← 辛普里丘

亚里士多德《物理学》注释

§244.22-246.16

质料与缺乏的区分及对柏拉图的辩护

辛普里丘注解《物理学》192a1中亚里士多德的批评,驳斥了亚历山大关于质料与缺乏的解释,主张生成的底层本性是伴随缺乏的质料。进而他为柏拉图在《蒂迈欧篇》等处未将缺乏列为内在元素进行辩护,调和了柏拉图与亚里士多德将缺乏确立为变化之因的立场差异。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.74

" Εἶτα φαίνεται αὐτοῖς, εἴπερ ἐστὶν ἀριθμῷ μία, καὶ δυνάμει μίαν εἶναι μόνον. τοῦτο δὲ διαφέρει πλεῖστον." Ἕνα τρόπον εἰπών, καθ’ ὃν καὶ οἱ ἁψάμενοι τῆς εἰρημένης φύσεως οὐχ ἱκανῶς ἥψαντο, τὸν ἕτερον ἐπάγει. λέγει δὲ νῦν ὁ Ἀλέξανδρος ὅτι “ἐκ τῶν νῦν εἰρημένων δῆλον γέγονεν, ὡς καὶ τὸ ἡμμένοι μὲν οὖν καὶ ἕτεροί τινές εἰσιν αὐτῆς, ἐπὶ τῆς ὕλης εἴρηκεν οὐ τῆς στερήσεως· περὶ γὰρ τῆς ὕλης λέγει τὸ φαίνεται αὐτοῖς ὡς τῷ ἀριθμῷ μία, οὕτω δὲ καὶ τῇ δυνάμει· οὐ γὰρ ἡ στέρησις ἀριθμῷ μία. ἤ, φησί, τὸ μὲν πρῶτον εἰρημένον τὸ ἡμμένοι μὲν οὖν καὶ ἕτεροί τινές εἰσιν αὐτῆς ἐπὶ τῆς στερήσεως εἴρηται, τὸ δὲ νῦν λεγόμενον ἐπὶ τῆς ὕλης ἣν ἐν τῇ οἰκείᾳ φύσει τὴν στέρησιν ἔχειν ὑπολαμβάνουσι. διὸ καὶ ὥσπερ ἀριθμῷ ἓν τὸ συναμφότερον, οὕτω δὲ καὶ τῷ λόγῳ καὶ τῇ δυνάμει ἓν ἐδόκει αὐτοῖς καὶ οὐ διωρισμένα τῷ λόγῳ, ὥσπερ ἡμεῖς τὴν ὕλην καὶ τὴν στέρησιν ἕτερα τῷ λόγῳ φαμέν.” ῥητέον δὲ πρὸς τὸν Ἀλέξανδρον, ὅτι ἄμεινον καὶ πρότερον καὶ νῦν περὶ τῆς ὑποκειμένης ἀκούειν φύσεως, ἐξ ἧς ἡ γένεσις, ἥτις ἐστὶν ἡ ὕλη μετὰ τῆς στερήσεως. ὅτι γὰρ περὶ τῆς αὐτῆς καὶ τὰ πρότερα λέγει καὶ τὰ νῦν, δηλοῖ ἡ τῶν λεγομένων συνέχεια. καὶ μέντοι ἀριθμῷ μὲν ἓν λόγῳ δὲ δύο οὐκ ἂν εἴη καθ’ αὑτὴν ἡ ὕλη, ἀλλ’ ἡ μετὰ τῆς