῆς οὐσίας. ἔτι ἡ οὐσία κατὰ τὸ ὑποκείμενον λέγεται ἀπ’ αὐτοῦ, ὑποκείμενον δέ πως καὶ ἡ ὕλη κἂν εἰ ὡς μέρος τοῦ συναμφοτέρου λαμβάνηται, ὅπερ τῷ κυρίως ὑποκειμένῳ οὐχ ὑπάρχει.1 ἐγγὺς ἄρα οὐσίας ἡ ὕλη. ἔτι δὲ εἰ ὁ τῆς οὐσίας ὁρισμὸς ὁ λέγων οὐσίαν εἶναι τὸ ταὐτὸν καὶ ἓν ἀριθμῷ τῶν ἐναντίων δεκτικὸν ὑπάρχει καὶ τῇ ὕλῃ, οὐσία ἂν εἴη καὶ ἡ ὕλη ἢ μᾶλλον ἐγγὺς οὐσία, ὅτι καθ’ αὑτὴν τὸ ἓν ἀριθμῷ οὐκ ἔχει· ἀλλὰ καὶ τὸ μηδὲν εἶναι αὐτῇ ἐναντίον, ὡς ἴδιον τῆς οὐσίας ἀποδεδομένον, ἐπειδὴ κατὰ τὸ ὑποκεῖσθαι τὴν οὐσίαν ἀποδέδοται, καὶ τῇ ὕλῃ προσήκει2 ὡς καὶ αὐτῇ ὑποκειμένῃ. καὶ δῆλον ὅτι ἡ μὲν ὕλη κατὰ συμβεβηκὸς γίνεται μὴ ὂν τῷ μετέχειν τῆς στερήσεως, ἡ δὲ στέρησις κατὰ συμβεβηκὸς ὂν τῷ ἐν ὕλῃ εἶναι. καὶ αὕτη μὲν ἡ τοῦ Ἀριστοτέλους δόξα περὶ ὕλης τε καὶ στερήσεως. Ὁ δὲ Πλάτων τὸ μήπω ὂν ὅπερ γίνεται, τουτέστι τὸ ἐξ οὗ ἡ γένεσις, οὐχ ὕλην λέγει καὶ στέρησιν, ἀλλὰ μέγα καὶ μικρὸν εἴτε συναμφότερον ὁμοῦ εἴτε χωρὶς ἑκάτερον αὐτοῦ κατηγορῶν. ὅπως δὲ ἂν ἔχῃ, οὐχὶ τὸ μὲν μέγα ἡ ὕλη κατ’ αὐτόν, τὸ δὲ μικρὸν ἡ στέρησις ἢ ἔμπαλιν, ἀλλ’ ἀμφότερα ἡ ὕλη. ὥστε παντελῶς ἕτερος ὁ τρόπος τῆς τε Ἀριστοτέλους τῶν στοιχείων τριάδος εἶδος καὶ στέρησιν τἀναντία λέγοντος καὶ τὸ κοινὸν ἀμφοτέροις ὑποκείμενον τὴν ὕλην καὶ τῆς Πλάτωνος ἓν μὲν λέγοντος τὸ εἶδος, δύο δὲ τὸ ὑποκείμενον τό τε μέγα καὶ τὸ μικρόν. ὥστε τὸ μὲν ὑποκεῖσθαί τινα φύσιν, ἐξ ἧς ἡ γένεσις, συμφωνοῦσιν ἡμῖν πλείονες, κἂν οἱ μὲν καὶ ὀνόματι ἑνὶ χρῶνται ἐπ’ αὐτῆς, οἱ δὲ δύο μὲν ὀνόμασι καθ’ ἑνὸς δὲ τοῦ αὐτοῦ φερομένοις.

“因为我们说质料与缺乏是不同的……直到‘因为他忽略了另一方’。” 在阐明自己关于质料与缺乏的观点与柏拉图的观点之间的差异时,他说:我们说质料与缺乏在定义上是不同的;在它们之中,质料在偶然上是非存在,因为缺乏偶然归属于它,而缺乏在自身上是非存在。再者,质料在某种意义上接近实体,而缺乏决不是实体。之所以如此,是因为复合实体在真正和本原意义上是实体,进而其各部分也是实体。因此,质料既然是实体内在的部分,它在自身上就会接近于实体,因为它是真正实体的充全成分;而缺乏仅仅是不在,因而远离实体。此外,如果复合实体在第一位且在真正意义上是实体,形式在第二位是实体,而质料能够接受形式,那么质料就会接近实体,而缺乏由于是形式的不在,依此也就远离实体。此外,实体被他根据底层事物来说,而质料在某种意义上也是底层事物,即使它被当作二者复合物的一部分(这并不属于本义上的底层事物)。因此质料接近实体。此外,如果说实体是“在保持同一且数量为一的同时能够接受对立面”的实体的定义也属于质料,那么质料也将是实体,或者更确切地说是接近实体,因为在自身上它并不具有数量上的一;而且,被赋予为实体固有属性的“没有任何事物与其对立”,由于它是根据实体作为底层事物而被赋予的,因而也适合于自身同样作为底层事物的质料。显然,质料由于分有缺乏而在偶然上成为非存在,而缺乏由于在质料中而在偶然上成为存在。这就是亚里士多德关于质料与缺乏的观点。然而柏拉图将那尚未是生成之物的东西(即生成所由之出的东西)不称为质料与缺乏,而是称为大与小,无论是将二者一同还是分别用来述说它。但无论如何,在他看来并不是大为质料而小为缺乏,或者相反,而是二者都是质料。因此,亚里士多德的元素三联体方式(将形式与缺乏称为对立面,将质料称为二者共有的底层事物)与柏拉图的方式(将形式称为一,而将底层事物称为二,即大与小)截然不同。因此,关于存在着生成所由之出的某种底层的本性,多数人与我们意见一致,即使有人对其使用单一的名称,而另一些人使用两个指向同一事物的名称。

语法注2 条
  1. 1.75κἂν εἰ ὡς μέρος τοῦ συναμφοτέρου λαμβάνηται, ὅπερ τῷ κυρίως ὑποκειμένῳ οὐχ ὑπάρχει

    关系代词 ὅπερ 的先行概念是前面的 ὡς μέρος τοῦ συναμφοτέρου λαμβάνεσθαι(作为复合物的一部分被理解)。其逻辑在于,本义上的底层事物(作为具体个别的复合实体)本身是复合物整体而非其部分,因此“作为部分”并不属于本义上的底层事物。

  2. 1.75ἀλλὰ καὶ τὸ μηδὲν εἶναι αὐτῇ ἐναντίον, ὡς ἴδιον τῆς οὐσίας ἀποδεδομένον, ἐπειδὴ κατὰ τὸ ὑποκεῖσθαι τὴν οὐσίαν ἀποδέδοται, καὶ τῇ ὕλῃ προσήκει

    带冠词的不定式短语 τὸ μηδὲν εἶναι αὐτῇ ἐναντίον(没有任何事物与其对立)是主句动词 προσήκει 的主语。中间插入的分词短语 ὡς ἴδιον... ἀποδεδομένον 与从属子句 ἐπειδὴ... ἀποδέδοται 造成了主语与谓语的离隔,其核心句法框架为:τὸ μηδὲν εἶναι... καὶ τῇ ὕλῃ προσήκει(无对立面这一条也适合于质料)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:246.17-247.20