στερήσεως. εἰ δὲ πρὸς Πλάτωνα ἀποτεινόμενος ὁ Ἀριστοτέλης λέγει τὸ μὴ διορίζειν τῷ λόγῳ τὴν ὕλην καὶ τὴν στέρησιν, διὰ τοῦτο λέγει, ὅτι ὁ Πλάτων δύο τὰ στοιχεῖα παραδίδωσι, τὴν ὕλην καὶ τὸ εἶδος, προτάξας τῶν δύο τὸ ἐξῃρημένον καὶ παραδειγματικὸν ἅμα καὶ ποιητικὸν αἴτιον. λέγει γὰρ ἐν τῷ Τιμαίῳ ταυτί· “τούτων δὲ οὕτως ἐχόντων ὁμολογητέον ἓν μὲν εἶναι τὸ κατὰ ταὐτὰ εἶδος ἔχον, ἀγένητον καὶ ἀνώλεθρον, οὔτε αὐτὸ εἰσδεχόμενον ἄλλο ἄλλοθεν οὔτε αὐτὸ εἰς ἄλλο ποι ἰόν. ἀόρατον δὲ καὶ ἄλλως ἀναίσθητον τοῦτο ὃ δὴ νόησις εἴληχεν ἐπισκοπεῖν· τὸ δὲ ὁμώνυμον ὅμοιόν τε ἐκείνῳ δεύτερον αἰσθητὸν πεφορημένον ἀεὶ γινόμενόν τε ἔν τινι τόπῳ καὶ πάλιν ἐκεῖθεν ἀπολλύμενον, δόξῃ μετ’ αἰσθήσεως περιληπτόν· τρίτον δὲ αὖ γένος ὂν τὸ τῆς χώρας ἀεὶ φθορὰν οὐ προσδεχόμενον, ἕδραν δὲ παρέχον ὅσα ἔχει γενέσθαι πᾶσιν, αὐτὸ δὲ μετὰ ἀναισθησίας ἁπτὸν λογισμῷ τινι νόθῳ μόγις πιστόν.” ἀλλ’ ὅτι μὲν οἶδε περὶ τὴν ὕλην τὴν στέρησιν ὁ Πλάτων, ταὐτὸν δὲ εἰπεῖν τὴν ἀπουσίαν τῶν πεφυκότων γίνεσθαι ἐν αὐτῇ εἰδῶν, δηλοῖ καὶ πανδεχῆ λέγων τὴν ὕλην, ὅπερ τῷ πεφυκότι πάντα δέχεσθαι προσήκει, καὶ ἄμορφον ἐκείνων ἁπασῶν τῶν ἰδεῶν, ὅσας μέλλει δέχεσθαι, ὅπερ τὴν ἀπουσίαν τῶν εἰδῶν σημαίνει. οὐ μέντοι ἠξίωσεν ἐν τοῖς στοιχείοις θεῖναι τὴν στέρησιν καὶ τὸ κατ’ αὐτὴν μὴ ὄν, διότι ἀπουσία μόνον ἐστὶ τοῦ πεφυκότος οὐδὲν ἄλλο ἑαυτῇ συνεισάγουσα. ἠρκέσθη οὖν τῷ εἴδει μόνῳ καὶ αὐτὸς τῇ παρουσίᾳ τῇ ἑαυτοῦ καὶ τῇ ἀπουσίᾳ δυναμένῳ τὴν γένεσιν καὶ τὴν φθορὰν ἀποδιδόναι, ὅπερ καὶ Ἀριστοτέλης πρὸ ὀλίγων ὁμολογεῖ λέγων “ἱκανὸν γάρ ἐστι τὸ ἕτερον τῶν ἐναντίων ποιεῖν τῇ ἀπουσίᾳ καὶ παρουσίᾳ τὴν μεταβολήν.” καίτοι τὸ κατὰ τὴν ἑτερότητα μὴ ὂν ὡς εὐθὺς εἰσάγον τι ὄν.1 ἡ γὰρ κίνησις οὐκ οὖσα ὅπερ τὸ ταὐτόν, οὐκ ἔστι μὲν ταὐτόν, ὂν δέ τί ἐστι· τὸ τοιοῦτον ὂν μὴ ὂν τοῖς εἴδεσιν ἐν Σοφιστῇ συνηρίθμησε λέγων “οὕτω δὲ καὶ τὸ μὴ ὂν κατὰ ταὐτὸν ἦν τε καὶ ἔστι μὴ ὄν, ἐνάριθμον τῶν πολλῶν ὄντων εἶδος ἕν”. οὐ μόνον δὲ διὰ τὰ εἰρημένα τὴν στέρησιν τοῖς στοιχείοις οὐ συνηρίθμησεν, ἀλλὰ καὶ ὅτι τὰ μὲν στοιχεῖα ἐνυπάρχειν χρὴ τῷ στοιχειωτῷ, ἡ δὲ στέρησις οὐ τῇ παρουσίᾳ, ἀλλὰ τῇ ἀπουσίᾳ ἑαυτῆς τὴν γένεσιν ποιεῖ, καὶ μέντοι ὅτι τὰ μὲν στοιχεῖα καθ’ αὑτὸ αἴτια χρὴ εἶναι, ἡ δὲ στέρησις, εἴπερ ἄρα, κατὰ συμβεβηκός ἐστιν αἰτία. τοὐναντίον οὖν ἄν τις εὐθύνοι τὸν στοιχειώδεις μὲν ἀρχὰς τῶν φυσικῶν ζητοῦντα, ἐν αὐταῖς δὲ τὴν στέρησιν τάττοντα.2 ἣν καὶ αὐτὸς ὁμολογεῖ μὴ τῷ ἐνυπάρχειν αἰτίαν εἶναι, ἀλλὰ τῷ μὴ ἐνυπάρχειν, καὶ μὴ καθ’ αὑτό, ἀλλὰ κατὰ συμβεβηκός. εἰ μὴ ἄρα ὁ μὲν Πλάτων τὰ καθ’ αὑτὸ αἴτια ζητῶν τά τε κυρίως αἴτια καὶ τὰ στοιχειώδη τὰ ἐνυπάρχοντα, τὴν στέρησιν εἰκότως οὐ συνέταξεν. ὁ δὲ Ἀριστοτέλης μεταβολῆς ζητῶν αἰτίας καὶ τὴν στέρησιν εἰκότως συνέταξεν ὡς ἄλλο τι τῆς ὕλης τῷ λόγῳ διαφέρουσαν αὐτῆς. καὶ γὰρ αἴτιον μὲν κατὰ συμβεβηκὸς οὐδὲν κωλύει λέγειν, στοιχεῖον δὲ κατὰ συμβεβηκὸς οὐδὲ πλάσαι ῥᾴδιον, εἴπερ τὸ στοιχεῖον ἐνυπάρχειν χρὴ καὶ συμπληροῦν καθ’ αὑτὸ τὸ στοιχειωτόν.

“其次在他们看来,如果它在数量上确实是一,在潜能上也仅仅是一。而这差别极大。” 在说明了那些触及上述本性的人未能充分触及的第一种方式之后,[亚里士多德]提出了另一种方式。此时亚历山大说:“从刚才所说的显而易见,‘因此其他一些人也触及了它’这句话也是针对质料而非针对缺乏说的;因为关于质料他才说‘在他们看来,正如它在数量上是一,在潜能上同样[是一]’;因为缺乏并不是在数量上为一的。或者,”他说,“最初所说的‘因此其他一些人也触及了它’是针对缺乏说的,而现在所说的则是针对他们认为在其自身本性中具有缺乏的质料说的。因此,正如由二者结合而成的复合物在数量上是一,在他们看来它在定义和潜能上同样也是一,并且在定义上未加区分,而不像我们说质料与缺乏在定义上是不同的。”但应当对亚历山大说,无论在之前还是在现在,把[这些话]理解为关于生成所由之出的底层本性(即伴随着缺乏的质料)更为妥当。因为言论的连贯性表明,他无论是之前的话还是现在的话,谈论的都是同一个事物。而且,质料本身在自身上不可能在数量上是一而在定义上是二,伴随着缺乏的质料才是如此。如果亚里士多德针对柏拉图说没有在定义上区分质料与缺乏,他之所以这样说,是因为柏拉图传授了两种元素,即质料与形式,并在这两种元素之前置入了超越的、既是范型因又是动力因的原因。因为他在《蒂迈欧篇》中是这样说的:“既然这些情况如此,就必须承认:一方面存在着保持自身同一的形式,不生不灭,自身既不从他处接受别的东西进入自身,自身也不去往别处的任何东西之中,不可见且不可通过其他方式感知,这正是理性受指派去审视的;第二种则是与其同名且与其相似的事物,可感知的、总是在运动的、在某处产生并又从那里毁灭的,由伴随着感觉的意见所把握;第三种则是空间这一类,它永恒存在,不接受毁灭,为一切有生成的事物提供基座,自身不伴随感觉、由某种私生子般的推理所把握,几乎难以令人置信。”然而,柏拉图知道关于质料的缺乏(换言之即本来应当生成于其中的形式的不在),这不仅从他称质料为全受者(这适合于本来能够接受一切的事物)显明出来,而且从他说质料对于它将要接受的一切相而言都是无定型的(这表明形式的不在)显明出来。然而,他并不认为应当把缺乏以及相应的非存在置于元素之中,因为缺乏仅仅是本来应当在者的不在,自身并不连带引入任何其他东西。因此他自身也仅满足于形式,形式能够凭借自身的呈现与不在来解释生成与毁灭,正如亚里士多德不久前也承认并说道:“因为对立面中的一方足以凭借其不在与呈现产生变化。”然而,[柏拉图]把基于相异性的非存在作为直接引入某种存在者的东西[予以接受]。因为运动由于不是同一性本身,因而不是同一性,但它是某种存在者;这样一种存在的非存在,他在《智者篇》中将其列入形式之中,说道:“因此非存在同样地既曾是非存在,现在也是非存在,是多数存在者中被计数的一种形式。”他不仅由于上述原因没有将缺乏列入元素之中,而且还因为元素必须内在存在于由元素构成的复合物中,而缺乏不是凭借其自身呈现而是凭借其不在产生生成;再者,因为元素必须是凭自身的原因,而缺乏充其量只是偶然的原因。因此,人们反而可以反驳那个寻求自然事物的元素性本原却将缺乏置于其中的人——他自己也承认缺乏不是凭借内在存在而是凭借不内在存在成为原因的,并且不是作为凭自身的原因,而是作为偶然的原因。除非可以说,柏拉图寻求凭自身的原因(即真正的原因和内在的元素性原因),理所当然地没有将缺乏并列其中;而亚里士多德寻求变化的因,理所当然地将缺乏作为不同于质料并在定义上与质料有别的事物并列其中。因为说偶然的原因并无妨碍,但要设想一个偶然的元素甚至不是容易的,只要元素必须内在存在并且自身充全由元素构成的事物。

语法注2 条
  1. 1.74καίτοι τὸ κατὰ τὴν ἑτερότητα μὴ ὂν ὡς εὐθὺς εἰσάγον τι ὄν.

    在 καίτοι 引导的句子中省略了主要动词。宾格 τὸ ... μὴ ὂν 在插入 γάρ 解释句后由后文的 συνηρίθμησε(列入)重接,此处可补充表示接受、承认的动词,理解为“然而[柏拉图]把基于相异性的非存在作为直接引入某种存在者的东西[予以接受]”。ὡς 搭配分词 εἰσάγον 表示接受的根据或定性。

  2. 1.74τοὐναντίον οὖν ἄν τις εὐθύνοι τὸν στοιχειώδεις μὲν ἀρχὰς τῶν φυσικῶν ζητοῦντα, ἐν αὐταῖς δὲ τὴν στέρησιν τάττοντα.

    由 ἄν 搭配希求式 εὐθύνοι 构成的潜在表达(“人们可以反驳……”)。宾语是带定冠词的分词短语 τὸν ... ζητοῦντα ... τάττοντα(“那个寻求自然事物的元素性本原却将缺乏置于其中的人”),反讽性地指向刚刚批评了柏拉图的亚里士多德本人。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:244.22-246.16